ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΥΣ
ΕΚ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΑΙΡΕΣΕΩΝ ΕΠΙΣΤΡΕΦΟΝΤΑΣ
ΤΗΣ ΕΝ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1484
μ.Χ.
Ἀκολουθία, τυπωθεῖσα
ὑπ’ αὐτῆς τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἰς τοὺς ἐκ τῶν λατινικῶν αἱρέσεων
ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ τε καὶ καθολικῇ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἀλλὰ
δὴ καὶ τοῖς τρισὶν ἁγιωτάτοις πατριάρχαις τῆς Ἀνατολῆς, Ἀλεξανδρείας δηλονότι,
Ἀντιοχείας, καὶ Ἱεροσολύμων.
Ὁ ἀρχιερεύς, ἢ καὶ ὁ
ἱερεύς, προτροπῇ αὐτοῦ, βαλὼν ἐπιτραχήλιον, ποιεῖ εὐλογητὸν ἔμπροσθεν τῶν ἁγίων
θυρῶν τοῦ βήματος. Καὶ εὐθὺς ἀρχόμεθα τό, Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε. Τὸ τρισάγιον. Παναγία τριάς. Πάτερ ἡμῶν. Τό, Κύριε ἐλέησον ιβ΄.
Δεῦτε προσκυνήσωμεν. Τὸν Ν΄. Καὶ μετὰ τὸ εἰπεῖν ταῦτα, παρίστησι τὸν ἐκ Λατίνων
ἐπιστρέφοντα τῇ ὀρθοδόξῳ πίστει κατέμπροσθεν τῶν ἁγίων θυρῶν τοῦ βήματος, καὶ
ἐπερωτᾶ αὐτὸν ἀσκεπῆ ὄντα, λέγων πρὸς αὐτὸν οὕτως·