ΟΜΟΛΟΓΙΑ
ΠΙΣΤΕΩΣ
ΔΟΣΙΘΕΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ
1672
μ.Χ.
† ΔΟΣΙΘΕΟΣ
ἐλέῳ Θεοῦ Πατριάρχης
Ἱεροσολύμων
τοῖς ἐρωτῶσι καὶ
πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς
Ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς
τῶν ὑποκειμένων τῷ καθ’ ἡμᾶς ἀποστολικῷ θρόνῳ χριστιανῶν ἁπάντων καὶ τῶν ἐπιδημούντων
τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλη πόλει Ἱερουσαλὴμ ὀρθοδόξων προσκυνητῶν (οἷς πᾶσα ἐν
τοῖς περὶ πίστεως ἡ Καθολικὴ Ἐκκλησία συνάδει) ἐκδίδωσι σύντομον ὁμολογίαν
ταύτην εἰς μαρτύριον πρός τε Θεοῦ πρός τε ἀνθρώπων εἰλικρινεῖ συνειδήσει,
οὐδεμιᾶς ἄνευ προσποιήσεως.