ΔΕΗΣΙΣ ΕΙΣ
ΤΟΝ ΟΣΙΟΝ ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ
ΓΙΑ ΤΗΝ
ΑΠΟΤΡΟΠΗ
ΛΟΙΜΙΚΗΣ ΝΟΣΟΥ ΚΑΙ ΠΑΝΤΟΣ ΚΑΚΟΥ
«Ὅσιε καὶ Θεοφόρε
Πάτερ ἡμῶν Νικηφόρε, ὁ ὑπομείνας ἐν καρτερίᾳ καὶ ὑπομονῇ πολλῇ ὡς Ἰὼβ ἕτερος
θλίψεις τε καὶ ἀσθενείας, μάστιγάς τε καὶ κακώσεις τῷ σώματι ὀδυνηράς, ὁ λαβὼν
Χάριν καὶ παρρησίαν ἔχων πρὸς τὸν Κύριον ἡμῶν, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα ἐν
τῇ ἀφάτῳ Αὐτοῦ φιλανθρωπίᾳ παράσχῃ ἡμῖν ὑγείαν σώματος καὶ ψυχῆς κραταιάν, ἀποτροπὴν
τῆς παρούσης λοιμικῆς καὶ θανατηφόρου νόσου ἀπὸ πάσης τῆς οἰκουμένης, ἴασιν
πάσης νόσου καὶ πάσης ἀσθενείας, προστασίαν καὶ σκέπην ἀπὸ παντὸς κακοῦ, νίκας
κατὰ τῶν ἐχθρῶν ἡμῶν τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων, εἰρήνην τῷ κόσμῳ, ἄφεσιν
τῶν ἁμαρτιῶν ἡμῶν, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν, ζωὴν τὴν αἰώνιον καὶ τὸ μέγα
ἔλεος. Αὐτῷ γὰρ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».