Τετάρτη 1 Απριλίου 2020

Παρακλητικός Κανόνας σε απειλή λοιμικής ασθένειας



ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΨΑΛΛΟΜΕΝΟΣ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

(Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου)

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἰατρὸς τῶν χαλεπῶς ἀσθενούντων, καὶ ἀντιλήπτωρ τῶν εἰς σὲ ἐλπιζόντων, ὁ πάντας θέλων Κύριε, σωθῆναι τοὺς βροτούς, ἐφ᾿ ἡμᾶς ἐπίβλεψον, ἀπὸ θρόνου σου δόξης, καὶ κραυγῆς ἐπάκουσον, ἐκ βαθέων βοώσης· Ἐκ τοῦ λοιμοῦ ἀπάλλαξον ἡμᾶς, τῆς ἀπειλῆς ὡς Θεὸς πολυεύσπλαγχνος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Ἀλλὰ καὶ νῦν προνοίᾳ σου ἡμᾶς, τοῦ ἐπελθόντος λοιμοῦ διαφύλαξον.