Διάγραμμα – Περίληψη Θέματος Δ' τοῦ Προγράμματος Μελέτης καί Ἑρμηνείας τῆς Ἁγίας Γραφῆς «Ἁγία Γραφή, Ἐκκλησία καί Παράδοση», περιόδου Α', ἔτους 2023-2024.
Κείμενο Εὐαγγελίου: «Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί μὲ λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20 Τάς ἐντολὰς οἶδᾳς· μὴ μοιχεύσης, μὴ φονεύσῃς, μὴ κλέψης, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδών δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπέ· πως δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 25 Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τὶς δύναται σωθῆναι; 27 Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν» (Λουκ. 18, 18-27).