ΚΥΡΙΛΛΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ
ΙΩΑΝΝΗΝ ΑΝΤΙΟΧΕΙΑΣ ΕΠΙΣΤΟΛΗ
«ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ
ΟΙ ΟΥΡΑΝΟΙ»
(433
μ.Χ.)
Τῷ
κυρίῳ μου ἀγαπητῷ
ἀδελφῷ καὶ συλλειτουργῷ Ἰωάννῃ,
Κύριλλος, ἐν Κυρίῳ χαίρειν.
«Εὐφραινέσθωσαν
οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ»·
λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ
καὶ πέπαυται τὸ λυποῦν
καὶ διχονοίας ἁπάσης ἀνῄρηται
τρόπος, τοῦ πάντων ἡμῶν
Σωτῆρος Χριστοῦ ταῖς
ἑαυτοῦ Ἐκκλησίαις τὴν εἰρήνην
βραβεύοντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβέστατων καὶ θεοφιλεστάτων
βασιλέων, οἳ προγονικῆς εὐσεβείας
ἄριστοι ζηλωταὶ γεγονότες, ἀσφαλῆ
μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις
ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ
ποιοῦνται φροντίδα τὴν ὑπὲρ
τῶν ἁγίων Ἐκκλησιῶν,
ἵνα καὶ διαβόητον ἔχωσιν
εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην
ἀποφήνωσι τὴν ἑαυτῶν
βασιλείαν· οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ
διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν
κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ
νικᾶν οὐ γὰρ ἂν διαψεύσαιτο λέγων, ζῶ ἐγώ,
λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με
δοξάσω.
Ἀφικομένου τοίνυν εἰς τὴν
Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ
θεοφιλέστατου ἀδελφοῦ καὶ
συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ
σφόδρα εἰκότως, ὡς ἀνδρὸς
τοιούτου μεσιτεύοντος, καὶ τοῖς ὑπὲρ δύναμιν πονοῖς ἑλόμενου
προσομιλειν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον, καὶ
συνάψῃ τὰ διηρημένα, καὶ τὰ
μεταξὺ διερριμμένα σκάνδαλα περιελών, ὁμονοίᾳ
καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παρ’ ἡμῖν
καὶ τὰς παρ’ ὑμῖν
Ἐκκλησίας. Τίνα μὲν γὰρ
διῄρηνται τρόπον, περιττὸν εἰπεῖν,
χρῆναι δὲ μᾶλλον
ὑπολαμβάνω τὰ τῷ
τῆς εἰρήνης πρέποντα καιρῷ καὶ
φρονεῖν καὶ λαλεῖν. Ἥσθημεν
τοίνυν ἐπὶ τῇ συντυχίᾳ τοῦ
μνηνονευθέντος θεοσεβεστάτου ἀνδρός, ὃς
τάχα που καὶ ἀγῶνας ἕξειν οὐ μικροὺς
ὑπενόησεν, ἀναπείθων ἡμᾶς
ὅτι χρῇ συνάψαι πρὸς
εἰρήνην τὰς Ἐκκλησίας,
καὶ τὸν τῶν ἑτεροδόξων ἀφανίσαι γέλωτα, ἀπαμβλῦναί
τε πρὸς τούτῳ τῆς
τοῦ διαβόλου δυστροπίας τὸ κέντρον. Ἑτοίμως
δὲ οὕτως ἔχοντας εἰς τοῦτο
κατέλαβεν, ὡς μηδένα πόνον ὑποστῆναι
παντελῶς· μεμνήμεθα γὰρ τοῦ
Σωτῆρος λεγοντος, εἰρήνην τὴν
ἐμὴν δίδωμι ὑμῖν,
εἰρήνην τὴν ἐμὴν
ἀφίημι ὑμῖν.
Δεδιδάγμεθα δὲ καὶ λέγειν ἐν προσευχαῖς,
Κύριε ὁ Θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν,
πάντα γὰρ ἀπέδωκας ἡμῖν
ὥστε εἴ τις ἐν
μεθέξει γένοιτο τῆς παρὰ Θεοῦ
χορηγουμένης εἰρήνης, ἀνενδεὴς
ἔσται παντὸς ἀγαθοῦ.
Ὅτι
δὲ περιττὴ παντελῶς
καὶ οὐκ εὐάφορμος ἡ τῶν
Ἐκκλησιῶν διχοστασία γέγονε,
νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ
εὐσεβεστάτου Παύλου ἐπισκόπου χάρτην
προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς
πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι
διαβεβαιουμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν
αὐτόθι θεοφιλεστάτων ἐπισκόπων. Ἔχει
δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς
λέξεσιν ἐντέθειται τῇδε ἡμῶν
τῇ ἐπιστολῇ·
Περὶ
δὲ τῆς Θεοτόκου παρθένου ὅπως καὶ
φρονοῦμεν καὶ λέγομεν τοῦ
τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς
Υἱοῦ τοῦ Θεοῦ, ἀναγκαίως, οὐκ ἐν
προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς
ἄνωθεν ἔκ τε τῶν
θείων Γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν
ἁγίων Πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ
βραχέων ἐροῦμεν, οὐδὲν
τὸ σύνολον προστιθέντες τῇ τῶν
ἁγίων πατέρων τῶν ἐν
Νικαίᾳ ἐκτεθείσῃ πίστει. Ὡς
γὰρ ἔφθημεν εἰρηκότες, πρὸς
πᾶσαν ἐξαρκεῖ καὶ
εὐσεβείας γνῶσιν καὶ
πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν.
Ἐροῦμεν δὲ οὐ
κατατολμῶντες τῶν ἀνεφίκτων,
ἀλλὰ τῇ ὁμολογίᾳ τῆς
οἰκείας ἀσθενείας ἀποκλείοντες
τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς
τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.
Ὁμολογοῦμεν
τοιγαροῦν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν
τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς
λογικῆς καὶ σώματος· πρὸ αἰώνων
μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ
τὴν θεότητα, ἐπ’ ἐσχάτων
δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς
καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς
παρθένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ
Πατρὶ τὸν αὐτὸν κατὰ τὴν
θεότητα, καὶ ὁμοούσιον ἡμῖν
κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις
γέγονε· δι’ ὃ ἕνα Χριστόν, ἕνα Υἱόν,
ἕνα Κύριον ὁμολογοῦμεν.
Κατὰ ταύτην τὴν τῆς
ἀσυγχύτου ἑνώσεως ἔννοιαν
ὁμολογοῦμεν τὴν
ἁγίαν παρθένον Θεοτόκον, διὰ τὸ
τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ
ἐνανθρωπῆσαι καὶ
ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι
ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ
εὐαγγελικὰς καὶ
ἀποστολικὰς περὶ
τοῦ Κυρίου φωνάς, ἴσμεν τοὺς
θεολόγους ἄνδρας τὰς μὲν
κοινοποιοῦντας ὡς ἐφ’
ἑνὸς προσώπου, τὰς δὲ
διαιροῦντας ὡς ἐπὶ
δύο φύσεων· καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ
τὴν θεότητα τοῦ Χριστοῦ,
τὰς δὲ ταπεινὰς κατὰ
τὴν ἀνθρωπότητα αὐτοῦ
παραδιδόντας.
Ταύταις ὑμῶν
ἐντυχόντες ταῖς ἱεραῖς
φωναῖς, οὕτω τε καὶ ἑαυτοὺς
φρονοῦντας εὑρίσκοντες –εἷς
γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα–, ἐδοξάσαμεν
τὸν τῶν ὅλων Σωτῆρα Θεόν, ἀλλήλοις
συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις Γραφαῖς
καὶ τῇ παραδόσει τῶν ἁγίων
ἡμῶν Πατέρων, συμβαίνουσαν ἔχουσι πίστιν αἵ
τε παρ’ ἡμῖν καὶ αἱ παρ’ ὑμῖν
Ἐκκλησίαι. Ἐπειδὴ
δὲ ἐπυθόμην τῶν φιλοψογεῖν
εἰωθότων τινὰς σφηκῶν
ἀγρίων δίκην περιβομβεῖν καὶ
μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ
λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ
οὐκ ἐκ τῆς ἁγίας Παρθένου λέγοντος τὸ ἅγιον
σῶμα Χριστοῦ, δεῖν
ᾠήθην ὀλίγα περὶ
τούτου πρὸς αὐτοὺς εἰπεῖν.
Ὦ
ἀνόητοι, καὶ μόνον εἰδότες
τὸ συκοφαντεῖν, πῶς
εἰς τοῦτο παρηνέχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε τὴν
μωρίαν; Ἔδει γάρ, ἔδει σαφῶς
ἐννοεῖν, ὅτι σχεδὸν ἅπας
ἡμῖν ὁ περὶ τῆς πίστεως ἀγὼν
συγκεκρότηται διαβεβαιουμένοις ὅτι Θεοτόκος ἐστὶν
ἡ ἁγία Παρθένος. Ἀλλ’ εἴπερ
ἐξ οὐρανοῦ καὶ
οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγενῆσθαί
φαμεν τοῦ πάντων ἡμῶν
Σωτῆρος Χριστοῦ, πῶς
ἂν ἔτι νοοῖτο Θεοτόκος; τίνα γὰρ
ὅλως τέτοκεν, εἰ μή ἐστιν
ἀληθές, ὅτι γεγέννηκε κατὰ
σάρκα τὸν Ἐμμανουήλ; Γελάσθωσαν τοίνυν οἱ
ταῦτα περὶ ἐμοῦ
πεφλυαρηκότες. Οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος προφήτης Ἡσαΐας·
«Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ
ἕξει καὶ τέξεται υἱόν,
καὶ καλέσουσι τὸ ὄνομα
αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι
μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός». Ἀληθεύει δὲ
πάντως καὶ ὁ ἅγιος Γαβριὴλ πρὸς
τὴν μακαρίαν Παρθένον εἰπών· «Μὴ
φοβοῦ, Μαριάμ· εὗρες γὰρ
χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν
γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα
αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν
αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν».
Ὅταν
δὲ λέγωμεν ἐξ οὐρανοῦ
καὶ ἄνωθεν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, οὐχ ὡς
ἄνωθεν καὶ ἐξ
οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας
αὐτοῦ σαρκὸς τοιαῦτά
φαμεν, ἑπόμενοι δὲ μᾶλλον
τῷ θεσπεσίῳ Παύλῳ
διακεκραγότι σαφῶς· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς
χοϊκός· ὁ δεύτερος ἄνθρωπος (ὁ
Κύριος) ἐξ οὐρανοῦ». Μεμνήμεθα δὲ καὶ
αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· «Καὶ οὐδεὶς
ἀναβέβηκεν εἰς τὸν
οὐρανόν, εἰ μὴ
ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς
τοῦ ἀνθρώπου»· καίτοι γεγέννηται κατὰ
σάρκα, καθάπερ ἔφην ἀρτίως, ἐκ τῆς
ἁγίας Παρθένου. Ἐπειδὴ
δὲ ὁ ἄνωθεν καὶ ἐξ
οὐρανοῦ καταφοιτήσας Θεὸς Λόγος κεκένωκεν ἑαυτὸν
μορφὴν δούλου λαβὼν καὶ
κεχρημάτικεν υἱὸς ἀνθρώπου, μετὰ τοῦ
μεῖναι ὃ ἦν, τουτέστι Θεός –ἄτρεπτος γὰρ
καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν–,
ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς
ἰδίας σαρκός, ἐξ οὐρανοῦ
λέγεται κατελθεῖν· ὠνόμασται δὲ καὶ
ἄνθρωπος ἐξ οὐρανοῦ,
τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ
αὐτὸς ἐν ἀνθρωπότητι καὶ ὡς
ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς
γὰρ Κύριος Ἰησοῦς
Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται
διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπρᾶχθαί
φαμεν.
Τοὺς
δὲ λέγοντας ὅτι κρᾶσις
ἢ σύγχυσις ἢ φυρμὸς
ἐγένετο τοῦ Θεοῦ
Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ
ὁσιότης ἐπιστομίζειν· εἰκὸς
γάρ τινας καὶ ταῦτα περὶ ἐμοῦ
θρυλεῖν ὡς ἢ πεφρονηκότος ἢ εἰρηκότος.
Ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα
τοῦ φρονῆσαί τι τοιοῦτον,
ὥστε καὶ μαίνεσθαι νομίζω τοὺς
οἰηθέντας ὅλως ὅτι
τροπῆς ἀποσκίασμα περὶ τὴν
τοῦ Θεοῦ Λόγου φύσιν συμβῆναι δύναται· μένει γὰρ
ὅ ἐστιν ἀεὶ
καὶ οὐκ ἠλλοίωται· ἀλλ’ οὐδ’
ἂν ἀλλοιωθείη πώποτε καὶ μεταβολῆς
ἔσται δεκτική. Ἀπαθῆ
δὲ πρὸς τούτῳ τὸν
τοῦ Θεοῦ Λόγον ὑπάρχειν ὁμολογοῦμεν
ἅπαντες, κἂν εἰ
πανσόφως αὐτὸς οἰκονομῶν τὸ
μυστήριον, ἑαυτῷ προσνέμων ὁρῷτο
τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη.
Ταύτῃ τοι καὶ ὁ
πάνσοφος Πέτρος, Χριστοῦ οὖν, φησί, παθόντος ὑπὲρ
ἡμῶν σαρκί, καὶ οὐχὶ
τῇ φύσει τῆς ἀρρήτου
θεότητος. Ἵνα γὰρ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ εἶναι
πιστεύηται, κατ’ οἰκείωσιν οἰκονομικὴν
εἰς ἑαυτόν, ὡς ἔφην,
τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει
πάθη· ὁποῖόν ἐστι τὸ διὰ
τῆς τοῦ προφήτου φωνῆς προαναφωνούμενον ὡς
ἐξ αὐτοῦ· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς
δὲ σιαγόνας μου εἰς ῥαπίσματα,
τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα
ἀπὸ αἰσχύνης ἐμπτυσμάτων».
Ὅτι
δὲ ταῖς τῶν ἁγίων Πατέρων δόξαις ἑπόμεθα πανταχοῦ,
μάλιστα δὲ ταῖς τοῦ μακαρίου καὶ πανευφήμου πατρὸς
ἡμῶν Ἀθανασίου, τὸ κατά τι γοῦν
ὅλως ἔξω φέρεσθαι παραιτούμενοι, πεπείσθω μὲν
ἡ σὴ ὁσιότης, ἐνδοιαζέτω δὲ
τῶν ἄλλων μηδείς. Παρέθηκα δ’ ἂν καὶ
χρήσεις αὐτῶν πολλάς, τοὺς ἐμαυτοῦ
λόγους ἐξ αὐτῶν πιστούμενος, εἰ μὴ
τὸ μῆκος ἐδεδίειν τοῦ γράμματος, μὴ
ἄρα πως γένηται διὰ τοῦτο
προσκορές. Κατ’ οὐδένα δὲ τρόπον σαλεύεσθαι
παρά τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν
Πίστιν, ἤτοι τὸ τῆς
Πίστεως Σύμβολον, παρὰ τῶν ἁγίων ἡμῶν
Πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ
καιρούς, οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς
ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι
τῶν ἐγκειμένων ἐκεῖσε
ἢ μίαν γοῦν παραβῆναι
συλλαβήν, μεμνημένοι τοῦ λέγοντος· «Μὴ μέταιρε ὅρια
αἰώνια, ἃ ἔθεντο
οἱ Πατέρες σου»· οὐ γὰρ
ἦσαν αὐτοὶ
οἱ λαλοῦντες, ἀλλὰ
τὸ Πνεῦμα τοῦ Θεοῦ
καὶ Πατρός, ὃ ἐκπορεύεται
μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ
ἀλλότριον τοῦ Υἱοῦ
κατὰ τὸν τῆς οὐσίας λόγον. Καὶ πρός γε τοῦτο
ἡμᾶς οἱ τῶν ἁγίων μυσταγωγῶν πιστοῦνται
λόγοι· ἐν μὲν γὰρ ταῖς Πράξεσι τῶν ἀποστόλων
γέγραπται· «Ἐλθόντες δὲ κατὰ
τὴν Μυσίαν ἐπείραζον εἰς
τὴν Βιθυνίαν πορευθῆναι· καὶ
οὐκ εἴασεν αὐτοὺς
τὸ Πνεῦμα Ἰησοῦ»· ἐπιστέλλει δὲ καὶ
ὁ θεσπέσιος Παῦλος· «Οἱ
δὲ ἐν σαρκὶ ὄντες
Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς
δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ’ ἐν
Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ
οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις Πνεῦμα Χριστοῦ
οὐκ ἔχει, οὗτος οὐκ
ἔστιν αὐτοῦ».
Ὅταν
δέ τινες τῶν τὰ ὀρθὰ διαστρέφειν εἰωθότων τὰς
ἐμὰς παρατρέπωσι φωνὰς εἰς
τὸ αὐτοῖς δοκοῦν, μὴ
θαυμαζέτω τοῦτο ἡ σὴ ὁσιότης, εἰδυῖα
ὅτι καὶ οἱ
ἀπὸ πάσης αἱρέσεως ἐκ
τῆς θεοπνεύστου γραφῆς τὰς
τῆς ἑαυτῶν πλάνης συλλέγουσιν ἀφορμάς, τὰ
διὰ τοῦ ἁγίου Πνεύματος ὀρθῶς
εἰρημένα ταῖς ἑαυτῶν
κακονοίαις παραφθείροντες, καὶ ταῖς
ἰδίαις κεφαλαῖς τὴν
ἄσβεστον ἐπαντλοῦντες
φλόγα. Ἐπεὶ δὲ μεμαθήκαμεν, ὅτι καὶ
τὴν πρὸς τὸν μακάριον Ἐπίκτητον ἐπιστολὴν
τοῦ πανευφήμου πατρὸς ἡμῶν
Ἀθανασίου, ὀρθοδόξως ἔχουσαν,
παραφθείραντές τινες ἐκδεδώκασιν, ὡς ἐντεῦθεν
ἀδικεῖσθαι πολλούς, διὰ τοῦτο
χρήσιμόν τι καὶ ἀναγκαῖον ἐπινοοῦντες
τοῖς ἀδελφοῖς, ἐξ
ἀντιγράφων ἀρχαίων τῶν
παρ’ ἡμῖν καὶ ἄπλανως ἐχόντων, ἀπεστείλαμεν
τὰ ἴσα τῇ σῇ ὁσιότητι.
Ἐρρωμένον
σε καὶ ὑπερευχόμενον ἡμῶν
ὁ Κύριος διαφυλάξει, τιμιώτατε ἀδελφέ».
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 148-150.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου