ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΩΝ Ζ' ΚΑΙ Η' ΠΡΑΞΕΩΝ
ΤΗΣ ΕΝ
ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(787 μ.Χ.)
Καὶ μετὰ τὴν ἀνάγνωσιν
(τοῦ δογματικοῦ Ὅρου τῆς Συνόδου) ἐπύθοντο οἱ Βασιλεῖς ταῦτα· λεγέτω ἡ ἁγία καὶ
οἰκουμενικὴ Σύνοδος, εἰ κατὰ συναίνεσιν πάντων ὑμῶν ἐξεφωνήθη ὁ ἀναγνωσθεὶς
Ὅρος.
Οἱ δὲ ἐξεβόησαν· οὕτω πιστεύομεν· πάντες οὕτω φρονοῦμεν· πάντες
συναινέσαντες ὑπεγράψαμεν· αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν
Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. Πιστεύοντες
εἰς ἕνα Θεὸν ἐν Τριάδι ἀνυμνούμενον, τὰς τιμίας αὐτοῦ εἰκόνας ἀσπαζόμεθα. Οἱ μὴ
οὕτως ἔχοντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω φρονοῦντες ἐκ τῆς Ἐκκλησίας
ἐκδιωχθήτωσαν. Ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς Καθολικῆς Ἐκκλησίας
ἐπακολουθοῦμεν· ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς Καθολικῆς
Ἐκκλησίας ἀναθεματίζομεν· ἡμεῖς τὴν ἐπείσακτον καινοτομίαν τῶν
χριστιανοκατηγόρων ἀναθεματίζομεν· ἡμεῖς τὰς σεπτὰς εἰκόνας ἀποδεχόμεθα· ἡμεῖς
τοὺς μὴ οὕτως ἔχοντας τῷ ἀναθέματι καθυποβάλλομεν. Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ
τῆς θείας Γραφῆς ῥήσεις, τὰς κατὰ τῶν εἰδώλων, εἰς τὰς σεπτὰς εἰκόνας, ἀνάθεμα.
Τῷ μὴ ἀσπαζομένῳ τὰς ἁγίας εἰκόνας, ἀνάθεμα. Τοῖς ἀποκαλοῦσι τὰς ἱερὰς εἰκόνας
εἴδωλα, ἀνάθεμα. Τοῖς λέγουσιν, ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι
προσέρχονται, ἀνάθεμα. Τοῖς λέγουσιν, ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἄλλος
ἐρρύσατο ἡμᾶς ἐκ τῶν εἰδώλων, ἀνάθεμα. Τοῖς τολμῶσι λέγειν τὴν Καθολικὴν
Ἐκκλησίαν εἴδωλά ποτε δεδέχθαι, ἀνάθεμα. Ὅλοις τοῖς αἱρετικοῖς, ἀνάθεμα. Τῷ
φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα. Τῷ δεχόμενῳ τὰ δυσσεβῆ
τῆς αἱρέσεως αὐτῶν συγγράμματα, ἀνάθεμα. Θεοδοσίῳ τῷ ψευδωνύμῳ ἐπισκόπῳ Ἐφέσου,
ἀνάθεμα. Σισιννίῳ τῷ ἐπίκλην Παστιλλᾷ, ἀνάθεμα. Βασιλείῳ τῷ κακεμφάτῳ τῷ
Τρικακκάβῳ, ἀνάθεμα· ἡ τριὰς τῶν τριῶν τὰ δόγματα καθεῖλεν. Ἀναστασίῳ, Κωνσταντίνῳ
καὶ Νικήτᾳ, τοῖς κατὰ διαδοχὴν τῷ θρόνῳ Κωνσταντινουπόλεως προεδρεύσασιν, ὡς
νέῳ Ἀρείῳ, Νεστορίῳ καὶ Διοσκόρω, ἀνάθεμα. Ἰωάννῃ Νικομηδείας καὶ Κωνσταντίνῳ
Νακωλείας, τοῖς αἱρεσιάρχαις, ἀνάθεμα. Ἐξουδένωσαν τὴν εἰκόνα τοϋ Κυρίου καὶ
τῶν Ἁγίων αὐτοῦ, ἐξουδένωσεν αὐτοὺς ὁ Κύριος. Εἴ τις Χριστὸν τὸν Θεὸν ἡμῶν
περιγραπτὸν οὐχ ὁμολογεῖ κατὰ τὸ ἀνθρώπινον, ἀνάθεμα ἔστω. Εἴ τις τὰς
εὐαγγελικὰς ἐξηγήσεις τὰς στηλογραφικῶς γινομένας οὐ προσίεται, ἀνάθεμα ἔστω.
Εἴ τις οὐκ ἀσπάζεται ταύτας, εἰς ὄνομα τοῦ Κυρίου οὔσας καὶ τῶν Ἁγίων αὐτοῦ,
ἀνάθεμα ἔστω. Εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφον ἢ ἄγραφον ἀθετεῖ,
ἀνάθεμα ἔστω.
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ
Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 241-242.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου