ΨΗΦΟΣ
ΤΗΝ ΕΝ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1638 μ.Χ.
1638 μ.Χ.
(ΚΑΤΑ
ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)
Ψῆφος τῆς ἐν
Κωνσταντινουπόλει συνόδου κατὰ τῶν αἱρετικῶν κεφαλαίων Κυρίλλου τοῦ Λουκάρεως,
τοῦ παραχωρήσει Θεοῦ πατριαρχεύσαντος ἐν Κωνσταντινουπόλει.
Πάντων μὲν τῶν κοινῇ
συντελούντων τοὺς πεπιστευμένους τοῦ πῶς δεῖ φέρεσθαι οἴακας φροντίδα ποιεῖν,
διαφερόντως δὲ τῶν εἰς εὐσέβειαν ἡκόντων θεσμὸς πατρῷος, μᾶλλον δὲ Θεοῦ τοῦ ἐν
προφήταις τὸ τοῦ ποιμνίου δεινὸν ὑπ’ ἀμελείας γεγονὸς ἀπειλοῦντος ἐκ τῶν τῶν
ποιμένων ἐκζητῆσαι χειρῶν πρόσταγμα. Ἐλέγχειν τοίνυν καὶ στηλιτεύειν εἰκὸς τὸ
κακόν, ἵνα μὴ ὑπ’ ἀπειρίας, ὡς ἀγαθοῦ, τούτου ἀντέχωνται οἱ ἁπλούστεροι. Καὶ
ταῦτα ὁ τόδε προστιθέμενος οὐ γυμνόν, ἀλλ’ ὡς ἀγαθόν, κουφολογίαις τισὶ καὶ
δολίοις προστίθεται παραπετάσμασι. Τοιαῦτα γὰρ τοῦ ἀρχεκάκου ἐχθροῦ ἀρχῆθεν ἦν
καὶ τῶν αὐτοῦ ὀπαδῶν τὰ μηχανήματα. Ἐπειδὴ οὖν τοιοῦτος ἦν ἐν τοῖς δόγμασιν ὁ
θανατηφόρου ἰοῦ μεμεστωμένος, ὁ περὶ τὰ καίρια ἀνιάτως νοσήσας καὶ ἀθέως τε καὶ
ἀθέσμως πατριαρχεύσας πρὸ ὀλίγου ἐν Κωνσταντινουπόλει Λούκαρις Κύριλλος, - (οὐ
μόνον γὰρ ξένα τοῦ ὀρθοῦ ἐφρόνει λόγου τῆς πίστεως, ἀλλὰ καὶ κακούργως
ὑπεκρίνετο πρὸς τοὺς μὴ ἀρτίους τὴν φρένα καὶ βεβηκότας τὸ νοῦν ὁμολογεῖν τὰ
ἔκπαλαι ὀρθὰ τῆς ἀμώμου Ἀνατολικῆς Ἐκκλησίας διδάγματα, ὥστε ἐκ τοιαύτης
συνέβαινεν ὑπουλότητος προστρίβεσθαι τὸ αἶσχος τῆς οἰκείας ἀπάτης τῷ ὀρθῷ λόγῳ
τῆς πίστεως), - κατεπειγούσῃ ἀνάγκῃ οἱ νῦν ἐν τῇ βασιλευούσῃ τῶν πόλεων θείᾳ
προνοίᾳ τυχόντες, ὡς περὶ τῶν τοιούτων δοῦναι λόγον μέλλοντες, Πατριάρχαι καὶ
τῶν λοιπῶν ἀρχιερέων χορός, δεῖν ᾠήθημεν κατὰ τὸν τῶν ἱερῶν καὶ πνευματοφόρων
πατέρων, τῶν κατὰ καιροὺς ἀναγκαίους ἐν συνόδοις διαπρεψάντων, θεσμὸν καὶ τύπον
δημοσιεῦσαι τοῦτον τοῖς πᾶσι, καὶ ἀναθέματι καθυποβαλεῖν· καὶ ἔτι (ἵνα μὴ τὸ
ἀκριβὲς τῆς ἀληθείας ὑπό τινων ἀτάκτως περιηχούντων διακρούηται) τῷ αὐτῷ δεσμῷ
παραδοῦναι τοὺς ὡς εὐσεβεῖς ἀποδεχομένους τὰς αὐτοῦ δικαιολογίας.
Κυρίλλῳ τοὐπίκλην
Λουκάρει, τῷ πᾶσαν τὴν τοῦ Χριστοῦ Ἀνατολικὴν Ἐκκλησίαν ἐν τῇ τῶν παρανόμων
αὐτοῦ κεφαλαίων ἐπιγραφῇ καλβινοφρονοῦσαν συκοφαντήσαντι, ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι τὴν τοῦ Χριστοῦ ἁγίαν Ἐκκλησίαν ἐνδεχόμενον εἷναι ψεύδεσθαι -
φησὶ γὰρ ἐν τῷ δευτέρῳ αὐτοῦ κεφαλαίῳ, ταύτην μὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος
διδάσκεσθαι, ἀλλ’ ὑπ’ ἀνθρώπου, καὶ τὸν ἄνθρωπον ἐνδεχόμενον ἁμαρτῆσαι ἐξ
ἀγνοίας καὶ ἀπατῆσαι καὶ ἀπατηθῆναι· ἐν δὲ τῷ δωδεκάτῳ τῶν αὐτοῦ κεφαλαίων,
ἀληθὲς καὶ βέβαιόν ἐστιν ἐν τῇ ὁδῷ δύνασθαι ἁμαρτάνειν τὴν Ἐκκλησίαν, καὶ ἀντὶ
τῆς ἀληθείας τὸ ψεῦδος ἐκλέγεσθαι· - ἐπεὶ ἐκ τοιούτων ἐρεσχελιῶν, μᾶλλον δὲ ἐκ
τοιαύτης σαφοῦς μανίας, ἀναγκαίως ἂν συμπερανθείη, τὸν θεάνθρωπον Ἰησοῦν, τὴν
αὐτοαλήθειαν, ψεύδεσθαι, καὶ μεθ’ ἡμῶν, ἤτοι μετὰ τῆς Ἐκκλησίας, ἕως τῆς
συντελείας τοῦ αἰῶνος μὴ διατελεῖν, ὡς ὑπέσχετο, καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα μὴ
λαλεῖν ἐν αὐτῇ, καὶ πύλας ᾅδου (δηλαδὴ αἱρέσεις ἀθέων) κατισχύειν τῆς Ἐκκλησίας·
καὶ πρὸς τούτοις ἀμφιβάλλειν καὶ ἐνδοιάζειν ἕκαστον, εἰ ἀληθὲς τὸ ἀνὰ χεῖρας
θεῖον εὐαγγέλιόν ἐστι τὸ ἐκ Πνεύματος ἁγίου, ἅτε ὑπὸ τῆς Ἐκκλησίας παραδοθέν,
καὶ μὴ ἕτερον· ἐνδεχόμενον γάρ φησιν ἀπατῆσαι καὶ ἀπατηθῆναι τὴν Ἐκκλησίαν καὶ
ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος ἐκλέγεσθαι· τῷ τοιούτῳ, φαμέν, παγκακίστῳ αἱρετικῷ
ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, τοὺς μὲν τὸν ἀγαθὸν Θεὸν πρὸ καταβολῆς κόσμου ἐκλέξαι εἰς
δόξαν, καὶ προορίσαι ἔργων χωρίς, τοὺς δὲ πρὸ τοῦ τὸν αἰῶνα γενέσθαι
ἀποβεβληκέναι αἰτίας χωρίς, καὶ μηδαμῶς τὰ ἔργα ἀρκετὰ εἶναι ἀντιμισθίαν
αἰτῆσαι ἐν τῷ τοῦ Χριστοῦ βήματι, ὡς ἀρίδηλον ἐν τῷ τρίτῳ καὶ τρισκαιδεκάτῳ
αὐτοῦ κεφαλαίοις· ἐπεὶ συμβαίνει ἢ αἴτιον τὸν Θεὸν κακοῦ εἶναι καὶ ἄδικον, ἢ μὴ
δύνασθαι πάντας τοὺς ἐπὶ τῷ αὐτῷ παραπτώματι τοῦ Ἀδὰμ ὑπευθύνους σῶσαι· καὶ
πρὸς τούτοις ψεύδεσθαι τὰ εὐαγγέλια, «ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν»[1] καὶ «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν»[2] λέγοντα· καὶ τὸ τοῦ
Χριστοῦ στόμα Παῦλον καὶ τὸν τοῦ Χριστοῦ ἀδελφὸν Ἰάκωβον, τὸν μὲν μὴ τοὺς
ἀκροατὰς τοῦ νόμου, ἀλλὰ τοὺς ποιητὰς δικαίους εἶναι νομοθετοῦντα[3], τὸν δέ, τὴν πίστιν χωρὶς ἔργων εἶναι νεκράν[4], ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, ἐσκιασμένως ἄγαν καὶ δολίως, ἐν τῷ ὀγδόῳ αὐτοῦ κεφαλαίῳ, μὴ
τοὺς ἁγίους μεσίτας καὶ πρέσβεις ὑπὲρ ἡμῶν πρὸς Θεὸν εἶναι, τῷ λέγειν μεσίτην
μόνον τὸν Ἰησοῦν καὶ μόνον κήδεσθαι τῶν ἰδίων, ὡς ἀναιρέτῃ πολλῶν λογίων τοῦ
Πνεύματος, (φησὶ γὰρ ὁ Θεός, «ὑπερασπιῶ τῆς πόλεως ταύτης διὰ Δαβὶδ τὸν παῖδά
μου»[5], καὶ οἱ ἐν καμίνῳ εὐαγεῖς παῖδες, «μὴ
παραδῴης ἡμᾶς εἰς τέλος δι’ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν
δοῦλόν σου Ἰσραὴλ τὸν ἅγιόν σου»[6], καὶ Πέτρος δέ φησι,
«σπουδάσω δὲ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνείαν
ποιεῖσθαι»[7]· πῶς γὰρ σπουδάσει μετὰ τὴν ἔξοδον, εἰ μὴ
πρεσβεύων καὶ πρὸς Θεὸν δεόμενος; ἀλλὰ καὶ ὁ τῆς ἁγίας μεγάλης καὶ
οἰκουμενικῆς ἑβδόμης συνόδου τῆς ἐν Νικαίᾳ ὅρος νομοθετεῖ, «ἁπάσας τὰς
ἐκκλησιαστικὰς ἐγγράφως ἢ ἀγράφως τεθεσπισμένας ἡμῖν παραδόσεις ἀκαινοτομήτως
φυλάττειν»[8] ἐν ἐπιτιμίῳ ἀναθέματος, ὧν ἐστι μία καὶ ἡ
τῶν ἁγίων ἐπίκλησις, ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, μὴ πάντα ἄνθρωπον αὐτεξούσιον εἶναι, ὡς ἐναργὲς ἐν τῷ δεκάτῳ
αὐτοῦ τετάρτῳ κεφαλαίῳ, ἀλλὰ ἐξουσίαν ἔχειν ἕκαστον ἁμαρτίαν ποιεῖν, ἀγαθὸν δὲ
μηδαμῶς, ὡς ἀναιροῦντι τὰς προφητικὰς καὶ εὐαγγελικὰς θεσπεσίας φωνὰς τοῦ
Πνεύματος, «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου»[9], καὶ «προσέλθετε πρὸς
αὐτὸν καὶ φωτίσθητε»[10], «ὅστις θέλει ὀπίσω
μου ἀκολουθεῖν»[11], «δεῦτε πρός με
πάντες»[12], καὶ τὰ ὅμοια· πρὸς τούτοις τὰς πρὸς τὸ
ἀγαθὸν ὁσημέραι παραινέσεις, ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, μὴ εἶναι ἑπτὰ τὰ τῆς Ἐκκλησίας μυστήρια, ἤγουν βάπτισμα,
χρῖσμα, μετάνοιαν, εὐχαριστίαν, ἱερωσύνην, εὐχέλαιον καὶ γάμον, κατὰ τὴν τοῦ
Χριστοῦ διάταξιν καὶ τὴν τῶν Ἀποστόλων παράδοσιν, τήν τε τῆς Ἐκκλησίας
συνήθειαν, ἀλλὰ ψευδομένῳ μὴ παραδεδόσθαι ὑπὸ τοῦ Χριστοῦ ἐν τῷ εὐαγγελίῳ, εἰ
μὴ δύο μόνον, τό τε βάπτισμα καὶ τὴν εὐχαριστίαν, ὥς ἐστιν ἰδεῖν ἐν τῷ δεκάτῳ
πέμπτῳ αὐτοῦ κεφαλαίω, ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, μὴ μεταβάλλεσθαι τὸν ἐπὶ τῆς προθέσεως ἄρτον καὶ ἔτι τὸν οἶνον
διὰ τῆς τοῦ ἱερέως εὐλογίας καὶ Πνεύματος ἁγίου ἐπιφοιτήσεως εἰς ἀληθὲς σῶμα
καὶ αἷμα Χριστοῦ, (γέγραπται γὰρ ἐν τῷ δεκάτῳ ἑβδόμῳ τῶν αἱρετικῶν κεφαλαίων,
τὸ σῶμα τοῦ Κυρίου οὐκ ἔστιν, ὅπερ ἐν τῷ μυστηρίῳ τοῖς ὀφθαλμοῖς ὁρᾶται καὶ
λαμβάνεται)· ὡς παραβάτῃ τῶν σαφῶν τοῦ Πνεύματος λογίων καὶ ἐθελοκάκως τοῦ
θεανθρώπου διδασκάλου μὴ ἀκούοντι· «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ
ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»[13], καὶ «ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ
αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ»[14], καὶ «λάβετε, φάγετε,
τοῦτό ἐστι τὸ σῶμά μου», καὶ «πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου»[15], καὶ τοῦ μέχρι τρίτου οὐρανοῦ ἁρπαγέντος
Παύλου, «ἔλαβεν ἄρτον, λέγοντος, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε,
φάγετε, τοῦτό μού ἐστι τὸ σώμα· καὶ πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά
μου»[16]· καὶ ἔτι τῶν πνευματοφόρων τριακοσίων δέκα
καὶ ὀκτὼ θεοφόρων πατέρων τῶν ἐν Νικαίᾳ ἐκκλησιαστικῶν διατυπώσεων θεσπιζομένων
αὐταῖσι λέξεσι· «πίστει νοήσωμεν κεῖσθαι ἐπὶ τῆς ἱερᾶς ἐκείνης τραπέζης τὸν
ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀθύτως ὑπὸ τῶν ἱερέων
θυόμενον, καὶ τὸ τίμιον αὐτοῦ σῶμα καὶ αἷμα ἀληθῶς λαμβάνειν»· καὶ πρὸς τούτοις
παραβλέποντι τὴν σύμφωνον θεσμοθεσίαν τοῦ Πνεύματος, τὴν ὑπὸ τῆς μεγάλης ἑβδόμης
Συνόδου γεγενημένην, (ὡς ἔστιν ἰδεῖν ἐν τῇ ἕκτῃ πράξει, τόμῳ τρίτῳ), ἀριδήλως
λέγουσαν, «μετὰ τὸν ἁγιασμὸν σῶμα κυρίως καὶ αἷμα λέγονται καὶ εἰσὶ καὶ
πιστεύονται», ἀνάθεμα.
Κυρίλλῳ δογματίζοντι
καὶ πιστεύοντι, κεκαλυμμένως πως ἐν τῷ δεκάτῳ, ὀγδόῳ αὐτοῦ κεφαλαίῳ, μὴ μετὰ
θάνατον τοῖς εὐσεβεῖ λήξει καὶ μετανοίᾳ κεκοιμημένοις ὠφελεῖν τὰς παρὰ τῶν
οἰκείων γενομένας ἐλεημοσύνας καὶ τὰς τῆς Ἐκκλησίας ὑπὲρ τούτων δεήσεις, ὡς
δῆθεν τῶν μὲν δικαίων ἀπολαυόντων τὴν τελείαν ἀπόλαυσιν, τῶν δὲ ἁμαρτωλῶν τὴν
παντελῆ κατάκρισιν, καὶ ἔτι τὴν κοινὴν μέλλουσαν ἐν τῇ ἐσχάτῃ φοβερᾷ ἡμέρᾳ
κρίσιν καὶ ἀνταπόδοσιν ἀναιροῦντι, ὅπερ ξένον τῶν τε θεοπνεύστων Γραφῶν καὶ
τῆς πάνυ τῶν θεολόγων διδασκαλίας, ἀνάθεμα.
Κυρίλλῳ, τῷ κακίστῳ
νέῳ εἰκονομάχῳ, ἀνάθεμα.
Κυρίλλῳ, τῷ τὴν τῶν
σεπτῶν εἰκόνων τιμὴν καὶ σχετικὴν προσκύνησιν ἀθετοῦντι, καὶ βουλομένῳ μὲν
καθελεῖν αὐτήν, μὴ δυναμένῳ δέ, ὡς ἐν τῇ τετάρτῃ αὐτοῦ ἀποκρίσει ὁμολογεῖ,
ἀνάθεμα.
Κυρίλλῳ, τῷ ἐν τῇ
τετάρτῃ ἐρωτήσει ματαιολογίας καλοῦντι τὰ περὶ τῶν ἁγίων εἰκόνων τεθεσπισμένα
ὑπὸ τῶν ἁγίων συνόδων, καὶ διὰ τοῦτο καταφρονοῦντι τῆς ἱερᾶς, ἁγίας τε καὶ
θεοπνεύστου ἑβδόμης συνόδου τῆς ἐν Νικαίᾳ συναθροισθείσης τὸ δεύτερον, ἀνάθεμα.
Τοῖς ἀναγνώσκουσι τὰ
ψευδηγόρως γραφέντα κεφάλαια ἐπ’ ὀνόματι τῆς Ἀνατολικῆς Ἐκκλησίας Κυρίλλου
Λουκάρεως ὡς δή τι καὶ ὀρθὸν περιέχοντα καὶ ἐξ αὐτῶν τὸν ἐγκεκρυμμένον αὐτοῖς
ἰὸν ἀπαρρυομένοις· εἰ γὰρ καί τι ἐν τοῦ τοῖς ἐπιπολαίως ἔοικεν εὐσεβές, ἀλλὰ
ἔνδοθεν ἐξ ἀπροόπτου ἀναφύεται αἵρεσις, ἀνάθεμα.
Τοῖς ἀπιστοῦσι τῇ τῆς
ἁγίας ταύτης συνόδου κατ’ αὐτοῦ τοῦ Κυρίλλου νομίμῳ τε καὶ ἐνθέσμῳ ἀποφάσει,
καὶ λέγουσιν ἢ φρονοῦσιν αὐτὸν εὐσεβῆ, τὴν δὲ τῆς Ἐκκλησίας ταύτην σύνοδον
ψεύδεσθαι κατ’ αὐτοῦ, ἀνάθεμα.
Ἐν ἔτει σωτηρίῳ
,αχλη΄, μηνὶ Σεπτεμβρίῳ εἰκοστῇ τετάρτη, Ἰνδικτιῶνος ζ΄.
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Β΄, ἐν Ἀθήναις 1953,
σ. 572-575.
[1] Ματθ. 25,35.
[2] Ματθ. 25,34.
[3] Ῥωμ. 2,13.
[4] Ἰακ. 2,20, 26.
[5] Δ΄ Βασ. 20,6.
[6] Δαν. 3,10 προσευχῆς.
[7] Β΄ Πετρ. 1,15.
[8] Ὅρος Πίστεως Ζ΄
Οἰκουμενικῆς Συνόδου.
[9] Ἡσ. 1,19.
[10] Ψαλμ. 33,6.
[11] Μάρκ. 8,34.
[12] Ματθ. 11,28.
[13] Ἰωάν. 6,53.
[14] Ἰωάν. 6,56.
[15] Ματθ. 26,27.
[16] Α΄ Κορ. 11,23.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου