ΜΗΤΡΟΦΑΝΟΥΣ
ΚΡΙΤΟΠΟΥΛΟΥ
ΕΠΙΣΤΟΛΗ
(ΠΕΡΙ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΟΜΟΛΟΓΙΑΣ ΑΥΤΟΥ)
1625
μ.Χ.
Τοῖς πολυμαθεστάτοις
καὶ σοφωτάτοις καὶ πανταχοῦ περιφανεστάτοις διδασκάλοις, ἀπαγγελταῖς τε καὶ
καθηγηταῖς ἐν πρώτοις τῆς ἱερᾶς καὶ ἁγίας Θεολογίας, εἶτα τῆς μεγαλοπρεποῦς Φιλοσοφίας,
τῆς φιλανθρώπου Ἰατρικῆς, τῆς δικαίας Νομικῆς, τῆς εὐτάκτου Ῥητορικῆς,
γλαφυρότητός τε καὶ κομψότητος Ἑλληνικῆς, Ἑβραϊκῆς καὶ Λατινικῆς γλώσσης, καὶ
συνελόντι φάναι, πᾶσι τοῖς προὔχουσιν ἐν τῇ λαμπροτάτῃ Ἀκαδημίᾳ Ἰουλίᾳ τῇ ἐν
Ἑλμαιστάδῃ, χάριν καὶ ἔλεος, πᾶσάν τε δόσιν ἀγαθὴν καὶ πᾶν δώρημα τέλειον παρὰ
τοῦ ἑνὸς τρισυποστάτου καὶ ὁμοουσίου Θεοῦ.
Ὅσος μὲν ὁ καρπός, ὃν
αἱ Ἀκαδημίαι προΐσχονται, καὶ ἡλίκη ἡ ἀπὸ τούτων ὄνησις, οὐδένα οἶμαι τῶν
ὁπωσοῦν Ἀκαδημίαις ἐνδιατριψάντων ἀγνοεῖν. Ἀλλ’ οὐδ’ ἀξίως ἐπαινέσαι ταύτας καὶ
τοῖς ἐγκωμίοις ἐπάραι καὶ γλώσσῃ μικρᾷ τηλικοῦτον πρᾶγμα παραστῆσαι, πείθομαί
τινα ἱκανὸν εἶναι. Ἀπορεῖ γάρ «τὶ πρῶτον καταλέξγει, ἐπεὶ πάρα μυρία εἰπεῖν»,
ἅπερ ἐκεῖθεν τρυγῶσιν οἱ φοιτῶντες, ἠθῶν κοσμιότητα, σωφροσύνης καὶ φιλανθρωπίας
ἄσκησιν, ἐλευθέρων τεχνῶν μάθησιν, πολιτείας εὔτακτον κυβέρνησιν, οἰκονομίας
ἐπιμέλειαν, τελευταῖον δὲ καὶ πρὸ πάντων τὴν γνῶσιν τῆς εἰς οὐρανὸν φερούσης
ἀτραποῦ, ἣν αὐτοῖς τε βαδίζειν ἀσφαλῶς ἔξεστι καὶ τοῖς ἀγνοοῦσιν ἡγεῖσθαι
καθάπερ λύχνος καὶ χειραγωγία τούτοις γιγνόμενοι. Ταῦτα τοίνυν αἱ Ἀκαδημίαι
προφέρουσι καὶ τούτοις δεξιοῦνται τοὺς αὑτῶν ἐραστάς. Ἡ δ’ ὑμετέρα αὕτη
Ἀκαδημία Ἰουλία, ἡ λαμπροτάτη καὶ περιφανεστάτη, ᾗς δ’ ἤτοι κλέος ἐστὶν ὅσον
ἐπικίδναται ἠώς, ἣν ᾠκοδόμησε μὲν <καί> ἐπόλισεν ὁ περιφανέστατος ἐκεῖνος
Ἰούλιος ὁ τῆς Βρουνοπόλεως καὶ τῶν ἑξῆς ἐννομώτατος ἄρχων,
τῷ δ’ οὔπω τις ὅμοιος
ἐπιχθόνιος γένετ’ ἀνήρ,
κοσμῆσαι θ’ ἵππους καὶ
ἀνέρας ἱπποκορυστάς,
ἐπιμελοῦνται δὲ ταύτης
μεγαλοπρεπῶς πάσῃ σπουδῇ καὶ προθυμίᾳ οἱ ἐκείνου γνήσιοι διόδοχοι, μέχρι καὶ
τοῦ νῦν γαληνοτάτου ἄρχοντος καὶ ἡγεμόνος κυρίου Φριδερέχου Οὐλδερίχου,
ὃν ῥά τε φασὶ περὶ
φρένας ἔμμεναι ἄλλον, καὶ
ὃς βουλῇ μετὰ πάντας
ὁμήλικας ἔπλετ’ ἄριστος,
ὁ κἀμὲ διὰ τῆς ὑμῶν
ἐντεύξεως πλείστης εὐνοίας καὶ φιλανθρωπίας ἀξιώσας. Αὕτη τοίνυν ἡ τοιούτων
οἰκιστῶν εὐμοιροῦσα Ἀκαδημία δοκεῖ μηδεμιᾷ τῶν ὑφ’ ἥλιον Ἀκαδημιῶν τῶν πρωτείων
παραχωρεῖν, τό γε εἰς σπουδὴν καλῶν μαθημάτων καὶ πάσης ἀρετῆς ἐπιμέλειαν ἧκον.
Κοσμεῖ δὲ ταύτην πρὸ πάντων ἡ περιβόητος φήμη τῶν ἐν αὐτῇ διδασκάλων καὶ καθηγητῶν
πάσης λογικῆς τέχνης καὶ ἐπιστήμης, οὐ μόνον ἡ τῆς κατὰ τὴν μάθησιν καὶ
διδασκαλίαν ὑπεροχῆς φήμη, <ἀλλὰ καί> ἡ τῆς κατὰ τὸν βίον ἀρετῆς καὶ
σπουδαίας πολιτείας, ᾗ δὴ ἀξιαγάστῳ πολιτείᾳ τῶν καθηγητῶν, ὥσπερ κανόνι
ἀκριβεστάτῳ στοιχοῦντες οἱ τρόφιμοι καὶ μαθηταὶ ταυτησὶ τῆς περιφανεστάτης
Ἀκαδημίας Ἰουλίας, οὐκ ἔσθ’ ὅτι μὴ πολλὴν τὴν σπουδὴν ἐπὶ τὰ καλὰ καὶ πᾶσαν
ἐπιείκειαν καὶ εὐπείθειαν πρὸς τοὺς προὔχοντας ἀριδήλως ἐμφαίνουσι.
Ταύτῃ τοίνυν τῇ
περιφανεστάτῃ Ἀκαδημίᾳ προσελθὼν ἑγώ, (οὔκουν ἄνευ θείας προνοίας, ὡς ἐμαυτὸν
πείθω), καὶ πλείστης εὐνοίας καὶ φιλοξενίας ἀξιωθεὶς παρ’ ὑμῶν ἁπάντων, ἐπῆλθέ
μοι πολλάκις ἆσαι τὸ τοῦ ἱεροψάλτου Δαυΐδ, «καθάπερ ἠκούσαμεν, οὕτω καὶ
εἴδομεν». Πρὸ πάλαι μὲν γὰρ ἤμην ἀκηκοὼς τὴν πολυμάθειαν καὶ εὐταξίαν τῆς ἐν
Ἑλμαιστάδῃ Ἀκαδημίας, ἐλθὼν δέ, οὐχ ὅπως οὐκ ἔλαττον ὧν ἀκήκοα, ἀλλὰ πολλῷ
πλείονα καὶ πλείστων ἐγκωμίων ἄξια τεθέαμαι καὶ μεγαλοπρεπεστάτης εὐνοίας
ἠξίωμαι. Ἥτις τοιαύτη μοι ὑπῆρξεν, ὥστε με πολλάκις ἀπορῆσαι, τίσι τρόποις ἢ
τίσι ῥήμασι γοῦν ταύτην ἀμείψασθαι. Ὡς δὲ τοῦτο παντελῶς ἀδύνατον ἐδόκει μοι,
(τί γὰρ ἂν ἰσόῤῥοπον τῆς ὑμῶν πρός με φιλοξενίας καὶ μεγαλοπρεποῦς ἀποδοχῆς
ἀντεισενεγκεῖν δυναίμην ξένος καὶ ἀπόδημος ὤν;), ἔγνων δεῖν εἰς τὸν δεύτερον,
ὃ λέγεται, πλοῦν ἀποβλέψαι, παριστάνων ὑμῖν, εἰ καὶ μηδὲν ἄλλ’, ἀλλὰ γοῦν
τοὐμὸν πρὸς ὑμᾶς πρόθυμον καὶ σπουδαῖον διὰ τῆς ὑπακοῆς καὶ εὐπειθείας· δηλαδὴ
μὴ ἐν δευτέρῳ θεῖναι τὴν ὑμετέραν αἴτησιν, ἀλλὰ ταύτην σπουδῇ καὶ προθυμίᾳ
πολλῇ, τό γε εἰς ἐμὲ ἧκον, εἰς πέρας ἀγαγεῖν. Ἦν δ’ αὕτη, ἐγγράφως ὑμῖν
παραστῆσαι τήν τε κατάστασιν τῆς Ἀνατολικῆς Ἐκκλησίας, καὶ ὅπως τὰ περὶ τὴν
ἁγίαν καὶ ἀμώμητον τῶν πάλαι χριστιανῶν διδασκαλίαν διάκειται, τό γε νῦν ἔχον,
ὑπὸ ζυγὸν πικρᾶς καὶ βαρβαρικῆς τυραννίδος τελοῦσα. Ἐγὼ δέ, καίπερ τοὐπίταγμα
ὁρῶν μεῖζον ἢ κατ’ ἐμὴν δύναμιν, ἀνεβαλλόμην πρὸς τοὔργον· ὅμως ἡ προθυμία ἡ
πρὸς τὸ ὑμᾶς οἷς ἂν δυναίμην χρεωστικῶς ἀμείψασθαι, δοκεῖ περιγενέσθαι τῆς ἐμῆς
ἀσθενείας. Ἐπικαλεσάμενος τοίνυν τὴν τοῦ Ἐσταυρωμένου βοήθειαν καὶ ταύτῃ ὅλως
πεποιθώς, ἐκτέθεικα τὸ περὶ τῆς Ἐκκλησίας Ἐκείνου, ἣν αὐτὸς ἐν τῷ σταυρῷ ἀναβὰς
καὶ τὰς τὸν Ἀδὰμ πλαστουργησάσας χεῖρας ἐκπετάσας πανταχόθεν συνελέξατο.
Ἐκτέθεικα δὲ ἀρξάμενος ὅθεν ἔδει, ἔδει δὲ πάντως ἀπὸ τῆς τῶν πάντων ἀρχῆς τὴν
ἀρχὴν ποιῆσαι. Ἀρχὴ δὲ τῶν ὅλων ὁ ἐν Τριάδι Θεός. Εἶτα περὶ τῆς τοῦ κόσμου
δημιουργίας καὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ ἐκπτώσεως, περί τε τοῦ διὰ Μωσέως
νόμου καὶ περὶ τῆς ὑπὲρ ἡμῶν τοῦ Θεοῦ οἰκονομίας· εἶτα βραχέα περὶ ἐκλογῆς καὶ
προορισμοῦ καὶ τῆς τῶν ἐντολῶν τηρήσεως· πρὸς τούτοις περὶ τῶν ἁγίων μυστηρίων
καὶ τῆς τούτων δυνάμεώς τε καὶ χρήσεως· ἑξῆς περὶ παραδόσεων ἐκκλησιαστικῶν
ἀρχαίων καὶ παλαιοτάτων· μεθ’ ἃ πάντα τὰς θλίψεις καὶ στενοχώριας καὶ
πειρασμοὺς τῆς Ἀνατολικῆς Ἐκκλησίας ἐν βραχεῖ ἐξετραγώδησα. Εἰ δὲ λίαν συντόμως
καὶ ἀφελῶς ταῦτά μοι γέγραπται, ἀντιβολῶ πάντας ὑμᾶς, μή μου παρὰ τοῦτο
ὀκνηρίαν ἢ ἄλλην τινὰ μομφὴν κατασκεδάσαι. Τὴν μὲν γὰρ τῆς φράσεως ἀφέλειαν
ἐπραγματευσάμην ἐξεπίτηδες, ἵν’ εὐκατάληπτον ᾖ πᾶσι τουτὶ τὸ τεῦχος, ἀλλὰ μὴ τῇ
τοῦ χαρακτῆρος κομψότητι καὶ περιέργῳ γλαφυρότητι ἀμαυροῦται ἡ τῶν
περιεχομένων διάνοια· τῆς δὲ ἄγαν συντομίας καὶ βραχυλογίας οὐ μόνον ἡ ἀνάγκη
αἰτία μοι ὑπῆρξε, τοῦ τε ἐν ὁδοιπορίᾳ εἶναι καὶ ποικίλοις νοσήμασι τρύχεσθαι,
ἀλλὰ πολλῷ μᾶλλον ἡ ὑμετέρα πολυμάθεια καὶ ἀγχίνοια. Πρὸς τοιούτους γὰρ καὶ
τηλικούτους ἄνδρας τὸν λόγον ποιουμένῳ, οὔ μοι πολλῶν ῥημάτων ἐδέησεν, ἐνὸν διὰ
βραχέων τὸ πᾶν ὑμῖν γνωσθῆναι. «Δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται», φησὶν
ὁ Σολομών.
Δέομαι τοίνυν καὶ
ἱκετεύω πάντας ὑμᾶς ἀσμένως τουτὶ τὸ πονημάτιον δέξασθαι, ἀποβλέποντας οὐ πρὸς
τὸ ἔργον, ἀλλὰ μᾶλλον πρὸς τὴν προθυμίαν τοῦ ἐργασαμένου, ἥτις μεγάλη μὲν δοκεῖ
πρὸς τὸ ὑμῖν ἐν πᾶσι χαρίσασθαι, μὴ ἔχουσα δὲ τὴν δύναμιν συμπαρεκτεινομένην,
ἀθυμεῖ μὲν καὶ ἀσχάλλει, ἀλλ’ οὔ τι τῶν κατὰ δύναμιν ἀμελεῖ ἢ ἀμελήσει γέ ποτε.
Ἐπὶ τούτοις ἐῤῥῶσθαι πάντας ὑμᾶς εὔχομαι καθ’ ἑκάτερον τὸν ἄνθρωπον ἐν κυρίῳ
Ἰησοῦ Χριστῷ τῷ Θεανθρώπῳ Σωτῆρι.
Ἐν Ἑλμαιστάδῃ, ἔτει
τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς καταλλαγῆς αχκε΄, Σκιῤῥοφοριῶνος δευτέρα ἐπὶ δέκα.
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953
σ. 496-498.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου