ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ
ΛΑΟΔΙΚΕΙᾼ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(360 μ.Χ.)
Κανὼν 6: Περὶ τοῦ μὴ
συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπιμένοντας τῇ
αἱρέσει[1].
Κανὼν 7: Περὶ τοῦ τοὺς
ἐκ τῶν αἱρέσεων, τοὐτέστι Ναυατιανῶν, ἤτοι Φωτεινιανῶν, ἢ Τεσσαρεσκαιδεκατιτῶν,
ἐπιστρεφομένους, εἴτε κατηχομένους, εἴτε πιστοὺς τοὺς παρ’ ἐκείνοις, μὴ
προσδέχεσθαι, πρὶν ἀναθεματίσωσι πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ ἐν ᾗ κατείχοντο· καὶ
τότε λοιπὸν τοὺς λεγομένους παρ’ αὐτοῖς πιστούς, ἐκμανθάνοντας τὰ τῆς πίστεως
σύμβολα, χρισθέντας τε τῷ ἁγίῳ χρίσματι, οὕτω κοινωνεῖν τῶν μυστηρίων τῶν ἁγίων[2].
Κανὼν 8: Περὶ τοῦ τοὺς
ἀπὸ τῆς αἱρέσεως τῶν λεγομένων Φρυγῶν ἐπιστρέφοντας, εἰ καὶ ἐν κλήρῳ νομιζομένῳ
παρ’ αὐτοῖς τυγχάνοιεν, εἰ καὶ μέγιστοι λέγοιντο, τοὺς τοιούτους μετὰ πάσης
ἐπιμελείας κατηχεῖσθαί τε καὶ βαπτίζεσθαι ὑπὸ τῶν τῆς Ἐκκλησίας ἐπισκόπων τε
καὶ πρεσβυτέρων.
Κανὼν 9: Περὶ τοῦ μὴ
συγχωρεῖν εἰς τὰ κοιμητήρια ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν
ἀπιέναι τοὺς τῆς Ἐκκλησίας εὐχῆς ἢ θεραπείας ἕνεκα, ἀλλὰ τοὺς τοιούτους, ἐὰν
ὦσι πιστοί, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός, μετανοοῦντας δὲ καὶ
ἐξομολογουμένους ἐσφάλθαι, παραδέχεσθαι[3].
Κανὼν 31: Ὅτι οὐ δεῖ
πρὸς πάντας αἱρετικοὺς ἐπιγαμίας ποιεῖν ἢ διδόναι υἱοὺς ἢ θυγατέρας, ἀλλὰ
μᾶλλον λαμβάνειν, εἴ γε ἐπαγγέλλοιντο χριστιανοὶ γίνεσθαι[4].
Κανὼν 35: Ὅτι οὐ δεῖ
χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἀπιέναι καὶ ἀγγέλους
ὀνομάζειν καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ
κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον
ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.
Κανὼν 48: Ὅτι δεῖ τοὺς
φωτιζομένους, μετὰ τὸ βάπτισμα χρίεσθαι χρίσματι ἐπουρανίῳ, καὶ μετόχους εἶναι
τῆς βασιλείας τοῦ Χριστοῦ.
Κανὼν 59: Ὅτι οὐ δεῖ ἰδιωτικοὺς
ψαλμοὺς λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ, οὐδὲ ἀκανόνιστα βιβλία, ἀλλὰ μόνα τὰ κανονικὰ
τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης[7].
Κανὼν 60: Ὅσα δεῖ
βιβλία ἀναγινώσκεσθαι τῆς Παλαιᾶς Διαθήκης: α΄ Γένεσις κόσμου, β΄ Ἔξοδος ἐξ
Αἰγύπτου, γ΄ Λευϊτικόν, δ΄ Ἀριθμοί, ε΄ Δευτερονόμιον, στ΄ Ἰησοῦς τοῦ Ναυῆ, ζ΄
Κριταί, Ρούθ, η΄ Ἐσθήρ, θ΄ Βασιλειῶν πρώτη καὶ δευτέρα, ι΄ Βασιλειῶν τρίτη καὶ
τετάρτη, ια΄ Παραλειπομένων πρῶτον καὶ δεύτερον, ιβ΄ Ἔσδρας πρῶτον καὶ
δεύτερον, ιγ΄ Βίβλος Ψαλμῶν ρν΄, ιδ΄ Παροιμίαι Σολομῶντος, ιε΄ Ἐκκλησιαστής,
ιστ΄ ᾏσμα ᾀσμάτων, ιζ΄ Ἰώβ, ιη΄ Δωδεκαπρόφητον, ιθ΄ Ἡσαΐας, κ΄ Ἱερεμίας καὶ
Βαρούχ, Θρῆνοι καὶ Ἐπιστολαί, κα΄ Ἰεζεκιήλ, κβ΄ Δανιήλ. Τὰ δὲ τῆς Καινῆς
Διαθήκης ταῦτα: Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον, κατὰ Μᾶρκον, κατὰ Λουκᾶν,
κατὰ Ἰωάννην, Πράξεις Ἀποστόλων, Ἐπιστολαὶ καθολικαὶ ἑπτά, Ἰακώβου μία, Πέτρου
δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία, Ἐπιστολαὶ Παύλου δεκατέσσαρες, πρὸς Ρωμαίους
μία, πρὸς Κορινθίους δύο, πρὸς Γαλάτας μία, πρὸς Ἐφεσίους μία, πρὸς
Φιλιππησίους μία, πρὸς Κολοσσαεῖς μία, πρὸς Θεσσαλονικεῖς δύο, πρὸς Ἑβραίους
μία, πρὸς Τιμόθεον δύο, πρὸς Τίτον μία καὶ πρὸς Φιλήμονα μία[8].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 256-259.
[1] Πρβλ. καὶ καν. Λαοδ.
9, 32, 33, Ἀποστ. 45, 64, Τιμ. Ἀλεξ. 9.
[2] Πρβλ. καὶ τὸν κανόνα
1 τῆς ἐν Καρχηδόνι Συνόδου ὑπὸ τὸν ἅγιον Κυπριανὸν περὶ τὸ 251 μ.Χ., ἥτις
ὑπῆρξε «πασῶν τῶν Συνόδων προγενεστέρα». Ὁ κανών, ἔχων ἐπιτόπιον μόνον ἰσχύν,
δὲν ἔτυχε καθολικῆς ἐν τῇ Ἐκκλησία ἐφαρμογῆς, ἀλλ’ «ἐν τοῖς τῶν προειρημένων
προέδρων τόποις καὶ μόνον, κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος, ἐκράτησεν» (καν. 2
Πενθέκτης). Ἔχει δὲ οὕτως·
Κανὼν 1. «Ἐν
κοινοβουλίῳ ὄντες, ἀγαπητοὶ ἀδελφοί, ἀνέγνωμεν γράμματα ἀφ’ ὑμῶν σταλέντα, περὶ
τῶν παρὰ τοῖς αἱρετικοῖς ἢ σχισματικοῖς δοκούντων βεβαπτίσθαι, ἐρχομένων πρὸς
τὴν Καθολικὴν Ἐκκλησίαν, ἥτις ἐστὶ μία, ἐν ᾗ βαπτιζόμεθα καὶ ἀναγεννώμεθα. Περὶ
ὧν καὶ πεποίθαμεν καὶ ὑμᾶς αὐτοὺς ἐκεῖνα πράττοντας, τὴν στεῤῥότητα τοῦ τῆς
Καθολικῆς Ἐκκλησίας κανόνος κρατεῖν. Ὅμως, ἐπεὶ συγκοινωνοὶ ἡμῶν ἐστε καὶ
ζητῆσαι περὶ τούτου διὰ τὴν κοινὴν ἀγάπην ἠθελήσατε, οὐ πρόσφατον γνώμην, οὐδὲ
νῦν ἡδρασμένην προσφέρομεν, ἀλλὰ τὴν πάλαι ὑπὸ τῶν προγενεστέρων ἡμῶν μετὰ
πάσης ἀκριβείας καὶ ἐπιμελείας δεδοκιμασμένην καὶ ὑφ’ ἡμῶν παρατηρηθεῖσαν,
κοινούμεθα ὑμῖν καὶ συζεύγνυμεν, τοῦτο καὶ νῦν χειροτονοῦντες, ὅπερ διὰ παντὸς
ἰσχυρῶς καὶ ἀσφαλῶς κρατοῦμεν, μηδένα βαπτίζεσθαι δύνασθαι ἔξω τῆς Καθολικῆς
Ἐκκλησίας, ἑνὸς ὄντος βαπτίσματος, καὶ ἐν μόνῃ τῇ Καθολικῇ Ἐκκλησίᾳ ὑπάρχοντος.
Γέγραπται γάρ· «ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς
λάκκους συντετριμμένους, τοὺς μὴ δυναμένους ὕδωρ συσχεῖν» (Ἱερεμ. 2,13)· καὶ
πάλιν ἡ ἅγια Γραφὴ προμηνύουσα λέγει, ἀπὸ ὕδατος ἀλλοτρίου ἀπέχεσθε, καὶ ἀπὸ
πηγῆς ἀλλοτρίας μὴ πίητε (Παροιμ. 5,15). Δεῖ δὲ καθαρίζεσθαι καὶ ἁγιάζεσθαι τὸ
ὕδωρ πρῶτον ὑπὸ τοῦ ἱερέως, ἵνα δυνηθῇ τῷ ἰδίῳ βαπτίσματι τὰς ἁμαρτίας τοῦ
βαπτιζομένου ἀνθρώπου ἀποσμῆξαι. Διά τε Ἰεζεκιὴλ τοῦ προφήτου λέγει Κύριος,
καὶ ῥαντίσω ὑμᾶς καθαρῷ ὕδατι, καὶ καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινήν,
καὶ πνεῦμα καινὸν δώσω ὑμῖν (Ἰεζ. 36,25). Πῶς δὲ δύναται καθαρίσαι καὶ ἁγιάσαι
ὕδωρ, ὁ ἀκάθαρτος ὢν αὐτός, καὶ παρ’ ᾧ Πνεῦμα ἅγιον οὐκ ἔστι, λέγοντος τοῦ
Κυρίου ἐν τοῖς Ἀριθμοῖς, καὶ πάντων ὧν ἅψεται ὁ ἀκάθαρτος, ἀκάθαρτα ἔσται;
(Ἀριθ. 4,22). Πῶς βαπτίζων δύναται ἄλλῳ δοῦναι ἄφεσιν ἁμαρτιῶν, ὁ μὴ δυνηθεὶς
τὰ ἴδια ἁμαρτήματα ἔξω τῆς ἐκκλησίας ἀποθέσθαι; Ἀλλὰ καὶ αὐτὴ ἡ ἐρώτησις, ἡ ἐν
τῷ βαπτίσματι γινομένη, μάρτυς ἐστὶ τῆς ἀληθείας· λέγοντες γὰρ τῷ ἐξεταζομένῳ,
πιστεύεις αἰώνιον ζωὴν καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνειν; οὐκ ἄλλο τι λέγομεν, εἰ
μὴ ὅτι ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ δοθῆναι δύναται. Παρὰ δὲ τοῖς αἱρετικοῖς, ὅπου
Ἐκκλησία οὐκ ἔστιν, ἀδύνατον ἁμαρτημάτων ἄφεσιν λαβεῖν. Καὶ διὰ τοῦτο οἱ τῶν
αἱρετικῶν συνήγοροι ἢ τὴν ἐπερώτησιν ἐναλλάξαι ὀφείλουσιν ἢ τὴν ἀλήθειαν
ἐκδικῆσαι, εἰ μή τι αὐτοῖς καὶ τὴν ἐκκλησίαν προσνέμουσιν, οὓς βάπτισμα ἔχειν
διαβεβαιοῦνται. Ἀνάγκη δέ ἐστι καὶ χρίεσθαι τὸν βεβαπτισμένον, ἵνα, λαβὼν
χρῖσμα, μέτοχος γένηται Χριστοῦ· ἁγιάσαι δὲ ἔλαιον οὐ δύναται ὁ αἱρετικός, ὁ
μήτε θυσιαστήριον ἔχων, μήτε ἐκκλησίαν· ὅθεν οὐ δύναται χρῖσμα τὸ παράπαν παρὰ
τοῖς αἱρετικοῖς εἶναι. Πρόδηλον γάρ ἐστιν ἡμῖν, μηδαμῶς δύνασθαι παρ’ ἐκείνοις
ἁγιάζεσθαι ἔλαιον εἰς εὐχαριστίαν. Εἰδέναι γὰρ καὶ μὴ ἀγνοεῖν ὀφείλομεν, ὅτι
γέγραπται, «ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου» (Ψαλμ. 140,5), ὃ δὴ
καὶ πάλαι ἐμήνυσε τὸ Πνεῦμα τὸ ἅγιον ἐν ψαλμοῖς. Μήπως, ἐξιχνιασθείς τις, καὶ
ἀπὸ τῆς εὐθείας ὁδοῦ πλανηθείς, παρὰ τοῖς αἱρετικοῖς, τοῖς τοῦ Χριστοῦ ἀντιπάλοις,
χρισθῇ. Πῶς δὲ εὔξεται ὑπὲρ τοῦ βαπτισθέντος οὐχὶ ἱερεύς, ἀλλ’ ἱερόσυλος καὶ
ἁμαρτωλός, λεγούσης τῆς Γραφῆς, ὅτι, «ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ’ ἐάν τις
θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει»; (Ἰω. 9,31). Διὰ τῆς ἁγίας
Ἐκκλησίας νοοῦμεν ἄφεσιν ἁμαρτιῶν· τίς δὲ δύναται δοῦναι, ὅπερ αὐτὸς οὐκ ἔχει;
ἢ πῶς δύναται πνευματικὰ ἐργάζεσθαι ὁ ἀποβαλὼν Πνεῦμα ἅγιον; Διὰ τοῦτο καὶ
ἀνανεοῦσθαι ὀφείλει ὁ πρὸς τὴν Ἐκκλησίαν ἐρχόμενος, ἵνα ἔσω διὰ τῶν ἁγίων
ἁγιασθῇ· γέγραπται γάρ, ὅτι ἅγιοι ἔσεσθε, καθὼς ἐγὼ ἅγιός εἰμι, λέγει Κύριος
(Λευϊτ. 11,44, 19, 2, 20,7), ἵνα καὶ ὁ πλάνῃ βουκοληθείς, ἐν τῷ ἀληθεῖ καὶ ἐκκλησιαστικῷ
βαπτίσματι καὶ αὐτὸς τοῦτο ἀποδύσηται, ὅστις πρὸς Θεὸν ἐρχόμενος ἄνθρωπος καὶ
ἱερέα ἐπιζητῶν, ἐν πλάνῃ εὑρεθείς, ἱεροσύλῳ προσέπεσε. Δοκιμάζειν γάρ ἐστι τὸ
τῶν αἱρετικῶν καὶ σχισματικῶν βάπτισμα, τὸ συνευδοκεῖν τοῖς ὑπ’ ἐκείνων
βεβαπτισμένοις. Οὐ γὰρ δύναται ἐν μέρει ὑπερισχύειν· εἰ ἠδυνήθη βαπτίσαι,
ἴσχυσε καὶ ἅγιον Πνεῦμα δοῦναι· εἰ οὐκ ἠδυνήθη, ὅτι ἔξω ὤν, Πνεῦμα ἅγιον οὐκ ἔχει,
οὐ δύναται τὸν ἐρχόμενον βαπτίσαι, ἑνὸς ὄντος τοῦ βαπτίσματος, καὶ ἑνὸς ὄντος
τοῦ ἁγίου Πνεύματος, καὶ μιᾶς Ἐκκλησίας ὑπὸ Χριστοῦ τοῦ Κυρίου ἡμων, ἐπάνω
Πέτρου τοῦ Ἀποστόλου ἀρχῆθεν λέγοντος, τῆς ἑνότητος τεθεμελιωμένης. Καὶ διὰ
τοῦτο τὰ ὑπ’ αὐτῶν γινόμενα, ψευδῆ καὶ κενὰ ὑπάρχοντα, πάντα ἐστὶν ἀδόκιμα. Οὐ
γὰρ δύναταί τι δεκτὸν καὶ αἱρετὸν εἶναι παρὰ τῷ Θεῷ τῶν ὑπ’ ἐκείνων γινομένων,
οὓς ὁ Κύριος πολεμίους καὶ ἀντιπάλους αὐτοῦ λέγει ἐν τοῖς Εὐαγγελίοις· «ὁ μὴ ὢν
μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει». Καὶ ὁ μακάριος
ἀπόστολος Ἰωάννης, ἐντολὰς Κυρίου τηρῶν, ἐν τῇ ἐπιστολῇ προέγραψεν, «ἠκούσατε,
ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν δὲ ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν
γινώσκομεν, ὅτι ἐσχάτη ὥρα ἐστίν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν» (Α΄
Ἰω. 2,18). Ὅθεν καὶ ἡμεῖς συνιέναι ὀφείλομεν καὶ νοεῖν, ὡς οἱ ἐχθροὶ Κυρίου,
καὶ οἱ ἀντίχριστοι ὠνομασμένοι, δυνατοὶ οὐκ εἶεν χάριν δοῦναι τοῦ Κυρίου. Καὶ
διὰ τοῦτο ἡμεῖς οἱ σὺν Κυρίῳ ὄντες καὶ ἑνότητα Κυρίου κρατοῦντες καὶ κατὰ τὴν
ἀξίαν αὐτοῦ χορηγούμενοι, τὴν ἱερατείαν αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ λειτουργοῦντες,
ὅσα οἱ ἀντικείμενοι αὐτῷ, τουτέστι πολέμιοι καὶ ἀντίχριστοι ποιοῦσιν,
ἀποδοκιμάσαι καὶ ἀποποιῆσαι καὶ ἀποῤῥιψαι καὶ ὡς βέβηλα ἔχειν ὀφείλομεν, καὶ
τοῖς ἀπὸ πλάνης καὶ στρεβλότητος ἐρχομένοις ἐπὶ γνώσει τῆς ἀληθινῆς καὶ
ἐκκλησιαστικῆς πίστεως δοῦναι καθόλου θείας δυνάμεως μυστήριον, ἑνότητός τε καὶ
πίστεως καὶ ἀληθείας».
[3] Πρβλ. καὶ καν. Λαοδ.
6, 32, 33, Ἀποστ. 45, 64, Τιμ. Ἀλεξ. 9.
[4] Πρβλ. καὶ καν. Δ΄
Οἰκ. 14, Πενθ. 72, Ἰω. Νηστ. «Κανονικόν».
[5] Πρβλ. καὶ καν. Λαοδ.
9, 32, 33, Ἀποστ. 45, 64, Τιμ. Ἀλεξ. 9.
[6] Πρβλ. καὶ καν. Λαοδ.
9, 32, 33, Ἀποστ. 45, 64, Τιμ. Ἀλεξ. 9.
[7] Πρβλ. καὶ καν. Ἀποστ.
85, Λαοδ. 60, Καρθ. 24.
[8] Πρβλ. καὶ καν. Ἀποστ.
85, Καρθ. 24, Μ. Ἀθαν. Ἐπιστ. λθ΄, Γρηγ. Θεολ. Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον,
σ. 397-8) καὶ Ἀμφιλοχίου Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον, σ. 398-9).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου