Τρίτη 27 Οκτωβρίου 2015

Βασιλείου του Μεγάλου, «Δογματικοί» Κανόνες († 378 μ.Χ.)


ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (+ 378 μ.Χ.)

Ἐκ τῆς πρὸς Ἀμφιλόχιον Ἰκονίου Α΄ Κανονικῆς ἐπιστολῆς[1].

Κανὼν 1: Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνη­μόνευσας, ὅτι δεῖ τῷ ἔθει τῷ καθ’ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνδιενεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν μέγαν Διονύσιον παρῆλθεν. ᾽Εκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπτι­σμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν, τὰς μὲν αἱρέσεις[2] ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μέν, τοὺς παντελῶς ἀπεῤ­ῥηγμένους καὶ κατ’ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δέ, τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δέ, τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέ­ρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας· οἷον, εἴ τις ἐν πταίσματι ἐξετασθείς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ’ ἐαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινές, καταλι­πόν­τες τὴν Καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτον. Σχίσμα δέ, τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. Αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιωνιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. 

Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι· τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλα­σφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι, εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι, τῶν βαπτι­ζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ μὴ εἰς τὰ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ’ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος· τὸ γὰρ ἄτοπον, αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ δὲ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί· πλὴν ἀλλ’ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπα­ραστάτας, καὶ Ἀποτακτίτας. Διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν, οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ’ ἑαυτούς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες, παρὰ τῶν Πατέρων ἔσχον τὰς χειροτονίας, καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀποῤ­ῥαγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον ἐξου­σίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπε­πτώκασι· διό, ὡς παρὰ λαϊκῶν βαπτιζομένους τοὺς παρ’ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν, τῶ ἀληθινῷ βαπτίσματι τῷ τῆς ᾽Εκκλησίας ἀνακαθαίρεσθαι. Ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν, οἰκονομίας ἕνεκα τῶν πολλῶν, δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι, ἵνα αὐτοὺς προσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκα­ταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. Νομίζω τοίνυν, ὅτι, ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ’ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. Ἐὰν μέντοι μέλλῃ τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον καὶ τοῖς οἴκονομήσασι τὰ καθ’ ἡμᾶς Πατράσιν ἀκολουθητέον. Ὑφορῶμαι γὰρ μή ποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμπο­δί­­σωμεν τοῖς σῳζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν· εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω· οὐ γὰρ ἀντιδοδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. Παντὶ δὲ λόγῳ τυπω­θήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους, χρίεσθαι ὑπὸ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. Οἶδα δέ, ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ζώινον καὶ Σατορνῖνον, ἀπ’ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων· ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους, οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησίας, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν επισκόπων παραδοχῆς.
Κανὼν 5: Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν, δέχεσθαι χρή· δέχεσθαι δέ, δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας, εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.
Κανὼν 47: Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναυατιανοί· ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος, τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. Ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους· εἰ δὲ παρ’ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλ’ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω, ὅτι, ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν αὐτοβλάστημα ἡ κατ’ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. Μὴ γὰρ λεγέτωσαν, ὅτι εἰς Πατέρα καὶ Υἱόν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ῞Ωστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπι­σκό­πους ἐν ταυτῷ γενέσθαι, καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ, καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει.
Κανὼν 91: Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν Ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν· καὶ τούτοις οὐδεὶς ἀντερεῖ, ὅστις γε κἂν κατὰ μικρὸν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πεπείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν, ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν, παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον, μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιϊστῶντες τὸ κήρυγμα. Οἷον (ἵνα τοῦ πρώτου καὶ κοινοτάτου πρῶτον μνησθῶ), τῷ τύπῳ τοῦ Σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι, τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχήν, ποῖον ἡμᾶς ἐδίδαξεν γράμμα; Τὰ τῆς ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας, τίς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ Ἀπόστολος ἢ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχύν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τὸ ὕδωρ τοῦ βαπτίσματος, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον, ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παραδόσεως; Τί δέ; αὐτὴν τοῦ ἐλαίου τὴν χρίσιν, τίς λόγος γεγραμμένος ἐδίδαξε; Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον, πόθεν; Ἀλλὰ καὶ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ Γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ Πατέρες ἡμῶν ἐφύλαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασῴζεσθαι; Ἃ γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἄν ἦν εἰκὸς τὴν διδασκαλίαν θριαμβεύειν ἐν γράμμασι;...
Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμελετηθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν, εὐκαταφρόνητον τοῖς πολλοῖς γενέ­σθαι διὰ συνήθειαν. Ἄλλο γὰρ δόγμα καὶ ἄλλο κήρυγμα. Τὰ μὲν γὰρ δόγματα σιωπᾶται, τὰ δὲ κηρύγματα δη­μο­σιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ κέχρηται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν ὅογμάτων τὸν νοῦν, πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές. Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατ’ ἀνατολὰς ἐπὶ τῶν προσευχῶν, ὀλίγοι δὲ ἴσμεν, ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ ὀρθοὶ μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ Σαββάτου, τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν· οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτος διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσκομεν, ἀλλ’ ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμερῶν, οὐχὶ πρώτη παρὰ Μωϋσέως, ἀλλὰ μία ὀνόμασται. «Ἐγένετο γάρ, φησίν, ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία»[3], ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ καὶ ὀγδόη, τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ Ψαλμῳδὸς ἔν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη[4], δι’ ἑαυτῆς ἐμφανίζουσα τὴν μετὰ τὸν χρόνον τοῦτον κατάστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀνέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. ᾽Αναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ Πεντηκοστὴ τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεώς ἐστιν ὑπόμνημα. Ἡ ἡ γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς Πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι’ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Διὸ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα· ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾶν οἱ θεσμοὶ τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐναργοῦς ὑπομνή­σεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα. Καὶ καθ’ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν ἔργῳ δείκνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατεῤῥύημεν, καὶ διὰ τῆς φιλανθρωπίας τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγού­μενον. Ἐῶ τ’ ἄλλα, αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως, πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ βαπτίσματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζό­μεθα οὕτω καὶ πιστεύειν ὀφείλοντες, ὁμοίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατι­θέμεθα, συγ­χω­ρησάτωσαν ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας, ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι. Εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτοῦνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας, καὶ τῶν λοιπῶν, ὧν ἀπηρι­θμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις. Εἶτα τοσούτων ὄντων ἀγράφων καὶ τοσαύ­την ἐχόντων ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ Πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας τοῖς ἀδιαστρόφοις τῶν ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχου­σαν, οὐδὲ βραχεῖαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην;[5]
Κανὼν 92: Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν, ὅτι, εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν ἑτέρων καὶ τοῦτο καταδεξώμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι πα­ρα­μένειν· «ἐπαινῶ γάρ, φησίν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε»[6], καὶ τὸ «κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς»[7], ὧν μάλιστα μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς ἐκκλησίαις ἐγκατερρίζωσαν. Ἇρ’ οὖν, εἰ ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀποροῦντες, μαρτύρων ὑμῖν πλῆθος παρεστησάμεθα, οὐκ ἄν τῆς ἀφιείσης παρ’ ἡμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· «ἐπὶ στόματος γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα» [8]. Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ὄντα ἐναργῶς ὑμῖν ἐπεδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ’ ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσωπητικὰ γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 275-279.





[1] MPG, 32,664 ἑξ., ΡΠΣ, IV, 283 ἑξ. Πηδάλιον σ. 349 ἑξ.
[2] ΡΠΣ, IV, 89-92. Πρβλ. καὶ Φωτίου, Νομοκάνων, τίλ. Α΄, κεφ. α΄ καὶ τίτλ. ΙΒ΄, κεφ. β΄: «Χριστιανός ἐστιν ὁ πιστεύων μίαν εἶναι θεότητα ἐν ἴσῃ ἐξουσίᾳ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· ὁ γὰρ παρὰ τὰ εἰρημένα δοξάζων αἱρετικός ἐστι ... καὶ τοῖς κατὰ τῶν αἱρετικῶν ὑπόκειται νόμοις ὁ μικρὸν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως ... αἱρετικός ἐστιν ὁ μὴ ὢν ὀρθόδοξος» (αὐτόθι, Ι, 35, 261). Πρβλ. καὶ καν. Α΄ Οἰκ. 8, Πενθ. 95, Ἀποστ. 45, 46, Λαοδ. 6-8.
[3] Γεν. 1,5.
[4] Π.χ. Ψαλμ. 6.
[5] MPG, 32, 188 ἑξ.
[6] Α΄ Κορ. 11,2.
[7] Β΄ Θεσ. 2,15.
[8] Δευτ. 19,15. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου