Β΄ ΠΑΝΟΡΘΟΔΟΞΟΣ
ΔΙΑΣΚΕΨΙΣ
ΑΠΟΦΑΣΙΣ
ΡΟΔΟΣ 29-9-1963
Ἡ Β΄ Πανορθόδοξος
Διάσκεψις τῆς Ῥόδου, «ἀποδεχθεῖσα τήν, πρωτοβουλίᾳ τοῦ παναγιωτάτου
Οἰκουμενικοῦ Πατριάρχου Ἀθηναγόρου, πρότασιν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου,
ὁμοφώνως ἀπεφάσισεν, ὅπως ἡ κατὰ ἀνατολὰς Ὀρθόδοξος ἡμῶν Ἐκκλησία προιτείνῃ τῇ
σεβασμίᾳ Ῥωμαιοκαθολικῇ Ἐκκλησίᾳ τὴν ἔναρξιν διαλόγου μεταξὺ τῶν δύο Ἐκκλησιῶν
ἐπὶ ἴσοις ὅροις. Ἐπὶ τὴν ἀπόφασιν ταύτην ἥκομεν πρῶτον μὲν ἀφορῶντες εἰς τὸν
κοινὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, οὗ τὸ ἅγιον θέλημα «ἵνα
πάντες ἓν ὦσιν», εἶτα δὲ ἀποβλέποντες καὶ εἰς τοὺς ἀπὸ τῆς ἀδιαιρέτου Ἐκκλησίας
κοινοὺς τοῦ Πνεύματος θησαυρούς, ἐν τῇ πεποιθήσει ὅτι οὐ μόνον τὴν ὑπὲρ τῆς
χριστιανικῆς ἑνότητος εἰλικρινῆ θέλησιν τῆς Ὀρθοδοξίας ἐκφράζομεν, ἀλλ’ ὅτι καὶ
πρὸς τὴν αὐτὴν ἀπευθυνόμεθα τῆς σεβασμίας Ῥωμαιοκαθολικῆς Ἐκκλησίας διάθεσιν,
ἐπὶ δὲ πᾶσι καὶ ἐν ἐλπίδι ὅτι συνοικοδόμοι ἐσόμεθα τῆς τῶν πάντων ἑνότητος, ἐν
ἀγάπῃ ἐποικοδομοῦντες καὶ «αὐξάνοντες εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ
Χριστός».
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά
Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἔκδ. β΄,
Graz - Austria 1968, σ. 1009.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου