ΟΡΟΣ ΠΕΡΙ
ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ
Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(431 μ.Χ.)
ΕΝ Ω ΚΑΙ
ΠΕΡΙ ΩΝ ΑΝΗΝΕΓΚΕΝ Ο ΧΑΡΙΣΙΟΣ
(ΚΑΝΩΝ 7)
Ὥρισεν
ἡ ἁγία Σύνοδος ἑτέραν πίστιν μηδενὶ
ἐξεῖναι προφέρειν ἢ γοῦν
συγγράφειν ἢ συντιθέναι παρὰ τὴν
ὁρισθεῖσαν παρὰ
τῶν ἁγίων πατέρων τῶν ἐν
τῇ Νικαέων συναχθέντων πόλει σὺν ἁγίῳ
πνεύματι.
Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προσκομίζειν ἢ προφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἢ ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν ἀναθεματίζεσθαι. κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες, εἴτε ἐπίσκοποι εἴτε κληρικοὶ εἴτε λαϊκοί, ἢ φρονοῦντες ἢ διδάσκοντες τὰ ἐν τῇ προσκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ὑποκείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς Συνόδου, ὥστε δηλονότι τὸν μὲν ἐπίσκοπον ἀλλοτριοῦσθαι τῆς ἐπισκοπῆς καὶ εἶναι καθῃρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὼς προείρηται.

ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 155-156.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου