ΨΗΦΟΣ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ
Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (431 μ.Χ.)
(ΚΑΝΩΝ 8)
Πρᾶγμα
παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς
καὶ τοὺς κανόνας τῶν ἁγίων
Ἀποστόλων καινοτομούμενον, καὶ τῆς
πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν
ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος,
καὶ οἱ σὺν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς
Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος.
Ὅθεν, ἐπειδὴ τὰ κοινὰ πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καὶ μείζονα τὴν βλάβην φέροντα, καὶ μάλιστα, εἰ μηδὲ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τὸν ἐπίσκοπον τῆς Ἀντιοχέων πόλεως τὰς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθὰ διὰ τῶν λιβέλλων καὶ τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τὴν πρόσοδον τῇ ἁγίᾳ Συνόδῳ ποιησάμενοι, ἕξουσι τὸ ἀνεπηρέαστον καὶ ἀβίαστον οἱ τῶν ἁγίων Ἐκκλησιῶν, τῶν κατὰ τὴν Κύπρον, προεστῶτες, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν, δι’ ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων διοικήσεων, καὶ τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτοῦ, ἤγουν τῶν πρὸ αὐτοῦ χεῖρα καταλαμβάνειν· ἀλλ’ εἰ καί τις κατέλαβε, καὶ ὑφ’ ἑαυτὸν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μὴ τῶν Πατέρων οἱ κανόνες παραβαίνονται, μηδὲ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τῦφος κοσμικῆς περεισδύηται, μηδὲ λάθωμεν τὴν ἐλευθερίαν κατὰ μικρὸν ἀπολέσαντες, ἥν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. Ἔδοξε τοίνυν τῇ ἁγὶᾳ καὶ οἰκουμενικῇ Συνόδῳ, σῴζεσθαι ἑκάστῃ ἐπαρχὶα καθαρά καὶ ἀβίαστα τὰ αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καὶ ἄνωθεν, κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τὰ ἴσα τῶν πεπραγμένων πρὸς τὸ οἰκεῖον ἀσφαλὲς ἐκλαβεῖν. Εἰ δέ τις μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγὶᾳ πάσῃ οἰκουμενικῇ Συνόδῳ.

ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 156.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου