ΚΕΙΜΕΝΑ
ΤΗΣ ΕΝ
ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(431 μ.Χ.)
ΚΑΤΑ
ΠΕΛΑΓΙΑΝΩΝ
ΕΚ ΤΗΣ
ΣΥΝΟΔΙΚΗΣ
ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΕΛΕΣΤΙΝΟΝ ΡΩΜΗΣ
Ἡ
ἁγία Σύνοδος, ἡ κατὰ
Θεοῦ χάριν συναχθεῖσα ἐν
τῇ Ἐφεσίων μητροπόλει, Κελεστίνῳ ἐπισκόπῳ
ἐν Κυρίῳ χαίρειν.
...Ἀναγνωσθέντων
δὲ ἐν τῇ ἁγίᾳ Συνόδῳ τῶν
ὑπομνημάτων τῶν πεπραγμένων ἐπὶ
τῇ καθαιρέσει τῶν ἀνοσίων
Πελαγιανῶν καὶ Καιλεστιανῶν, Καιλεστίου,
Πελαγίου, Ἰουλιανοῦ, Περσιδίου, Φλώρου,
Μαρκελλίνου, Ὀρεντίου καὶ τῶν
τὰ αὐτὰ τούτοις φρονούντων, ἐδικαιώσαμεν καὶ
ἡμεῖς ἰσχυρὰ καὶ βέβαια μένειν τὰ ἐπ’
αὐτοῖς ὡρισμένα παρὰ τῆς
σῆς θεοσεβείας, καὶ σύμψηφοι πάντες ἐσμὲν
καθῃρημένους ἄγοντες αὐτούς...
ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ ΤΗΣ ΣΥΝΟΔΟΥ
Κανὼν
1. ...Εἴ τις μητροπολίτης τῆς ἐπαρχίας,
ἀποστατήσας τῆς ἁγίας
καὶ οἰκουμενικῆς Συνόδου... τὰ
Καιλεστίου ἐφρόνησεν ἢ φρονήσει, οὗτος
κατὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων διαπράττεσθαί
τι οὐδαμῶς δύναται, πάσης ἐκκλησιαστικῆς
κοινωνίας ἐντεῦθεν ἤδη ὑπὸ τῆς Συνόδου ἐκβεβλημένος καὶ
ἀνενέργητος ὑπάρχων...
Κανὼν
4. Εἰ δέ τινες ἀποστατήσαιεν τῶν
κληρικῶν, καὶ τολμήσαιεν ἢ
κατ’ ἰδίαν ἢ δημοσίᾳ
τὰ Νεστορίου ἢ τὰ
Καιλεστίου φρονῆσαι, καὶ τούτους εἶναι
καθηρημένους ὑπὸ τῆς ἁγίας Συνόδου δεδικαίωται.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 155.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου