ΟΡΟΣ
ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ ΣΤ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(680-681
μ.Χ.)
Ἡ
ἁγία καὶ μεγάλη καὶ
οἰκουμενικὴ ἡμῶν
Σύνοδος, ἡ κατὰ Θεοῦ χάριν καὶ πανευσεβὲς
θέσπισμα τοῦ εὐλαβεστάτου καὶ πιστοτάτου μεγάλου
βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν
ταύτῃ τῇ θεοφυλάκτῳ καὶ
βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥώμῃ,
ἐν τῷ σεκρέτῳ τοῦ
θείου παλατίου τῷ ἐπιλεγομένῳ Τρούλλῳ,
ὥρισε τὰ ὑποτεταγμένα.
Ὁ
τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς
Υἱός τε καὶ Λόγος ὁ
κατὰ πάντα ὅμοιος ἡμῖν
χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος Χριστὸς
ὁ ἀληθινὸς Θεὸς
ἡμῶν ἐν εὐαγγελικαῖς διαπρυσίως ἐκήρυξε
φωναῖς· «᾿Εγώ εἰμι τὸ
φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν
ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν
τῇ σκοτίᾳ, ἀλλ’
ἕξει τὸ φῶς
τῆς ζωῆς»[1]·
καὶ πάλιν· «Εἰρήνην τὴν
ἐμὴν ἀφίημι ὑμῖν,
εἰρήνην τὴν ἐμὴν
δίδωμι ὑμῖν»[2]. Ταύτῃ τοι τῇ
θεολέκτῳ τῆς εἰρήνης διδασκαλίᾳ θεοσόφως ὁ
πρᾳότατος ἡμῶν
βασιλεὺς ὁδηγούμενος, ὁ τῆς
μὲν ὀρθοδοξίας ὑπέρμαχος τῆς
δὲ κακοδοξίας ἀντίμαχος, τὴν
καθ’ ἡμᾶς ἁγίαν ταύτην καὶ οἰκουμενικὴν
συναθροίσας ὁμήγυριν τὸ τῆς
ἐκκλησίας ἅπαν ἥνωσε
σύγκριμα. Ὅθεν ἡ καθ’ ἡμᾶς
ἁγία καὶ οἰκουμενικὴ
Σύνοδος τὴν ἀπό τινων καὶ ὧδε
χρόνων τῆς δυσσεβείας πλάνην πόρρωθεν ἀπελάσασα
καὶ τῇ τῶν ἁγίων καὶ ἐκκρίτων
Πατέρων ἀπλανῶς εὐθείᾳ τρίβῳ κατακολουθήσασα, ταῖς
ἁγίαις καὶ οἰκουμενικαῖς
πέντε Συνόδοις ἐν ἅπασιν εὐσεβῶς
ὡμοφώνησε· φαμὲν δὴ
τῇ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ
ἐν Νικαίᾳ συνελθόντων ἁγίων
Πατέρων κατὰ τοῦ μανιώδους Ἀρείου, καὶ
τῇ μετ’ αὐτὴν
ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν
πεντήκοντα θεοφόρων ἀνδρῶν κατὰ Μακεδονίου τοῦ
πνευματομάχου καὶ Ἀπολιναρίου τοῦ δυσσεβοῦς,
ὁμοίως καὶ τῇ
ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου τοῦ
ἰουδαιόφρονος συναγηγερμένων διακοσίων θεσπεσίων ἀνδρῶν,
καὶ τῇ ἐν Χαλκηδόνι τῶν ἑξακοσίων
τριάκοντα θεοπνεύστων Πατέρων κατ’ Εὐτυχοῦς
καὶ Διοσκόρου τῶν θεοστυγῶν,
πρὸς ταύταις καὶ τῇ
τελευταίᾳ τούτων πέμπτῃ ἁγίᾳ
Συνόδῳ τῇ ἐνταῦθα συναθροισθείσῃ κατὰ
Θεοδώρου τοῦ Μοψουεστίας, Ὠριγένους, Διδύμου τε
καὶ Εὐαγρίου, καὶ τῶν
συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῶν
δώδεκα κεφαλαίων τοῦ ἀοιδίμου Κυρίλλου καὶ τῆς
λεγομένης Ἴβα ἐπιστολῆς πρὸς
Μάρην γεγράφθαι τὸν Πέρσην· ἀκαινοτόμητα μὲν
ἐν πᾶσι τὰ τῆς εὐσεβείας ἀνανεωσαμένη
θεσπίσματα, τὰ βέβηλα δὲ τῆς
δυσσεβείας ἐκδιώξασα δόγματα, καὶ τὸ
παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ
Πατέρων ἐκτεθὲν καὶ αὖθις παρὰ τῶν
ἑκατὸν πεντήκοντα θεοφρόνως βεβαιωθέν, ὅπερ
καὶ αἱ λοιπαὶ ἅγιαι
Σύνοδοι ἐπ’ ἀναιρέσει πάσης ψυχοφθόρου αἱρέσεως ἀσπασίως
ἐδέξαντο καὶ ἐπεκύρωσαν
Σύμβολον, καὶ ἡ καθ’ ἡμᾶς
ἁγία καὶ οἰκουμενικὴ
θεοπνεύστως ἐπεσφράγισε Σύνοδος.
Ἔκθεσις
Πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ
ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων.
Πιστεύομεν
εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν
τε καὶ ἀοράτων ποιητήν. Καὶ
εἰς ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ
Πατρὸς μονογενῆ, τουτέστιν ἐκ
τῆς οὐσίας τοῦ Πατρός, Θεὸν
ἐκ Θεοῦ, φῶς
ἐκ φωτός, Θεὸν ἀληθινὸν
ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν
οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ
τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ
σαρκωθέντα ‹καὶ› ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα
τῇ τρίτῃ ἡμέρᾳ,
ἀνελθόντα εἰς τοὺς
οὐρανούς, καὶ ἐρχόμενον
κρῖναι ζῶντας καὶ
νεκρούς. Καὶ εἰς
τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν», καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «ἐξ οὐκ ὄντων» ἐγένετο, ἢ «ἐξ ἑτέρας ὑποστάσεως» ἢ «οὐσίας» φάσκοντας εἶναι, ἢ «κτιστὸν» ἢ «τρεπτὸν» ἢ «ἀλλοιωτὸν» τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία.
Ἔκθεσις
Πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν
πεντήκοντα ἁγίων καὶ μακαρίων Πατέρων.
Πιστεύομεν εἰς
ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς
ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων· φῶς ἐκ
φωτός, Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ
τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ
τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ
ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ
ταφέντα. Καὶ ἀναστάντα
τῇ τρίτῃ ἡμέρᾳ
κατὰ τὰς Γραφάς. Καὶ
ἀνελθόντα εἰς τοὺς
οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν
τοῦ Πατρός. Καὶ
πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ
τῆς βασιλείας οὐκ ἔσται
τέλος. Καὶ εἰς
τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ
Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διὰ τῶν
Προφητῶν. Εἰς μίαν, ἁγίαν,
καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογοῦμεν
ἓν βάπτισμα εἰς ἄφεσιν
ἁμαρτιῶν. Προσδοκῶμεν
ἀνάστασιν νεκρῶν. Καὶ
ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἡ
ἁγία καὶ οἰκουμενικὴ
Σύνοδος εἶπεν· Ἤρκει μὲν
εἰς ἐντελῆ τῆς ὀρθοδόξου Πίστεως ἐπίγνωσίν τε καὶ
βεβαίωσιν τὸ εὐσεβὲς καὶ ὀρθόδοξον τοῦτο τῆς
θείας χάριτος Σύμβολον· ἀλλ’ ἐπεὶ οὐκ ἐπαύσατο ἀρχῆθεν
τῆς κακίας ὁ ἐφευρετὴς
συνεργὸν τὸν ὄφιν εὑράμενος καὶ
δι’ αὐτοῦ τὸν ἰοβόλον τῇ ἀνθρωπείᾳ
φύσει προσαγόμενος θάνατον, οὕτω καὶ
νῦν ὄργανα πρὸς τὴν
οἰκείαν αὐτοῦ
βούλησιν εὑρηκὼς ἐπιτήδεια, Θεόδωρόν φαμεν τὸν γενόμενον τῆς
Φαρὰν ἐπίσκοπον, Σέργιον, Πύρρον, Παῦλον,
Πέτρον τοὺς γενομένους προέδρους τῆς βασιλίδος ταύτης
Πόλεως, ἔτι δὲ καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς
πρεσβυτέρας Ῥώμης, Κῦρον τὸν
Ἀλεξανδρείας ἐπισκοπήσαντα, Μακάριόν
τε τὸν Ἀντιοχείας προσεχῶς γενόμενον πρόεδρον
καὶ Στέφανον τὸν τούτου μαθητήν, οὐκ
ἤργησε δι’ αὐτῶν
τῷ τῆς ἐκκλησίας πληρώματι τῆς πλάνης ἐπεγείρειν
τὰ σκάνδαλα, ἑνὸς
θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ
τῶν δύο φύσεων τοῦ ἑνὸς
τῆς ἁγίας Τριάδος Χριστοῦ τοῦ
ἀληθινοῦ Θεοῦ
ἡμῶν, τῷ ὀρθοδόξῳ λαῷ
καινοφώνως ἐνσπείρας τὴν αἵρεσιν
τῇ Ἀπολιναρίου, Σεβήρου καὶ Θεμιστίου τῶν
δυσσεβῶν φρενοβλαβεῖ κακοδοξίᾳ
συνᾴδουσαν, καὶ τὸ
τέλειον τῆς ἐνανθρωπήσεως τοῦ αὐτοῦ
ἑνὸς Κυρίου Ἰησοῦ
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀνελεῖν διά τινος δολερᾶς ἐπινοίας
σπουδάζουσαν, ἀθέλητον ἐντεῦθεν
καὶ ἀνενέργητον τὴν νοερῶς
ἐψυχωμένην αὐτοῦ
σάρκα δυσφήμως εἰσάγουσαν.
Ἐξήγειρε
τοίνυν Χριστὸς ὁ Θεὸς ἡμῶν τὸν πιστὸν βασιλέα, τὸν
νέον Δαυίδ, «ἄνδρα κατὰ τὴν
ἑαυτοῦ καρδίαν εὑρηκώς», ὃς
«οὐκ ἔδωκε», κατὰ τὸ
γεγραμμένον, «ὕπνον τοῖς ὀφθαλμοῖς
αὐτοῦ καὶ τοῖς βλεφάροις αὐτοῦ
νυσταγμόν»[3],
ἕως ὅτου διὰ τῆς
καθ’ ἡμᾶς θεοσυλλέκτου ταύτης καὶ ἱερᾶς
ὁμηγύρεως τὸ τῆς
ὀρθοδοξίας εὗρε τέλειον κήρυγμα·
κατὰ γὰρ τὴν θεόλεκτον φωνὴν «ὅπου
εἰσὶ δύο ἢ τρεῖς
ἐπὶ τῷ ἐμῷ ὀνόματι συνηγμένοι, ἐκεῖ
εἰμι ἐν μέσῳ αὐτῶν»[4]·
ἥ τις παροῦσα ἁγία
καὶ οἰκουμενικὴ Σύνοδος πιστῶς
δεξαμένη καὶ ὑπτίαις χερσὶν ἀσπασαμένη
τήν τε τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πάπα τῆς
πρεσβυτέρας Ῥώμης Ἀγάθωνος γενομένην ἀναφορὰν
πρὸς τὸν εὐσεβέστατον καὶ πιστότατον ἡμῶν
βασιλέα Κωνσταντῖνον, τὴν ἀποβαλλομένην
ὀνομαστὶ τοὺς
κηρύξαντας καὶ διδάξαντας, ὡς προδεδήλωται, ἓν
θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ
τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ
τοῦ ἀληθινοῦ Θεοῦ
ἡμῶν· ὡσαύτως δὲ προσηκαμένη καὶ
τὴν ἐκ τῆς ὑπὸ τὸν αὐτὸν ἁγιώτατον πάπαν ἱερᾶς
Συνόδου τῶν ἑκατὸν εἴκοσι πέντε θεοφιλῶν ἐπισκόπων
ἑτέραν συνοδικὴν ἀναφορὰν
πρὸς τὴν αὐτοῦ θεόσοφον γαληνότητα, οἷά τε συμφωνούσας τῇ
τε ἁγίᾳ ἐν Χαλκηδόνι Συνόδῳ καὶ
τῷ Τόμῳ τοῦ πανιέρου καὶ μακαριωτάτου πάπα τῆς
αὐτῆς πρεσβυτέρας Ῥώμης Λέοντος, τῷ
σταλέντι πρὸς Φλαβιανὸν τὸν
ἐν ἁγίοις, ὃν καὶ
«στήλην Ὀρθοδοξίας» ἡ τοιαύτη Σύνοδος ἀπεκάλεσεν·
ἔτι μὴν καὶ ταῖς συνοδικαῖς ἐπιστολαῖς
ταῖς γραφείσαις παρὰ τοῦ
μακαρίου Κυρίλλου κατὰ Νεστορίου τοῦ δυσσεβοῦς
καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἐπισκόπους.
Ἑπομένη
τε ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς
πέντε Συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις
Πατράσι καὶ συμφώνως ὁρίζουσα, ὁμολογεῖ
τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστὸν τὸν
ἀληθινὸν Θεὸν
ἡμῶν, τὸν ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ
ζωαρχικῆς Τριάδος, τέλειον ἐν θεότητι καὶ
τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς
καὶ ἄνθρωπον ἀληθῶς
τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς
καὶ σώματος, ὁμοούσιον τῷ
Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον
ἡμῖν τὸν αὐτὸν κατὰ τὴν
ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον
ἡμῖν χωρὶς ἁμαρτίας[5]·
πρὸ αἰώνων μὲν ἐκ
τοῦ Πατρὸς γεννηθέντα κατὰ
τὴν θεότητα, ἐπ’ ἐσχάτων
δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς
καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς παρθένου –τῆς
κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκου– κατὰ τὴν
ἀνθρωπότητα· ἕνα καὶ
τὸν αὐτὸν Χριστόν, Υἱόν, Κύριον, μονογενῆ,
ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως
ἀχωρίστως ἀδιαιρέτως
γνωριζόμενον· οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης
διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ
μᾶλλον τῆς ἰδιότητος
ἑκατέρας φύσεως, καὶ εἰς
ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν
συντρεχούσης· οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’
ἕνα καὶ τὸν
αὐτὸν Υἱὸν μονογενῆ Θεοῦ
Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ
προφῆται περὶ αὐτοῦ
καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ἐξεπαίδευσε
καὶ τὸ τῶν ἁγίων Πατέρων ἡμῖν
παραδέδωκε Σύμβολον.
Καὶ
δύο φυσικὰς θελήσεις ἤτοι θελήματα ἐν
αὐτῷ καὶ δύο φυσικὰς ἐνεργείας
ἀδιαιρέτως ἀτρέπτως ἀμερίστως
ἀσυγχύτως κατὰ τὴν
τῶν ἁγίων Πατέρων διδασκαλίαν ὡσαύτως κηρύττομεν· καὶ
δύο μὲν φυσικὰ θελήματα οὐχ
ὑπεναντία, μὴ γένοιτο, καθὼς
οἱ ἀσεβεῖς ἔφησαν αἱρετικοί, ἀλλ’
ἑπόμενον τὸ ἀνθρώπινον
αὐτοῦ θέλημα καὶ μὴ
ἀντιπῖπτον ἢ ἀντιπαλαῖον,
μᾶλλον μὲν οὖν
καὶ ὑποτασσόμενον τῷ θείῳ
αὐτοῦ καὶ πανσθενεῖ θελήματι· «ἔδει
γὰρ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι,
ὑποταγῆναι δὲ
τῷ θελήματι τῷ θεϊκῷ»
κατὰ τὸν πάνσοφον Ἀθανάσιον· ὥσπερ
γὰρ ἡ αὐτοῦ σὰρξ σὰρξ τοῦ Θεοῦ
Λόγου λέγεται καὶ ἔστιν, οὕτω καὶ
τὸ φυσικὸν τῆς
σαρκὸς αὐτοῦ θέλημα ἴδιον τοῦ
Θεοῦ Λόγου λέγεται καὶ ἔστι,
καθά φησιν ὁ αὐτός, «ὅτι καταβέβηκα ἐκ
τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ
θέλημα τὸ ἐμόν, ἀλλὰ
τὸ θέλημα τοῦ πέμψαντός με Πατρός»[6]·
ἴδιον λέγων θέλημα αὐτοῦ
τὸ τῆς σαρκός, ἐπεὶ
καὶ ἡ σὰρξ ἰδία αὐτοῦ
γέγονεν· ὃν γὰρ τρόπον ἡ παναγία καὶ
ἄμωμος ἐψυχωμένη αὐτοῦ
σὰρξ θεωθεῖσα οὐκ
ἀνῃρέθη, ἀλλ’ ἐν
τῷ ἰδίῳ αὐτῆς ὅρῳ τε καὶ λόγῳ
διέμεινεν, οὕτω καὶ τὸ
ἀνθρώπινον αὐτοῦ
θέλημα θεωθὲν οὐκ ἀνῃρέθη, σέσωσται δὲ μᾶλλον
κατὰ τὸν θεολόγον Γρηγόριον λέγοντα· «τὸ
γὰρ ἐκείνου θέλειν, τοῦ κατὰ
τὸν Σωτῆρα νοουμένου, οὐδὲ
ὑπεναντίον Θεῷ, θεωθὲν
ὅλον»[7].
Δύο δὲ
φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως
ἀμερίστως ἀσυγχύτως ἐν
αὐτῷ τῷ Κυρίῳ ἡμῶν
Ἰησοῦ Χριστῷ τῷ
ἀληθινῷ Θεῷ
ἡμῶν δοξάζομεν· τουτέστι θείαν ἐνέργειαν
καὶ ἀνθρωπίνην ἐνέργειαν κατὰ
τὸν θεηγόρον Λέοντα τρανότατα φάσκοντα· «ἐνεργεῖ
γὰρ ἑκατέρα μορφὴ μετὰ
τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον
ἔσχηκε, τοῦ μὲν
Λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ
σώματος ἐκτελοῦντος ἅπερ
ἐστὶ τοῦ σώματος». Οὐ γὰρ
δήπου μίαν δώσομεν φυσικὴν τὴν ἐνέργειαν Θεοῦ καὶ
ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν
εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν
μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον
εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν
τόπον. «Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ
πάθη γινώσκομεν, κατ’ ἄλλο καὶ ἄλλο
τῶν ἐξ ὧν ἐστι φύσεων καὶ ἐν
αἷς τὸ εἶναι ἔχει», ὡς ὁ
θεσπέσιος ἔφησε Κύριλλος. Πάντοθεν γοῦν τὸ
ἀσύγχυτον καὶ ἀδιαίρετον
φυλάττοντες συντόμῳ φωνῇ τὸ πᾶν ἐξαγγέλλομεν· ἕνα τῆς
ἁγίας Τριάδος καὶ μετὰ
σάρκωσιν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστὸν τὸν
ἀληθινὸν Θεὸν
ἡμῶν εἶναι πιστεύοντες, φαμὲν τὰς
δύο αὐτοῦ φύσεις ἐν τῇ
μιᾷ αὐτοῦ διαλαμπούσας ὑποστάσει, ἐν
ᾗ τά τε θαύματα καὶ τὰ
παθήματα δι’ ὅλης αὐτοῦ
τῆς οἰκονομικῆς ἀναστροφῆς
οὐ κατὰ φαντασίαν ἀλλ’ ἀληθῶς
ἐπεδείξατο, τῆς φυσικῆς
ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει διαφορᾶς γνωριζομένης τῷ
μετὰ τῆς θατέρου κοινωνίας ἑκατέραν φύσιν θέλειν
τε καὶ ἐνεργεῖν τὰ
ἴδια· καθ’ ὃν δὴ
λόγον καὶ δύο φυσικὰ θελήματά τε καὶ
ἐνεργείας δοξάζομεν πρὸς σωτηρίαν τοῦ
ἀνθρωπίνου γένους καταλλήλως συντρέχοντα.
Τούτων τοίνυν μετὰ
πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας
παρ’ ἡμῶν διατυπωθέντων ὁρίζομεν ἑτέραν
πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν
συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν
ἢ διδάσκειν ἑτέρως, τοὺς
δὲ τολμῶντας ἢ
συντιθέναι πίστιν ἑτέραν ἢ προκομίζειν ἢ
διδάσκειν ἢ παραδιδόναι ἕτερον Σύμβολον τοῖς
ἐθέλουσιν ἐπιστρέφειν εἰς
ἐπίγνωσιν τῆς ἀληθείας
ἐξ ἑλληνισμοῦ ἢ
ἐξ ἰουδαισμοῦ ἢ
γοῦν ἐξ αἱρέσεως οἱασοῦν,
ἢ καινοφωνίαν ἤτοι λέξεως ἐφεύρεσιν
πρὸς ἀνατροπὴν εἰσάγειν
τῶν νυνὶ παρ’ ἡμῶν
διορισθέντων, τούτους, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ
κληρικοί, ἀλλοτρίους εἶναι τοὺς
ἐπισκόπους τῆς ἐπισκοπῆς
καὶ τοὺς κληρικοὺς τοῦ
κλήρου· εἰ δὲ μονάζοντες εἶεν ἢ
λαικοί, ἀναθεματίζεσθαι αὐτούς.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 221-224.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου