Τρίτη 17 Νοεμβρίου 2015

Της Πενθέκτης Οικουμενικής Συνόδου, «Δογματικοί» Κανόνες (691/2 μ.Χ.)


ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ ΤΡΟΥΛΛΩ ΠΕΝΘΕΚΤΗΣ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (691/2 μ.Χ.)

Κανὼν 1: Τάξις ἀρίστη παντὸς ἀρχομένου καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι καὶ εἰς Θεὸν ἀναπαύεσθαι, κατὰ τὴν θεολόγον φωνήν. Ὅθεν, καὶ τῆς εὐσεβείας ὑφ’ ἡμῶν ἤδη διαπρυσίως κηρυττομένης, καὶ τῆς Ἐκκλησίας, ἐφ’ ᾗ Χριστὸς τεθε­μελίωται, διηνεκῶς αὐξανούσης καὶ προκοπτούσης, ὡς τῶν τοῦ Λιβάνου κέδρων ταύτην ὑπερεκτείνεσθαι· καὶ νῦν, ἀρχὴν τῶν ἱερῶν ποιούμενοι λόγων χάριτι θείᾳ, ὁρίζομεν, ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν ἡμῖν πίστιν ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου, τῶν θεοκρίτων Ἀποστόλων· ἔτι δὲ καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων ἐπὶ Κωνσταντίνου τοῦ γενομένου ἡμῶν βα­σιλέως, κατ’ Ἀρείου τοῦ δυσσεβοῦς καὶ τῆς παρ’ αὐτοῦ δογματισθείσης ἐθνικῆς ἑτεροθεΐας, ἢ πολυ­θεΐας, εἰπεῖν οἰκειότερον· οἳ τῇ ὁμογνωμοσύνῃ τῆς πίστεως τὸ ὁμοούσιον ἡμῖν ἐπὶ τῶν τριῶν τῆς θεαρχικῆς φύσεως ὑποστάσεων ἀπεκάλυψάν τε καὶ διετράνωσαν, μὴ ἐπικεκρύφθαι τῷ μοδίῳ τῆς ἀγνωσίας τοῦτο παραχωρήσαντες, ἀλλὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα προσκυνεῖν μιᾷ προσκυνήσει τοὺς πιστοὺς ἀνα­φανδὸν ἐκδιδάξαντες· καὶ τήν τε τῶν ἀνίσων βαθμῶν τῆς θεότητος δόξαν καθε­λόντες καὶ διασπάσαντες, τά τε ὑπὸ τῶν αἱρετικῶν συστάντα ἐκ ψάμμου κατὰ τῆς ὀρθοδοξίας μειρακιώδη ἀθύρματα καταβαλόντες καὶ ἀνατρέψαντες.

Ὡσαύτως δὲ καὶ τὴν ἐπὶ τοῦ μεγάλου Θεοδοσίου, τοῦ γενομένου ἡμῶν βασιλέως, ὑπὸ τῶν ἐν ταύτῃ τῇ βασιλίδι πόλει συναχθέντων ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων κηρυχθεῖσαν πίστιν κρατύνομεν, τὰς θεολόγους φωνὰς ἀσπαζόμενοι, καὶ τὸν βέβηλον Μακεδόνιον τοῖς προτέροις ἐχθροῖς τῆς ἀληθείας συνεξελαύνοντες, ὡς δοῦλον τὸ δεσπόζον αὐθαδῶς δοξάσαι τολμήσαντα, καὶ σχίσαι τὴν ἄτμητον μονάδα λῃστρι­κῶς προελόμενον, ὡς ἂν μὴ ἐντελὲς ἡμῖν τὸ τῆς ἐλπίδος εἴη μυστήριον, τῷ βδελυρῷ τούτῳ καὶ κατὰ τῆς ἀληθείας λυττήσαντι, καὶ Ἀπολλινάριον, τὸν τῆς κακίας μύστην, συγκατακρίναντες, ὃς ἄνουν καὶ ἄψυχον τὸν Κύριον ἀνειληφέναι σῶμα δυσσεβῶς ἐξηρεύξατο, ἐντεῦθεν καὶ οὗτος ἀτελῆ τὴν σωτηρίαν ἡμῖν γενέσθαι συλλογιζόμενος.
Ἀλλὰ μὴν καὶ τὰ παρὰ τῶν ἐν τῇ Ἐφεσίων πόλει τὸ πρότερον συναχθέντων ἐπὶ Θεοδοσίου, τοῦ υἱοῦ Ἀρκαδίου, γενομένου ἡμῶν βασιλέως, διακο­σίων θεοφόρων Πατέρων ἐκτεθέντα διδάγματα, ὡς κράτος ἀρραγὲς τῆς εὐσε­βείας ἐπισφραγίζομεν, ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ σαρκωθέντα κηρύττοντες, καὶ τὴν αὐτὸν ἀσπόρως τεκοῦσαν ἄχραντον ἀειπάρθενον κυρίως καὶ κατὰ ἀλή­θειαν Θεοτόκον δοξάζοντες, καὶ τὴν ληρώδη τοῦ Νεστορίου διαίρεσιν ὡς ἀπῳ­κισμένην θείας μοίρας ἀποδιώκοντες, ἄνθρωπον ἰδικῶς καὶ Θεὸν ἰδικῶς τὸν ἕνα Χριστὸν δογματίζοντος καὶ τὴν ἰουδαϊκήν ἀνανεοῦντος δυσσέβειαν.
Οὐ μὴν ἀλλὰ καὶ τὴν ἐν Χαλκηδονέων μητροπόλει ἐπὶ Μαρκιανοῦ, καὶ αὐτοῦ γενομένου ἡμῶν βασιλέως, τῶν ἑξακοσίων τριάκοντα θεοκρίτων Πατέρων στηλογραφηθεῖσαν πίστιν ὀρθοδόξως ἐπικυροῦμεν, ἥτις τὸν ἕνα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δύο συντεθέντα τῶν φύσεων καὶ ἐν δύο ταῖς αὐταῖς δοξαζόμενον φύσεσι μεγαλοφώνως τοῖς πέρασι τῆς γῆς παραδέδωκε, καὶ Εὐτυχέα τὸν ματαιόφρονα, τὸν δοκήσει τὸ μέγα τῆς οἰκονομίας μυστήριον τελεσθῆναι ἀποφηνάμενον, ὡς ἀποτρόπαιόν τι καὶ μίασμα τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλων ἐξήλασε, σὺν αὐτῷ δὲ καὶ Νεστόριον καὶ Διόσκορον, τὸν μέν τῆς διαιρέσεως, τὸν δέ τῆς συγχύσεως καὶ ὑπερασπιστήν τε καὶ πρόμαχον, τοὺς ἐκ διαμέτρου τῆς ἀσεβείας πρὸς ἓν ἐκπεπτωκότας ἀπωλείας καὶ ἀθεότητος βάραθρον.
Ἀλλά γε καὶ τὰς εὐσεβεῖς φωνὰς τῶν ἑκατὸν ἑξήκοντα πέντε θεοφόρων Πατέρων, τῶν κατὰ ταύτην τὴν βασιλίδα συναγηγερμένων πόλιν ἐπὶ Ἰουστινιανοῦ, τοῦ τῆς εὐσεβοῦς λήξεως γενομένου ἡμῶν βασιλέως, ὡς ὑπὸ τοῦ Πνεύματος ἐξενεχθείσας γινώσκομεν, καὶ τοὺς μεθ’ ἡμᾶς ἐκδιδάσκομεν· οἵ Θεόδω­ρον τὸν Μοψουεστίας, τὸν Νεστορίου διδάσκαλον, Ὠριγένην τε, καὶ Δίδυμον, καὶ Εὐάγριον, τοὺς τὰς ἑλληνι­κὰς ἀναπλασαμένους μυθοποιΐας, καὶ σωμάτων τινῶν καὶ ψυχῶν ἡμῖν περιό­δους καὶ ἀλλοιώσεις ἀναπεμπάσαντας ταῖς τοῦ νοῦ παραφοραῖς τε καὶ ὀνειρώξεσι, καὶ εἰς τὴν τῶν νεκρῶν δυσσεβῶς ἐμπαροινήσαντας ἀναβίωσιν, τά τε γραφέντα παρὰ Θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφα­λαίων τοῦ μακαρίου Κυρίλλου, καὶ τὴν λεγομένην Ἴβα ἐπιστολήν, συνοδικῶς ἀνεθεμάτισάν τε καὶ ἐβδελύξαντο.
Καὶ τὴν ὑπὸ τῆς ἔναγχος συναθροισθείσης κατὰ ταύτην τὴν βασιλίδα πόλιν, ἐπὶ τοῦ ἐν θείᾳ τῇ λήξει γενομένου ἡμῶν βασιλέως Κωνσταντίνου ἕκτης ἁγίας συνόδου πίστιν, ἢ μειζόνως τὸ κύρος ἐδέξατο δι’ ὧν ὁ εὐσεβὴς βασιλεὺς σφραγῖσι τοὺς ταύτης τόμους κατησφαλίσατο πρὸς τὴν ἐν τῷ παντὶ αἰῶνι ἀσφά­λειαν, καὶ αὖθις ὁμολογοῦμεν φυλάττειν ἀπαρεγχείρητον· ἥ δύο φυσικὰς θελήσεις, ἤτοι θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, δοξάζειν ἡμᾶς θεοφιλῶς διεσάφησε, τοὺς τὸ εὐθὲς τῆς ἀληθείας δόγμα παραχαράξαντας, καὶ ἕν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ ἑνὸς Κυρίου τοῦ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ τοὺς λαοὺς ἐκδιδάξαντας, τῇ τῆς εὐσεβείας ψήφῳ καταδικάσασα, φαμὲν Θεόδωρον τὸν τῆς Φαράν, Κῦρον τὸν Ἀλεξανδρείας, Ὁνώῥιον τὸν Ῥώμης, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον, τοὺς ἐν ταύτῃ τῇ θεοφυλάκτῳ προεδρεύσαντας πόλει, Μακάριον, τὸν γενόμενον τῆς Ἀντιοχέων ἐπίσκοπον, Στέφανον τὸν αὐτοῦ μαθητήν, καὶ τὸν ἄφρονα Πολυχρόνιον, ἐντεῦθεν ἀνέπαφον τηροῦσα τὸ κοινὸν σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Καὶ συνελόντα φάναι, πάντων τῶν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἵ γεγόνασι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τὴν πίστιν κρατεῖν βεβαίαν καὶ μέχρι συντελείας τοῦ αἰῶνος ἀσάλευτον διαμένειν θεσπίζομεν, καὶ τὰ αὐτῶν θεοπαράδοτα συγγράμματά τε καὶ δόγματα, πάντας ἀπο­βαλλόμενοί τε καὶ ἀναθεματίζοντες, οὕς ἀπέβαλον καὶ ἀνεθεμάτισαν, ὡς τῆς ἀληθείας ἐχθροὺς καὶ κατὰ Θεοῦ φρυαξαμένους κενὰ καὶ ἀδικίαν εἰς ὕψος ἐκμε­λετήσαντας.
Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοι τε καὶ κηρύττοι, ἀλλ’ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τοῦ χριστιανικοῦ καταλόγου ὡς ἀλλότριος ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴ ἀφαι­ρεῖν, κατὰ τὰ προορισθέντα, παντελῶς διεγνώκαμεν, ἢ καθ ὁντιναοῦν δεδυνήμεθα λόγον.
Κανὼν 2: Ἔδοξε δὲ καὶ τοῦτο τῇ ἁγίᾳ ταύτῃ συνόδῳ κάλλιστά τε καὶ σπουδαιότατα, ὥστε μένειν καὶ ἀπὸ τοῦ νῦν βεβαίους καὶ ἀσφαλεῖς, πρὸς ψυχῶν θεραπείαν καὶ ἰατρείαν παθῶν, τοὺς ὑπὸ τῶν πρὸ ἡμῶν ἁγίων καὶ μακαρίων Πατέρων δεχθέντας καὶ κυρω­θέντας, ἀλλὰ μὴν καὶ παραδοθέντας ἡμῖν ὀνόματι τῶν ἁγίων καὶ ἐνδόξων Ἀποστόλων ὀγδοήκοντα πέντε κανόνας. Ἐπειδὴ δ’ ἐν τούτοις τοῖς κανόσιν ἐντέ­ταλται δέχεσθαι ἡμᾶς τὰς τῶν αὐτῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος Διατάξεις, αἷς τισι πάλαι ὑπὸ τῶν ἑτεροδόξων ἐπὶ λύμῃ τῆς Ἐκκλησίας νόθα τινὰ καὶ ξένα τῆς εὐσεβείας παρενετέθησαν, τὸ εὐπρεπὲς κάλλος τῶν θείων δογμάτων ἡμῖν ἀμαυ­ρώσαντα, τὴν τῶν τοιούτων Διατάξεων προσφόρως ἀποβολὴν πεποιήμεθα πρὸς τήν τοῦ χριστιανικωτάτου ποιμνίου οἰκοδομὴν καὶ ἀσφάλειαν, οὐδαμῶς ἐγκρίνοντες τὰ τῆς αἱρετικῆς ψευδολογίας κυήματα καὶ τῇ γνησίᾳ τῶν Ἀποστόλων καὶ ὁλο­κλήρῳ διδαχῇ παρενείροντες. Ἐπισφραγίζομεν δὲ καὶ τοὺς λοιποὺς πάντας ἱεροὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν ἐκτεθέντας, τουτέστι τῶν τε ἐν Νικαίᾳ συναθροισθέντων τριακοσίων δέκα ὀκτὼ θεοφόρων ἁγίων Πατέρων, καὶ τῶν ἐν Ἀγκύρᾳ, ἔτι μὴν καὶ τῶν ἐν Νεοκαισαρείᾳ, ὡσαύτως καὶ τῶν ἐν Γάγγραις· πρὸς τούτοις δὲ καὶ τῶν ἐν Ἀντιοχείᾳ τῆς Συρίας· ἀλλὰ μὴν καὶ τῶν ἐν Λαοδικείᾳ τῆς Φρυγίας· προσέτι καὶ τῶν ἑκατὸν πεντήκοντα, τῶν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι συνελθόντων πόλει, καὶ τῶν διακοσίων τῶν ἐν τῇ Ἐφεσίων μητροπόλει τὸ πρότερον συναγηγερμένων, καὶ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἁγίων καὶ μακαρίων Πατέρων· ὡσαύτως καὶ τῶν ἐν Σαρδικῇ, ἔτι μὴν καὶ τῶν ἐν Καρθα­γένῃ, προσέτι γε μὴν καὶ τῶν ἐν αὖθις ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει συνελθόντων ἐπὶ Νεκταρίου τοῦ τῆς βασιλίδος ταύτης πόλεως προέδρου καὶ Θεοφίλου τοῦ γενομένου Ἀλεξανδρείας ἀρχιεπισκόπου· ἀλλὰ μὴν καὶ Διονυσίου ἀρχιεπισκόπου γενομένου τῆς Ἀλεξανδρείας μεγαλοπόλεως, καὶ Πέτρου γενομένου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ μάρτυρος, καὶ Γρηγορίου ἐπισκόπου γενομένου Νεοκαισαρείας τοῦ θαυματουργοῦ, Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, Γρηγορίου ἐπισκόπου Νύσσης, Γρηγορίου τοῦ Θεολόγου, Ἀμφιλοχίου Ἰκονίου, Τιμοθέου ἀρχιεπισκόπου γενομένου Ἀλε­ξανδρείας τὸ πρότερον, Θεοφίλου ἀρχιεπισκόπου τῆς αὐτῆς Ἀλεξανδρέων μεγα­λουπόλεως, Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Γενναδίου Πατριάρχου γενομένου τῆς θεοφυλάκτου αὐτῆς καὶ βασιλίδος πόλεως· ἔτι μὴν καὶ τὸν ὑπὸ Κυπριανοῦ, τοῦ γενομένου ἀρχιε­πισκόπου τῆς Ἄφρων χώρας καὶ μάρτυρος καὶ τῆς κατ’ αὐτὸν συνόδου ἐκτεθέντα κανόνα, ὃς ἐν τοῖς τῶν προειρημένων προέδρων τόποις καὶ μόνον, κατὰ τὸ παραδοθὲν αὐτοῖς ἔθος, ἐκράτησε· καὶ μηδενὶ ἐξεῖναι τοὺς προδηλωθέντας παραχα­ράττειν κανόνας ἢ ἀθετεῖν, ἢ ἑτέρους παρὰ τοὺς προκειμένους παραδέχεσθαι κανόνας, ψευδεπιγράφως ὑπό τινων συντεθέντας, τῶν τὴν ἀλήθειαν καπηλεύειν ἐπιχειρησάντων. Εἰ δέ τις ἁλῷ κανόνα τινὰ τῶν εἰρήμενων καινοτομῶν, ἢ ἀνα­τρέπειν ἐπιχειρῶν, ὑπεύθυνος ἔσται κατὰ τὸν τοιοῦτον κανόνα, ὡς αὐτὸς διαγορεύει, τὴν ἐπιτιμίαν ἐδεχόμενος, καὶ δι’ αὐτοῦ ἐν ᾧ περ πταίει θεραπευόμενος[1].
Κανὼν 6: Ἐπειδὴ παρὰ τοῖς ἀποστολικοῖς κανόσιν[2] εἴρηται, τῶν εἰς κλῆρον προαγομένων ἀγάμων, μόνους ἀναγνώστας καὶ ψάλτας γαμεῖν, καὶ ἡμεῖς τοῦτο παραφυλάττοντες, ὁρίζομεν, ἀπὸ τοῦ νῦν μηδαμῶς ὑποδιάκονον ἢ διάκονον ἢ πρεσβύτερον, μετὰ τὴν ἐπ’ αὐτῷ χειροτονίαν, ἔχειν ἄδειαν, γαμικὸν ἑαυτῷ συνιστᾷν συνοικέσιον. Εἰ δὲ τοῦτο τολμήσοι ποιῆσαι, καθαιρείσθω. Εἰ δὲ βούλοιτό τις τῶν εἰς κλῆρον προσερχο­μένων γάμου νόμῳ συνάπτεσθαι γυναικί, πρὸ τῆς τοῦ ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου χειροτονίας τοῦτο πραττέτω.
Κανὼν 11: Μηδεὶς τῶν ἐν ἱερατικῷ καταλεγομένων τάγματι ἢ λαϊκὸς τὰ παρὰ τῶν Ἰουδαίων ἄζυμα[3] ἐσθιέτω ἢ τούτοις προσοικειούσθω...
Κανὼν 12: Καὶ τοῦτο δὲ εἰς γνῶσιν ἡμετέραν ἦλθεν, ὡς ἔν τε τῇ Ἀφρικῇ καὶ Λιβύῃ καὶ ἑτέ­ροις τόποις, οἱ τῶν ἐκεῖσε θεοφιλέστατοι πρόεδροι συνοικεῖν ταῖς ἰδίαις γαμεταῖς καὶ μετὰ τὴν ἐπ’ αὐτοῖς προελθοῦσαν χειροτονίαν οὐ παραιτοῦνται, πρόσκομμα τοῖς λαοῖς τιθέντες καὶ σκάνδαλον. Πολλῆς οὖν ἡμῖν σπουδῆς οὔσης, τοῦ πάντα πρὸς ὠφέ­λειαν ὑπὸ χεῖρα ποιμνίων διαπράττεσθαι, ἔδοξεν ὥστε μηδαμῶς τὸ τοιοῦτον ἀπὸ τοῦ νῦν γίνεσθαι. Τοῦτο δέ φαμεν οὐκ ἐπ’ ἀθετήσει ἢ ἀνατροπῇ τῶν ἀποστο­λικῶς προνενομοθετημένων[4], ἀλλὰ τῆς σωτηρίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον προκοπῆς τῶν λαῶν προμηθούμενοι, καὶ τοῦ μὴ δοῦναι μῶμόν τινα κατὰ τῆς ἱερατικῆς κατά­στα­σεως. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος, «πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἀπρόσκοπτοι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ»[5]. Εἰ δέ τις φωραθείη τὸ τοιοῦτον πράττων, καθαιρείσθω[6].
Κανὼν 13: Ἐπειδὴ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς μέλ­λοντας διακόνου ἢ πρεσβυτέρου χειροτονίας ἀξιοῦσθαι καθομολογεῖν, ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς· ἡμεῖς τῷ ἀρχαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνά­φειαν διαλύοντες, ἢ ἀποστεροῦντες αὐτοὺς τὴν πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε, εἴ τις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τοιοῦτον βαθμὸν ἐμβιβάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ· μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ Εὐαγγελίου φωνῆς βοώσης, «οὓς ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω», καὶ τοῦ Ἀποστόλου δι­δάσκοντος, «τίμιον τὸν γάμον ἐν πᾶσι καὶ τὴν κοίτην ἀμίαντον» καί, «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν». Εἴ τις οὖν τολμήσῃ, παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμένων, πρεσβυτέρων, φαμὲν ἢ διακόνων ἢ ὑποδιακόνων, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας καὶ κοινωνίας, καθαιρείσθω· ὡσαύτως καὶ εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλοι, ἀφοριζέσθω, ἐπιμένων δέ, καθαιρείσθω.
Κανὼν 21: Οἱ ἐπ’ ἐγκλήμασι κανονικοῖς ὑπεύθυνοι γινόμενοι, καὶ διὰ τοῦτο παντελεῖ τε καὶ διηνεκεῖ καθαιρέσει ὑποβαλλόμενοι καὶ ἐν τῷ τῶν λαϊκῶν ἀπωθούμενοι τόπῳ, εἰ μὲν ἑκουσίως πρὸς ἐπιστροφὴν ὁρῶντες ἀθετοῦσι τὴν ἁμαρτίαν, δι’ ἣν τῆς χάριτος ἐκπεπτώκασι, καὶ ταύτης τέλεον ἀλλοτρίους ἑαυτοὺς καθιστῶσι, τῷ του κλήρου κειρέσθωσαν σχήματι, εἰ δὲ μὴ τοῦτο αὐθαιρέτως αἱρήσονται, καθάπερ οἱ λαϊκοί, τὴν κόμην ἐπιτρεφέτωσαν, ὡς τὴν ἐν κόσμῳ ἀναστροφὴν τῆς οὐρανίου ζωῆς προτι­μήσαντες.
Κανὼν 32: Ἐπειδὴ εἰς γνῶσιν ἡμετέραν ᾖλθεν, ὡς ἐν τῇ τῶν Ἀρμενίων χώρᾳ οἶνον μόνον ἐν τῇ ἱερᾷ τραπέζῃ προσάγουσιν, ὕδωρ αὐτῷ μὴ μιγνύντες οἱ τὴν ἀναίμακτον θυσίαν ἐπι­τε­λοῦντες, προτιθέμενοι τὸν τῆς Ἐκκλησίας διδάσκαλον Ἰωάννην τὸν Χρυσόστομον, φάσκοντα διὰ τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνείας, ταῦτα· «τίνος ἕνε­κεν οὐχ ὕδωρ ἔπιεν ἀναστάς, ἀλλ’ οἶνον; ἄλλην αἵρεσιν πονηρὰν πρόρριζον ἀνα­σπῶν· ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκεν, καὶ ἡνίκα ἀναστάς, χωρὶς μυστηρίων καὶ ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐχρεῖτο, «ἐκ τοῦ γεννήματος, φησί, τῆς ἀμπέλου»· ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ»[7]. Ἐκ τούτου τε τὸν διδάσκαλον οἴονται ἀνατρέπειν τήν τοῦ ὕδα­τος ἐν τῇ ἱερᾷ θυσίᾳ προσαγωγήν. Ὡς ἂν μὴ καὶ ἀπὸ τοῦ νῦν κατέχοιντο τῇ ἀγνοίᾳ, τήν τοῦ Πατρὸς διάνοιαν ὀρθοδόξως ἀποκαλύπτομεν. Τῆς γὰρ πονηρᾶς τῶν Ὑδροπαραστατῶν αἱρέσεως παλαιᾶς ὑπαρχούσης, οἳ ἀντὶ οἴνου μόνῳ τῷ ὕδατι ἐν τῇ οἰκείᾳ θυσίᾳ κέχρηνται, ἀνασκευάζων οὗτος ὁ θεοφόρος ἀνὴρ τὴν παράνομον τῆς τοιαύτης αἱρέσεως διδαχήν, καὶ δεικνὺς ὡς ἐξ ἐναντίας τῆς ἀποστολικῆς ἵενται παραδόσεως, τὸν εἰρημένον κατεσκεύασε λόγον. Ἐπεί καὶ τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ, ἔνθα τὴν ποιμαντικὴν ἐνεχειρίσθη ἡγεμονίαν, ὕδωρ οἴνῳ μίγνυσθαι παρέδωκεν, ἡνίκα τὴν ἀναίμακτον θυσίαν ἐπιτελεῖσθαι δεήσειε, τὴν ἐκ τῆς τιμίας πλευρᾶς τοῦ λυτρωτοῦ ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἐξ αἵματος καὶ ὕδατος κρᾶσιν πα­ρα­δεικνύς, ἥτις εἰς ζωοποίησιν παντὸς τοῦ κόσμου ἐξεχύθη καὶ ἁμαρτιῶν ἀπολύ­τρωσιν. Καὶ κατὰ πᾶσαν δὲ ἐκκλησίαν, ἔνθα οἱ πνευματικοὶ φωστῆρες ἐξέλαμψαν, ἡ θεόσδοτος αὕτη τάξις κρατεῖ. Καὶ γὰρ καὶ Ἰάκωβος ὁ κατὰ σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας πρῶτος τὸν θρόνον ἐνεπιστεύθη, καὶ Βασίλειος ὁ τῆς Καισαρέων ἀρχιεπίσκοπος, οὗ τὸ κλέος κατὰ πᾶσαν τὴν οἰκουμένην διέδραμεν, ἐγγράφως τὴν μυστικὴν ἡμῖν ἱερουργίαν παραδε­δωκότες, οὕτω τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ ὕδατός τε καὶ οἴνου τὸ ἱερὸν ποτή­ριον ἐκδεδώκασι. Καὶ οἱ ἐν Καρθαγένῃ συναχθέντες ὅσιοι Πατέρες οὕτω ῥητῶς ἐπεμνήσθησαν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παραδέδωκε, τουτέστιν ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Εἴ τις οὖν ἐπίσκοπος ἢ πρεσβύτερος μὴ κατὰ τὴν παραδο­θεῖσαν ὑπὸ τῶν Ἀποστόλων τάξιν ποιεῖ, καὶ ὕδωρ οἴνῳ μιγνύς, οὕτω τὴν ἄχραντον προσάγει θυσίαν, καθαιρείσθω, ὡς ἀτελῶς τὸ μυστήριον ἐξαγγέλλων, καὶ καινίζων τὰ παραδεδομένα.
Κανὼν 36: Ἀνανεούμενοι τὰ παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων Πατέρων, τῶν ἐν τῇ θεοφυ­λάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει συνελθόντων, καὶ τῶν ἑξακοσίων τριάκοντα, τῶν ἐν Χαλκηδόνι συναθροισθέντων νομοθετηθέντα, ὁρίζομεν, ὥστε τὸν Κωνοταντι­νου­πόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ῥώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, ὡς ἐκεῖνον μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ’ ἐκεῖνον ὑπάρχοντα· μεθ’ ὃν ὁ τῆς Ἀλεξανδρέων μεγαλουπόλεως ἀριθμείσθω θρόνος, εἴτα ὁ τῆς Ἀντιοχείας, καὶ μετὰ τοῦτον ὁ τῆς Ἱεροσολυμιτῶν πόλεως[8].
Κανὼν 38: Τὸν ἐκ τῶν Πατέρων ἡμῶν τεθέντα κανόνα καὶ ἡμεῖς παραφυλάττομεν, τὸν οὕτω διαγορεύοντα· «εἴ τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ ἡ τῶν ἐκκλησιαστικῶν πραγμάτων τάξις ἀκολουθείτω»[9].
Κανὼν 52: Ἐν πάσαις ταῖς τῆς ἁγίας Τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρεκτὸς Σαββάτου καὶ Κυριακῆς καὶ ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρας, γινέσθω ἡ τῶν προηγιασμένων ἱερὰ λειτουργία.
Κανὼν 55: Ἐπειδὴ μεμαθήκαμεν, τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν ταῖς ἁγίαις τῆς Τεσσαρακοστῆς νηστείαις, τοῖς ταύτης Σάββασι νηστεύειν, παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἁγίᾳ Συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ ἀπα­ρασαλεύτως τὸν κανόνα τὸν λέγοντα· εἴ τις κληρικός εὑρεθείη τῇ ἁγίᾳ Κυ­ρια­κῇ νηστεύων ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω[10].
Κανὼν 56: Ὡσαύτως μεμαθήκαμεν ἔν τε τῇ Ἀρμενίων χώρᾳ καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς Σάβ­βασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς ἁγίας Τεσσαρακοστῆς ᾠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ Ἐκκλη­σίαν, μιᾷ κατακολουθοῦσαν τάξει τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ᾠοῦ καὶ τυροῦ, ἃ καρπός εἰσι καὶ γεννήματα, ὧν ἀπεχό­μεθα. Εἰ δὲ μὴ τοῦτο παραφυλλάττοιεν, εἰ μὲν κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοί, ἀφοριζέσθωσαν.
Κανὼν 57: Ὅτι οὐ χρὴ ἐν τοῖς θυσιαστηρίοις μέλι καὶ γάλα προσφέρεσθαι.
Κανὼν 67: Ἡ θεία ἡμῖν Γραφὴ ἐνετείλατο, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας. Τοῖς οὖν διὰ τὴν λίχνον γαστέρα αἷμα οἱουδήποτε ζῴου τέχνῃ τινὶ κατασκευάζουσιν ἐδώ­διμον καὶ οὕτω τοῦτο ἐσθίουσι, προσφόρως ἐπιτιμῶμεν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν αἷμα ζῴου ἐσθίειν ἐπιχειρήσοι οἱῳδίτινι τρόπῳ, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω[11].
Κανὼν 70: Μὴ ἐξέστω ταῖς γυναιξὶν ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας λαλεῖν, ἀλλά, κατὰ τὴν φωνὴν Παύλου τοῦ Ἀποστόλου[12], σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάττεσθαι, καθὼς καὶ ὁ νόμος λέγει· εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῷ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν[13].
Κανὼν 72: Μὴ ἐξέστω ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικί, μήτε μὴν αἱρετικῷ ἀνδρὶ γυναῖκα ὀρθόδοξον συζεύγνυσθαι· ἀλλ’ εἰ καὶ φανείη τι τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον ἡγεῖσθαι τὸν γάμον, καὶ τὸ ἄθεσμον διαλύεσθαι συ­νοι­κέσιον· οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνῦναι, οὐδὲ τῷ προβάτῳ λύκον συμ­πλέκεσθαι καὶ τῇ τοῦ Χριστοῦ μερίδι τὸν τῶν ἁμαρτωλῶν κλῆρον· εἰ δὲ παραβῇ τις τὰ παρ’ ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Εἰ δέ τινες, ἔτι ἐν τῇ ἀπιστίᾳ τυγχάνοντες, καὶ οὔπω τῇ τῶν Ὀρθοδόξων ἐγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἡρμόσθη­σαν, εἶτα ὁ μὲν τὸ καλὸν ἐκλεξάμενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν, ὁ δὲ ὑπὸ τοῦ τῆς πλάνης κατεσχέθη δεσμοῦ, μὴ πρὸς τὰς θείας ἀκτῖνας ἀτενίσαι ἑλόμενος, (εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος συνοικεῖν, ἢ τὸ ἔμπαλιν, ὁ ἄπιστος τῇ πιστῇ), μὴ χωριζέσθωσαν, κατὰ τὸν θεῖον Ἀπόστολον· «ἡγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί»[14].
Κανὼν 79: Ἀλόχευτον τὸν ἐκ τῆς Παρθένου θεῖον τόκον ὁμολογοῦντες, ὡς καὶ ἀσπόρως συστάντα, καὶ παντὶ τῷ ποιμνίῳ κηρύσσοντες, τοὺς ἐξ ἀγνοίας πράττοντάς τι τῶν οὐ δεόντων, διορθώσει καθυποβάλλομεν. Ὅθεν, ἐπειδή τινες μετὰ τὴν ἡμέραν τῆς ἁγίας τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν γεννήσεως, δείκνυνται σεμίδαλιν ἕψοντες, καὶ ταύτης ἀλλήλοις μεταδιδόντες, προφάσει τιμῆς δῆθεν λοχείων τῆς ἀχράντου Παρθενομήτορος, ὁρίζομεν, μηδὲν τοιοῦτον ὑπὸ τῶν πιστῶν τελεῖσθαι. Οὐ γὰρ τιμή γε τοῦτο τῇ Παρθένῳ, τῇ ὑπὲρ νοῦν καὶ λόγον τὸν ἀχώρητον τεκούσῃ Λόγον σαρκί, ἐκ τῶν κοινῶν τε καὶ καθ’ ἡμᾶς τὰ κατά τὸν ἄφραστον αὐτῆς τόκον ὁρίζειν καὶ ὑπογράφειν. Εἴ τις οὖν ἀπὸ τοῦ νῦν πράττων τοιοῦτόν τι φωραθείη, εἰ μὲν κληρικός εἴη, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν 81: Ἐπειδήπερ ἔν τισι χώραις μεμαθήκαμεν, ἐν τῷ τρισαγίῳ ὕμνῳ, ἐν προσθήκης μέρει ἐκφωνεῖσθαι μετὰ τὸ «Ἅγιος ἀθάνατος», τὸ «ὁ σταυρωθεὶς δι’ ἡμᾶς ἐλέησον ἡμᾶς», τοῦτό τε ὑπὸ τῶν πάλαι ἁγίων Πατέρων, ὡς τῆς εὐσεβείας ἀλλότριον, ἐκ τοῦ τοιούτου ἀπηλάθη ὕμνου, σὺν τῷ τὴν τοιαύτην φωνὴν καινουργήσαντι παρανόμῳ αἱρετικῷ· καὶ ἡμεῖς, κυροῦντες τὰ παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν πρὶν εὐσεβῶς θεσμοθετηθέντα, ἀναθεματίζομεν τοὺς ἔτι μετὰ τὸν παρόντα ὅρον παραδεχομένους τὴν τοιαύτην φωνὴν ἐπ’ ἐκκλησίαις, ἢ ἄλλως πως τῷ τρισαγίῳ ὕμνῳ συνάπτοντας· καὶ εἰ μὲν ἱερατικός ἐστιν ὁ παραβάτης τῶν ὁρισθέντων, ἀπογυμνοῦσθαι τοῦτον τῆς ἱερατικῆς ἀξίας προστάσσομεν, εἰ δὲ λαϊκὸς ἢ μοναχός, ἀφορίζεσθαι.
Κανὼν 82: Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ ἐκκλησίᾳ παραδεδο­μένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν, δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου, χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.
Κανὼν 83: Μηδεὶς τοῖς σώμασι τῶν τελευτησάντων τῆς εὐχαριστίας μεταδιδότω· γέγραπται γὰρ «λάβετε, φάγετε»[15]· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύναται, οὐδὲ φαγεῖν.
Κανὼν 84: Τοῖς κανονικοῖς τῶν Πατέρων θεσμοῖς κατακολουθοῦντες, ὁρίζομεν καὶ περὶ τῶν νηπίων· ὁσάκις μὴ εὑρίσκωνται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βα­πτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνασθαι ἐπιτηδείως ἔχωσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι· μή ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως.
Κανὼν 90: Ταῖς Κυριακαῖς μὴ γόνυ κλίνειν ἐκ τῶν θεοφόρων ἡμῶν Πατέρων κανονικῶς παρελάβομεν, τήν τοῦ Χριστοῦ τιμῶντες ἀνάστασιν. Ὡς ἂν οὖν μὴ ἀγνοῶμεν τὸ σαφὲς τῆς τούτου παρατηρήσεως, δῆλον τοῖς πιστοῖς καθιστῶμεν, ὥστε μετὰ τὴν ἐν τῷ Σαββάτῳ ἑσπερινὴν τῶν ἱερωμένων πρὸς τὸ θυσιαστήριον εἴσοδον, κατὰ τὸ κρατοῦν ἔθος, μηδένα γόνυ κλίνειν μέχρι τῆς ἐφεξῆς κατά τὴν Κυριακὴν ἑσπέρας· καθ’ ἣν μετὰ τὴν ἐν τῷ λυχνικῷ εἴσοδον αὖθις τὰ γόνατα κάμπτοντες οὕτω τὰς εὐχὰς τῷ Κυρίῳ προσάγομεν. Τῆς γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐγέρσεως πρόδρομον τὴν μετὰ τὸ Σάββατον νύκτα παραλαμβάνοντες, τῶν ὕμνων ἐντεῦθεν πνευματικῶς ἀπαρχόμεθα, εἰς φῶς ἐκ σκότους τὴν ἑορτὴν καταλήγοντες, ὡς ἐν ὁλοκλήρῳ ἐντεῦθεν νυκτὶ καὶ ἡμέρᾳ πανηγυρίζειν ἡμᾶς τὴν ἀνάστασιν[16].
Κανὼν 95: Τοὺς προστιθεμένους τῇ Ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαρούς, καὶ Ἀριστε­ρούς, καὶ τοὺς Τεσσαρακαιδεκατίτας, ἤγουν Τετραδίτας, καὶ Ἀπολλιναριστάς, δεχόμεθα, διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, σφραγιζομένους, ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτοὺς λέγομεν· σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου. Περὶ δὲ τῶν Παυλιανισάντων, εἶτα προσφυγόντων τῇ Καθολικῇ Ἐκκλησίᾳ, ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εὐνο­μιανοὺς μέντοι, τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν δοξάζοντας καὶ ἕτερά τινα χαλεπὰ ποιοῦντας, καὶ πάσας τὰς ἄλλας αἱρέσεις, ἐπεὶ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ γῆς Γαλάτων χώρας ἐρχόμενοι, πάντας τοὺς ἀπ’ αὐτῶν θέλοντας προστίθεσθαι τῇ Ὀρθοδοξία, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς, τὴν δὲ δευτέραν κατηχουμένους· εἶτα τὴν τρίτην ἐξορκίζομεν αὐτούς, μετὰ τοῦ ἐμφυσᾶν τρίτον εἰς τὸ πρόσωπον καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν ἐν τῇ ἐκκλησίᾳ καὶ ἀκροᾶσθαι τῶν γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δὲ καὶ τοὺς Οὐαλεντινιανοὺς καὶ Μαρκιωνιστάς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων προσερχομένους, ὡς Ἕλληνας δεχόμενοι, ἀναβαπτίζομεν. Νεστοριανοὺς δὲ καὶ Εὐτυχιανιστὰς καὶ Σεβη­ριανοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων, χρὴ ποιεῖν λιβέλλους καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν καὶ Νεστόριον καὶ Εὐτυχέα καὶ Διόσκορον καὶ Σεβῆρον καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν καὶ πάσας τὰς προαναφερομένας αἱρέσεις, καὶ οὕτω μεταλαμβάνειν τῆς ἁγίας κοινωνίας[17].

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 227-235.





[1] Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 1, Ζ΄ Οἰκ. 1.
[2] Πρβλ. 26 καν. Ἀποστόλων.
[3] Πρβλ καὶ καν. 7, 64, 70, 71 Ἀποστ. καὶ 37, 38 Λαοδ. Περὶ δὲ τῶν ἀζύμων τῶν Λατίνων βλέπ., πρὸς πολλοῖς ἄλλοις, καὶ ἐπιστολὰς τοῦ Πέτρου Ἀντιοχείας καὶ Λέοντος Βουλγαρίας, ἐν ΡΠΣ, IV, 409.
[4] Πρβλ. 5 καν. Ἀποστόλων: «πίσκοπος πρεσβύτερος διάκονος τν αυτο γυναῖκα μ κβαλλέτω προφάσει ελαβείας· ἐὰν δ κβάλ, φοριζέσθω· πιμένων δέ, καθαιρείσθω».
[5] Α΄ Κορ. 10,31/3.
[6] Πρβλ. καὶ καν. 30 καὶ 48 Πενθέτης.
[7] Ἰω. Χρυσοστόμου, Ὁμιλ. 82 εἰς Ματθ. 26,26/9, MPG, 58,740.
[8] Πρβλ. καὶ καν. Β΄ Οἰκ. 3 καὶ Δ΄ Οἰκ. 28.
[9] Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 17.
[10] Πρβλ. καὶ καν. Αποστ. 66 καὶ Φωτίου ἐγκύκλιον.
[11] Πρβλ. καὶ καν. Ἀποστ. 63 καὶ Γάγγρ. 2.
[12] Α΄ Κορ. 14,34/5, Α΄ Τιμ. 2,11/2.
[13] Κατὰ τὰς Ἀποστολικὰς Διαταγὰς 3,9: «Εἰ δὲ ἐν τοῖς προλαβοῦσι διδάσκειν αὐταῖς οὐκ ἐπετρέψαμεν, πῶς ἱερατεῦσαι ταύταις παρὰ φύσιν τις συγχωρήσει; τοῦτο γὰρ τῆς τῶν Ἑλλήνων ἀθεότητος ἀγνόημα, θηλείας θεαῖς ἱερείας χειροτονεῖν, ἀλλ’ οὐ τῆς τοῦ Χριστοῦ διατάξεως».
[14] Α΄ Κορ. 7,14. Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 14, Λαοδ. 31, Ἰω. Νηστευτοῦ ἐκ τοῦ «Κανονικοῦ» αὐτοῦ (ΡΠΣ, IV, 439).
[15] Ματθ. 26,26.
[16] Πρβλ. καὶ καν. Α΄ Οἰκ. 20.
[17] Πρβλ. καὶ καν. Α΄ Οἰκ. 8, 19, Β΄ Οἰκ. 7, Ἀποστ. 45-46, Λαοδ. 6-8, Μ. Βασιλείου 1, 5, 47. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου