ΛΙΒΕΛΛΟΣ
ΑΝΑΘΕΜΑΤΟΣ
ΚΑΤΑ ΤΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ ΜΙΧΑΗΛ
ΚΑΙ ΤΩΝ ΜΕΤ’
ΑΥΤΟΥ
(1054 μ.Χ.)
«Ὅστις
ἂν τῇ πίστει καὶ τῇ
θυσίᾳ τῆς Ῥωμαϊκῆς καὶ
ἀποστολικῆς καθέδρας ἀντιλέγῃ,
ἀνάθεμα ἔστω, καὶ
μήτε λεγέσθω ὀρθόδοξος, ἀλλὰ
λεγέσθω προζυμίτης καὶ νέος ἀντίχριστος.
Οὕβερτος
Θεοῦ χάριτι τῆς ἁγίας
τῶν Ῥωμαίων Ἐκκλησίας ἐπίσκοπος,
Πέτρος τῶν Ἀμαλφηνῶν ἀρχιεπίσκοπος,
Φρεδέριχος διάκονος καὶ καγκελλάριος πᾶσι τοῖς
τῆς Καθολικῆς Ἐκκλησίας
τέκνοις.
Ἡ
ἁγία Ῥωμαϊκὴ πρώτη καὶ
ἀποστολικὴ καθέδρα, πρὸς
ἥν, ἅτε δὴ πρὸς κεφαλήν, ἡ φροντὶς
πασῶν τῶν Ἐκκλησιῶν ἰδικῶς
ἐφαρμόζει, τῆς ἐκκλησιαστικῆς
εἰρήνης καὶ χρείας χάριν, πρὸς
ταύτην τὴν βασιλικὴν πόλιν ἡμᾶς
ἀποκρισαρίους αὐτῆς
ποιῆσαι κατηξίωσεν· ἵνα, καθὼς
γέγραπται, κατέλθωμεν καὶ ἴδωμεν, εἰ ἄρα
ἔργῳ πεπλήρωται ἡ βοή, ἣ
ἀδιαστίκτως ἐκ τηλικαύτης πόλεως ἀνέβαινε
πρὸς τὰ ὦτα αὐτῆς· εἰ δὲ καὶ μὴ ἦν οὕτως, γνῷ. Ὅθεν
γινωσκέτωσαν πρὸ μὲν πάντων οἱ δεδοξασμένοι αὐτοκράτορες,
ὁ κλῆρος, ἡ σύγκλητος καὶ
ὁ λαὸς ταύτης τῆς Κωνσταντινουπόλεως, καὶ
πᾶσα ἡ Καθολικὴ Ἐκκλησία,
ἡμᾶς ἐνταῦθα διεγνωκέναι, ὅθεν πλεῖστα
χαιρόμεθα ἀγαθὸν καὶ μέγιστον, ὅθεν ἐλεεινῶς
λυπούμεθα κακόν.
Καὶ
γὰρ ὅσον πρὸς τοὺς
κίονας τοῦ κράτους καὶ τοὺς
αὐτοῦ τετιμημένους καὶ τοὺς
πολίτας σοφούς, χριστιανικωτάτη καὶ ὀρθόδοξός
ἐστιν ἡ πόλις· ὅσον
δὲ πρὸς τὸν Μιχαὴλ τὸν
καταχρηστικῶς λεγόμενον πατριάρχην, καὶ τῆς
αὐτοῦ ἀνοίας τοὺς συνεργούς, πλεῖστα
ζιζάνια τῶν αἱρέσεων καθ’ ἑκάστην διασπείρεται ἐν
μέσῳ αὐτῆς, ὅτι καθὼς οἱ
Σιμωνιακοὶ τὴν δωρεὰν τοῦ
Θεοῦ πιπράσκουσι, καὶ ὡς
οἱ Βαλέσιοι τοὺς παροίκους αὐτῶν
ἐξευνουχίζουσι, καὶ οὐ
μόνον πρὸς κληρικᾶτα, ἀλλὰ
καὶ πρὸς ἐπισκοπᾶτα ἀνάγουσιν·
ὡς οἱ Ἀρειανοὶ ἀναβαπτίζουσι
τοὺς ἐν ὀνόματι τῆς ἁγίας
Τριάδος βεβαπτισμένους, καὶ μάλιστα τοὺς
Λατίνους· ὡς οἱ Δονατισταὶ ἐπικυροῦσιν,
ὅτι, ἐκτὸς τῆς Ἐκκλησίας τῶν Γραικῶν,
τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ
καὶ τὴν ἀληθινὴν θυσίαν καὶ
τὸ βάπτισμα ἐξ ὅλου
τοῦ κόσμου ἀπολωλεκέναι· ὡς
οἱ Νικολαΐται πρὸς σαρκικοὺς
γάμους παραχωροῦσι καὶ διεκδικοῦσι
τοῖς τοῦ ἱεροῦ θυσιαστηρίου ὑπηρέταις· ὡς
οἱ Σεβηριανοί, ἐπικατάρατόν φασι τὸν
νόμον τοῦ Μωσέως· ὡς οἱ
Πνευματομάχοι ἢ Θεομάχοι ἀπέκοψαν ἀπὸ
τοῦ Συμβόλου τοῦ ἁγίου
Πνεύματος τὴν ἐκπόρευσιν ἐκ τοῦ
Υἱοῦ· ὡς οἱ Ναζωρηνοὶ τὸν
σαρκικὸν τῶν Ἰουδαίων καθαρισμὸν ἐπὶ
τοσοῦτον τηροῦσιν, ὥστε
τὰ βρέφη τὰ θνήσκοντα πρὸ
τῆς ὀγδόης ἡμέρας ἀπὸ
τῆς γεννήσεως βαπτίζεσθαι ἀντιλέγειν, καὶ
τὰς γυναῖκας τὰς
ἐν τοῖς καταμηνίοις αὐτῶν,
εἴτε ἐν τῇ γέννᾳ, κινδυνευούσας κοινωνήσασθαι,
εἴτε ἀβάπτιστοί εἰσι βαπτίζεσθαι διακωλύειν·
καὶ τὴν κόμην τῆς κεφαλῆς
καὶ τοῦ πώγωνος, ὡς οἱ
Ναζωρηνοί, τρέφοντες, τοὺς τὰς κόμας κείροντας καὶ κατὰ
τὴν διάταξιν τῆς Ῥωμαϊκῆς
Ἐκκλησίας τοὺς πώγωνας ξυρίζοντας εἰς
τὴν κοινωνίαν οὐ καταδέχονται. Ὑπὲρ
ὧν πλανισμῶν καὶ
ἑτέρων πλείστων ἔργων αὐτοῦ,
ὁ αὐτὸς Μιχαὴλ γράμματι τοῦ
κυροῦ ἡμῶν Λέοντος τοῦ πάπα νουθετηθείς, πεισθῆναι
κατεφρόνησεν. Ἔπειτα ἡμῖν
τοῖς ἀγγέλοις αὐτοῦ
τὰς ὑποθέσεις τῶν τηλικούτων κακῶν
λογικῶς ἀντιστῆναι λέγουσι, τὴν
παρουσίαν αὐτοῦ καὶ τὴν συντυχίαν παντελῶς ἀπηρνήσατο,
οὔτε τῷ ὑγιεῖ βουλεύματι τῶν αὐτοκρατόρων
καὶ τῶν σοφῶν νουθετούντων κατασπάσαθαι
αὐτόν, οὐχ ὑπήκουσεν,
καθὼς καὶ πρότερον τὰς τῶν
Λατίνων ἐκκλησίας ἠσφαλίσατο, καὶ
αὐτοὺς ἀζυμίτας ἀποκαλῶν
ῥήματι καὶ ἔργοις
ἁπανταχῇ κατεδιώξατο ἐπὶ
τοσοῦτον, ὥστε ἐν
τοῖς υἱοῖς αὐτοῦ ἀναθεματίζειν τὴν ἀποστολικὴν
καθέδραν, καθ’ ἧς ἑαυτὸν ἔτι ὑπογράφει οἰκουμενικὸν
πατριάρχην.
Ὅθεν
ἡμεῖς τῆς αὐτῆς ἁγίας καὶ πρώτης ἀποστολικῆς
καθέδρας τὴν ἐξάκουστον βίαν καὶ ὕβριν
οὐχ ὑποφέροντες, τήν τε καθολικὴν πίστιν καταδύεσθαι πολυτρόπως
ὑφορώμενοι, προκρίσει τῆς ἁγίας
καὶ ἀδιαιρέτου Τριάδος, τοῦ τε ἀποστολικοῦ
θρόνου, οὗτινος τὴν ἀπόκρισιν
διέπομεν, καὶ πάντων τῶν ὀρθοδόξων
Πατέρων τῶν ἑπτὰ Συνόδων, ἀπὸ
πάσης τῆς Καθολικῆς Ἐκκλησίας
τῷ ἀναθέματι, ὅπερ ὁ
κύριος ἡμῶν ὁ εὐλαβέστατος πάπας τῷ αὐτῷ
Μιχαὴλ καὶ τοῖς αὐτῷ ἑπομένοις, ἐὰν μὴ
πεισθῶσιν, ἀπεφήνατο, οὕτω
καθυπογράφομεν.
Μιχαὴλ
ὁ καταχρηστικῶς πατριάρχης, ὁ
νεόφυτος καὶ μόνῳ ἀνθρωπίνῳ φόβῳ
τὸ μοναχικὸν σχῆμα
δεξάμενος, νῦν δὲ ἐγκλήμασιν ἀνηκέστοις παρὰ
πολλῶν διαπεφημισμένος, καὶ μετ’ αὐτοῦ
Λέων ὁ τῆς Ἀχρίδος ἐπιλεγόμενος, καὶ
ὁ σακελλάριος τοῦ αὐτοῦ
Μιχαὴλ ὁ Νικηφόρος, ὅστις τὴν
τῶν Λατίνων θυσίαν προφανῶς κατεπάτησε τοῖς
ποσί, καὶ πάντες οἱ ἑπόμενοι
αὐτοῖς ἐν τοῖς προκειμένοις πλανίσμασι καὶ τολμήμασιν, ἔστωσαν
ἀνάθεμα, Μαραναθά, σὺν τοῖς
Σιμωνιακοῖς, Βαλεσίοις, Ἀρειανοῖς,
Δονατισταῖς, Νικολαΐταις, Σεβηριανοῖς, Μανιχαίοις, σὺν
οἷς δογματίζουσι καὶ τοῖς
ἄλλοις, ὅτι τὸ
ἔνζυμον ἔμψυχον εἶναι,
καὶ σὺν πᾶσι τοῖς αἱρετικοῖς,
μᾶλλον δὲ μετὰ
τοῦ διαβόλου καὶ τῶν
ἀγγέλων αὐτοῦ,
ἐὰν μὴ πεισθῶσιν. Ἀμήν.
Ἀμήν. Ἀμήν».
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 345-347.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου