ΑΠΟΦΑΣΙΣ
Η «ΣΗΜΕΙΩΜΑ»
ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ ΕΝΔΗΜΟΥΣΗΣ ΣΥΝΟΔΟΥ
(1054
μ.Χ.)
Σημείωμα περὶ
τοῦ ριφθέντος πιττακίου ἐν τῇ
ἁγίᾳ τραπέζῃ παρὰ
τῶν ἀπὸ Ῥώμης πρέσβεων κατὰ τοῦ
ἁγιωτάτου Πατριάρχου κυροῦ Μιχαήλ, μηνὶ
Ἰουλίῳ Ἰνδικτ. ζ΄.
Προκαθημένου Μιχαὴλ
τοῦ ἁγιωτάτου ἡμῶν
δεσπότου καὶ οἰκουμενικοῦ Πατριάρχου ἐν
τοῖς δεξιοῖς μέρεσι τῶν
κατηχουμένων, συνεδριαζόντων αὐτῷ
τῶν θεοφιλεστάτων μητροπολιτῶν Θεοφάνους Κυζίκου καὶ
συγκέλλου, Νικήτα Χαλκηδόνος καὶ συγκέλλου, Λαυρεντίου
Δυρραχίου καὶ συγκέλλου, Ἀνθίμου Σίδης, Νικολάου
Πισινοῦντος, Λέοντος Μύρων, Λέοντος Τραπεζοῦντος,
Ἰωάννου Σμύρνης, Εὐσεβίου Ἀδριανουπόλεως,
Κωνσταντίνου Μυτιλήνης, Νικολάου Χωνῶν, Ὑπατίου
Ἱδροῦντος, καὶ ἀρχιεπισκόπων
Λέοντος Καραβιζύης, Γρηγορίου Μεσημβρίας, παρισταμένων καὶ
τῶν πατριαρχικῶν ἀρχόντων.
Οὐκ
ἦν ἄρα, ὡς ἔοικε, κόρος τῷ πονηρῷ
τῶν κακῶν. Διὰ
τοῦτο γὰρ οὐ παύεται τοῖς εὐσεβέσιν
ἐπιφυόμενος καὶ καινόν τι κατὰ
τῆς ἀληθείας ἀεὶ
ἐφευρίσκειν ἐκμηχανώμενος.
Τοιγάρτοι καὶ μυρίαις μὲν τόσαις ἀπάταις
πρὸ τῆς ἐν σαρκὶ τοῦ
Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο, μυρίαις δὲ
καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν
καὶ παρασύρειν τοὺς αὐτῷ
πειθομένους οὐχ ἀφῆκεν ὅλως οὐδὲ
διέλιπεν. Ἀλλὰ καὶ τούτων ἐκποδὼν
γενομένων, καὶ εὐσεβοῦς καὶ βαθείας ἐλπίδος τοῖς
εὐσεβεῖν ἐθέλουσιν ὑποτρεφομένης μήτ’ ἂν
καινοτέρων δυσσεβημάτων ἐφευρέτας γενέσθαι ποτέ, ἐν πᾶσιν
οἷς κατὰ τοῦ
ὀρθοῦ λόγου ὁ πονηρὸς
πειράσειν ἐσπούδααεν, εἰς τουναντίον αὐτῷ
τῶν μηχανημάτων περιτραπέντων, νῦν
τινες δυσσεβεῖς ἄνδρες καὶ ἀποτρόπαιοι,
καὶ τὶ γὰρ οὐκ ἄν τις εὐσεβῶν
τούτους ὀνομάσειεν, ἄνδρες ἐκ
σκότους ἀναδύντες, (τῆς γὰρ
ἑσπερίου μοίρας ὑπῆρχον
γεννήματα), εἰς τὴν εὐσεβῆ ταύτην ἐλθόντες πόλιν καὶ
θεοφύλακτον, ἀφ’ ἧς, ὥσπερ ἀπό τινος ὑψηλοῦ
καὶ μετεώρου χωρίου, αἱ τῆς
Ὀρθοδοξίας πηγαὶ ἀναδύονται,
καὶ καθαρὰ τῆς
εὐσεβείας τὰ νάματα εἰς
τὰ τῆς οἰκουμενικῆς διαρρέουσι πέρατα,
καὶ ποταμῶν δίκην τὰς
ἐν ἁπάσῃ τῇ ὑφ’ ἥλιον ψυχὰς τοῖς
εὐσεβέσι δόγμασι καταρδεύουσιν, εἰς
ταύτην, ὥσπερ κεραυνὸς ἢ
σεισμὸς ἢ χαλάζης πλῆθος, εἰ
χρὴ δὲ μᾶλλον εἰπεῖν
οἰκειότερον, ὡς μονιὸς
ἄγριος εἰσπηδήσαντες, τὸν
ὀρθὸν λόγον τῇ διαφθορᾷ
τῶν δογμάτων καταλυμήνασθαι ἐπεχείρησαν, ὡς
καὶ γραφὴν ἀποθέσθαι
ἐν τῇ μυστικῇ τῆς
μεγάλης τοῦ Θεοῦ Ἐκκλησίας τραπέζῃ, δι’ ἧς
ἡμᾶς, μᾶλλον δὲ τὴν
Ὀρθόδοξον τοῦ Θεοῦ
Ἐκκλησίαν καὶ πάντας τοὺς
μὴ συνυπαγομένους τοῖς αὐτῶν
δυσσεβήμασιν Ὀρθοδόξους, ἀναθέματι δι’ αὐτὸ
τοῦτο, ὅτι εὐσεβεῖν καὶ τὸ ὀρθόδοξον προβαίνειν ἐθέλομεν, καθυπέβαλον, ἐγκαλέσαντες
ἡμῖν ἄλλα τέ τινα καὶ ὅτι
τοὺς πώγωνας παραπλησίως ἐκείνοις ξυρᾶν
καὶ τὴν κατὰ φύσιν ἀνθρώπου
μορφὴν παρὰ φύσιν ἐξαλλάσειν
οὐκ ἀνεχόμεθα· πρὸς δὲ
καὶ ὅτι μὴ διακρινόμενοι ἀπὸ
πρεσβυτέρων μεταλαμβάνειν γεγαμηκότων· πρὸς ἐπὶ
πᾶσιν δὲ τούτοις, καὶ
ὅτι τὸ ἱερὸν καὶ ἅγιον Σύμβολον, ὃ πᾶσι
τοῖς συνοδικοῖς καὶ
οἰκουμενικοῖς ψηφίσμασιν ἄμαχον
ἔχει τὴν ἰσχύν,
νόθοις λογισμοῖς καὶ παρεγγράπτοις λόγοις καὶ θράσους ὑπερβολῇ
μὴ κιβδηλεύειν ἐθέλομεν, μηδὲ
παραπλησίως ἐκείνοις ἐκ τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, (ὢ τῶν
τοῦ πονηροῦ μηχανημάτων!), ἀλλ’
ἐκ τοῦ Πατρός φαμεν ἐκπορεύεσθαι· μήτε τῇ
Γραφὴ προσέχειν ἐθέλοντες, ἣ
οὐκ ἀκομαδαρώσετε, φησί[1],
τοὺς πώγωνας ὑμῶν,
οὔτε μὴν ἐννοεῖν ὅλως βουλόμενοι, ὅτι γυναιξὶν
εὐπρεπὲς τοῦτο ὁ κτίσας ἐποίησε Θεός, ἀνδράσι
δὲ ἀνάρμοστον ἐδικαίωσεν· ἀλλὰ
καὶ τὸν τέταρτον τῆς ἐν
Γάγγρᾳ Συνόδου περὶ τῶν
γάμον βδελυσσομένων φανερῶς ἀτιμάζοντες, ὅς φησιν, «εἴ
τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ
χρῆναι, λειτουργήσαντος αὐτοῦ,
προσφορὰς μεταλαμβάνειν, ἀνάθεμα ἔστω»
κατ’ αὐτὸ δὲ τοῦτο καὶ τὴν
ἕκτην Σύνοδον ἀθετοῦντες
καὶ ἀτιμάζοντες, ἥ φησιν, «ἐπειδὴ
ἐν τῇ Ῥωμαίων Ἐκκλησίᾳ
ἐν τάξει κανόνος παραδεδόσθαι διέγνωμεν, τοὺς
μέλλοντας διακόνου ἢ πρεσβυτέρου ἀξιοῦσθαι
χειροτονίας καθομολογεῖν, ὡς οὐκέτι ταῖς αὐτῶν
συνάπτονται γαμεταῖς, ἡμεῖς ἀρχαίοις ἐξακολουθοῦντες
κανόσι τῆς ἀποστολικῆς ἀκριβείας
καὶ τάξεως, τὰ τῶν
ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια ἀπὸ
τοῦ νῦν ἐρρῶσθαι βουλόμεθα, μηδαμῶς αὐτῶν
τὴν πρὸς τὰς γαμετὰς συνάφειαν διαλύοντες
ἢ ἀποστεροῦντες αὐτοὺς
τῆς πρὸς ἀλλήλους κατὰ καιρὸν
τὸν προσήκοντα ὁμιλίας· ὥστε,
εἴ τις ἄξιος εὑρεθῇ
πρὸς χειροτονίαν διακόνου ἢ ὑποδιακόνου,
οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ
τὸν τοιοῦτον βαθμὸν
ἐπαναβιβάζεσθαι νομίμῳ συνοικῶν
γαμετῇ, μήτε μὴν ἐν
τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω
ὁμολογεῖν, ὡς
ἀποστήσεται τῆς νομίμου πρὸς
τὴν οἰκείαν γαμετὴν ὁμιλίας,
ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ
Θεοῦ νομοθετηθέντα καὶ εὐλογηθεντα
τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν,
τῆς τοῦ Εὐαγγελίου φωνῆς ἐκβοώσης,
«οὖς ὁ Θεὸς συνέζευξεν ἀνθρωπος μὴ
χωριζέτω», καὶ τοῦ Ἀποστόλου διδάσκοντος, «τίμιον τὸν
γάμον ἐν πᾶσι καὶ τὴν
κοίτην ἀμίαντον», καὶ «δέδεσαι γυναικί, μὴ
ζήτει λύσιν»· εἴ τις οὖν τολμήσῃ,
παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος,
τινὰ τῶν ἱερουμένων, πρεσβυτέρων φαμὲν ἢ
διακόνων ἢ ὑποδιακόνων, ἀποστερεῖν
τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας καὶ
κοινωνίας, καθαιρείσθω· ὡσαύτως καὶ εἴ
τις πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ
γυναῖκα προφάσει εὐλαβείας ἐκβάλλοι,
ἀφοριζέσθω, ἐπιμένων δὲ
καθαιρείσθω».
Πρὸς
ἐπὶ πᾶσι δὲ τούτοις μηδὲ ἐννοεῖν
ὅλως ἐθέλοντες, ἐν οἷς
τὸ Πνεῦμα οὐκ ἐκ τοῦ Πατρός, ἀλλὰ
καὶ ἐκ τοῦ Υἱοῦ φασιν ἐκπορεύεσθαι, ὅτι
οὔτε ἀπὸ εὐαγγελιστῶν τὴν
φωνὴν ἔχουσι ταύτην, οὔτε ἀπὸ
Οἰκουμενικῆς Συνόδου τὸ
βλάσφημον τοῦτο κέκτηνται δόγμα. Ὁ μὲν
γὰρ Κύριος ὁ Θεὸς
ἡμῶν φησι, «τὸ Πνεῦμα
τῆς ἀληθείας, ὃ παρὰ
τοῦ Πατρὸς ἐκπορεύεται»[2],
οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβείας
πατέρες τὸ Πνεῦμά φασιν, ὃ παρὰ
τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ ἐκπορεύεται. Ἀλλὰ
μηδὲ συνορῶντες πάλιν, ὡς
εἰ ἐν ᾧ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται
τὸ Πνεῦμα, ἡ ἰδιότης ἐπιγινώσκεται αὐτοῦ·
ὡσαύτως καὶ εἰ
ἐν ᾧ γεννᾶται ὁ
Υἱός, ἡ τοῦ Υἱοῦ· ἐκπορεύεται δέ, ὡς ὁ
αὐτῶν λῆρος, καὶ τὸ
Πνεῦμα ἐκ τοῦ Υἱοῦ, πλείοσιν ἂρ’ ἰδιότησι
διαστέλλεται τὸ Πνεῦμα τοῦ Πατρός, ἤπερ
ὁ Υἱός. Κοινὸν μὲν
γὰρ Πνεύματι καὶ Υἱῷ
ἡ ἐξ αὐτοῦ τοῦ Πατρὸς πρόοδος, ἰδία
δὲ τοῦ Πνεύματος ἡ ἐκ
τοῦ Πατρὸς ἐκπόρευσις,
οὐ μὴν καὶ ἡ τοῦ Υἱοῦ. Εἰ δὲ πλείοσι διαφοραῖς διαστέλλεται τὸ
Πνεῦμα ἤπερ ὁ Υἱός, ἐγγυτέρω ἂν εἴη
τῆς πατρικῆς οὐσίας
ὁ Υἱὸς ἤπερ τὸ Πνεῦμα.
Καὶ οὕτως ἡ Μακεδονία πάλιν κατὰ τοῦ
Πνεύματος παρακύψειε τόλμα, τὸ ἐκείνων
ὑποδυόμενη δρᾶμα καὶ
τὴν σκηνήν. Χωρὶς δὲ
τῶν εἰρημένων, οὐδὲ
συνιέναι ὅλως ἐθέλουσιν, ὅτι εἰ
πᾶν, ὅπερ μή ἐστι κοινὸν
τῆς παντοκρατορικῆς καὶ
ὁμοουσίου Τριάδος, ἑνός ἐστι
μόνου τῶν τριῶν, οὐκ
ἔστι δὲ ἡ
τοῦ Πνεύματος προβολὴ κοινὸν
τῶν τριῶν, ἑνὸς
ἄρα ἐστὶ μόνου τῶν τριῶν.
Ἀλλ’
οἱ μὲν οὕτως ἡμῶν τε αὐτῶν
καὶ τῆς Ὀρθοδόξου τοῦ Θεοῦ
Ἐκκλησίας κατηναιδεύσαντο· ἀφ’ ἑτέρας
μὲν ἢ ἀπὸ τῆς πρεσβυτέρας Ῥώμης πρὸς
τὸν φιλευσεβέστατον ἡμῶν
αὐτοκράτορα ἀφικόμενοι, ἄλλα
δέ τινα κατὰ τοῦ ὀρθοδόξου τῆς Ἐκκλησίας
πληρώματος σκαιωρήσαντες· μᾶλλον δὲ
καὶ αὐτὴν τὴν ἀρχὴν ποιησάμενοι, καὶ ἐκ
τῆς Ῥώμης μὲν ἀφικέσθαι,
καὶ παρὰ τοῦ πάπα ἀποσταλῆναι
σκηψάμενοι, τῆς δὲ ἀληθείας ταῖς παρὰ
τοῦ Ἀργυροῦ δολεραῖς
ὑποθήκαις καὶ συμβουλαῖς,
αὐτοί τε ἀφ’ ἑαυτῶν
ἀφικόμενοι, καὶ μήτε παρὰ
τοῦ πάπα ἀποσταλέντες, ἀλλὰ
καὶ τὰ γράμματα, ἃ ὡς
ἀπ’ ἐκείνου δῆθεν ἐπεφέροντο,
πλασάμενοι. Τοῦτο γὰρ ἀπό τε ἄλλων διεγνώσθη πολλῶν,
καὶ ἀπὸ τοῦ τὰς τῶν γραμμάτων σφραγίδας νενοθευμένας φανερῶς
φωραθῆναι. Αὐτὸ
μὲν οὖν τὸ παρὰ τῶν δυσσεβῶν τούτων ἀποτεθὲν
ἔγγραφον καθ’ ἡμῶν,
ἰταλικοῖς γράμμασι
γεγραμμένον, καὶ ἐπὶ παρουσίᾳ τῶν
ὑποδιακόνων τῆς δευτέρας ἑβδομάδος,
παρ’ αὐτῶν πρῶτον μὲν τῇ
τραπέζῃ τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας ἐπιτεθέν,
ὕστερον δὲ διὰ
τὸ τοὺς ὑποδιακόνους ἀπώσασθαι τοῦτο
καὶ τῆς θείας ἀπορρίψαι τραπέζης, καὶ
προτείνοντας μὲν τοῖς θεῖσι λαβεῖν, ἐκείνους
δὲ μὴ βουληθῆναι τοῦτο
κατὰ ἐδάφους ῥιφθέν, καὶ
εἰς χεῖρας πολλῶν ἐλθόν,
ἵνα μὴ δημοσιευθῇ τὰ
ἐν αὐτῷ βλασφημούμενα, ἡ μετριότης ἡμῶν
ἀνελάβετο, εἶτα τῶν
τὴν ἰταλίδα γλῶτταν εἰς
τὴν ἑλλάδα μεταβάλλειν εἰδότων προκαλεσαμένη
τινάς, ἤγουν τὸν πρωτοσπαθάριον Κοσμᾶν,
τὸν Ῥωμαῖον τὸν Πυρὸν καὶ
τὸν μοναχὸν Ἰωάννην
τὸν Ἰσπανόν, μεταφράσαι τὸ ἔγγραφον
ἐπετρέψατο. Καὶ τοῦ
ἐγγράφου παρὰ τούτων μεταφρασθέντος
εἶχεν ἡ τούτου ὑφὴ
αὐτοῖς ῥήμασι οὑτωσί.
«Ὅστις
ἂν τῇ πίστει καὶ τῇ
θυσίᾳ τῆς Ῥωμαϊκῆς καὶ
ἀποστολικῆς καθέδρας ἀντιλέγῃ,
ἀνάθεμα ἔστω, καὶ
μήτε λεγέσθω ὀρθόδοξος, ἀλλὰ
λεγέσθω προζυμίτης καὶ νέος ἀντίχριστος. Οὕβερτος
Θεοῦ χάριτι τῆς ἁγίας
τῶν Ῥωμαίων Ἐκκλησίας ἐπίσκοπος,
Πέτρος τῶν Ἀμαλφηνῶν ἀρχιεπίσκοπος,
Φρεδέριχος διάκονος καὶ καγκελλάριος πᾶσι τοῖς
τῆς Καθολικῆς Ἐκκλησίας
τέκνοις. Ἡ ἁγία Ῥωμαϊκὴ πρώτη καὶ
ἀποστολικὴ καθέδρα, πρὸς
ἥν, ἅτε δὴ πρὸς κεφαλήν, ἡ φροντὶς
πασῶν τῶν Ἐκκλησιῶν ἰδικῶς
ἐφαρμόζει, τῆς ἐκκλησιαστικῆς
εἰρήνης καὶ χρείας χάριν, πρὸς
ταύτην τὴν βασιλικὴν πόλιν ἡμᾶς
ἀποκρισαρίους αὐτῆς
ποιῆσαι κατηξίωσεν· ἵνα, καθὼς
γέγραπται, κατέλθωμεν καὶ ἴδωμεν, εἰ ἄρα
ἔργῳ πεπλήρωται ἡ βοή, ἣ
ἀδιαστίκτως ἐκ τηλικαύτης πόλεως ἀνέβαινε
πρὸς τὰ ὦτα αὐτῆς· εἰ δὲ καὶ μὴ ἦν οὕτως, γνῷ. Ὅθεν
γινωσκέτωσαν πρὸ μὲν πάντων οἱ δεδοξασμένοι αὐτοκράτορες,
ὁ κλῆρος, ἡ σύγκλητος καὶ
ὁ λαὸς ταύτης τῆς Κωνσταντινουπόλεως,
καὶ πᾶσα ἡ Καθολικὴ Ἐκκλησία,
ἡμᾶς ἐνταῦθα διεγνωκέναι, ὅθεν πλεῖστα
χαιρόμεθα ἀγαθὸν καὶ μέγιστον, ὅθεν ἐλεεινῶς
λυπούμεθα κακόν. Καὶ γὰρ ὅσον πρὸς τοὺς
κίονας τοῦ κράτους καὶ τοὺς
αὐτοῦ τετιμημένους καὶ τοὺς
πολίτας σοφούς, χριστιανικωτάτη καὶ ὀρθόδοξός
ἐστιν ἡ πόλις· ὅσον
δὲ πρὸς τὸν Μιχαὴλ τὸν
καταχρηστικῶς λεγόμενον πατριάρχην, καὶ τῆς
αὐτοῦ ἀνοίας τοὺς συνεργούς, πλεῖστα
ζιζάνια τῶν αἱρέσεων καθ’ ἑκάστην διασπείρεται ἐν
μέσῳ αὐτῆς, ὅτι καθὼς οἱ
Σιμωνιακοὶ τὴν δωρεὰν τοῦ
Θεοῦ πιπράσκουσι, καὶ ὡς
οἱ Βαλέσιοι τοὺς παροίκους αὐτῶν
ἐξευνουχίζουσι, καὶ οὐ
μόνον πρὸς κληρικᾶτα, ἀλλὰ
καὶ πρὸς ἐπισκοπᾶτα ἀνάγουσιν·
ὡς οἱ Ἀρειανοὶ ἀναβαπτίζουσι
τοὺς ἐν ὀνόματι τῆς ἁγίας
Τριάδος βεβαπτισμένους, καὶ μάλιστα τοὺς
Λατίνους· ὡς οἱ Δονατισταὶ ἐπικυροῦσιν,
ὅτι, ἐκτὸς τῆς Ἐκκλησίας τῶν Γραικῶν,
τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ
καὶ τὴν ἀληθινὴν θυσίαν καὶ
τὸ βάπτισμα ἐξ ὅλου
τοῦ κόσμου ἀπολωλεκέναι· ὡς
οἱ Νικολαΐται πρὸς σαρκικοὺς
γάμους παραχωροῦσι καὶ διεκδικοῦσι
τοῖς τοῦ ἱεροῦ θυσιαστηρίου ὑπηρέταις· ὡς
οἱ Σεβηριανοί, ἐπικατάρατόν φασι τὸν
νόμον τοῦ Μωσέως· ὡς οἱ
Πνευματομάχοι ἢ Θεομάχοι ἀπέκοψαν ἀπὸ
τοῦ Συμβόλου τοῦ ἁγίου
Πνεύματος τὴν ἐκπόρευσιν ἐκ τοῦ
Υἱοῦ· ὡς οἱ Ναζωρηνοὶ τὸν
σαρκικὸν τῶν Ἰουδαίων καθαρισμὸν ἐπὶ
τοσοῦτον τηροῦσιν, ὥστε
τὰ βρέφη τὰ θνήσκοντα πρὸ
τῆς ὀγδόης ἡμέρας ἀπὸ
τῆς γεννήσεως βαπτίζεσθαι ἀντιλέγειν, καὶ
τὰς γυναῖκας τὰς
ἐν τοῖς καταμηνίοις αὐτῶν,
εἴτε ἐν τῇ γέννᾳ, κινδυνευούσας κοινωνήσασθαι,
εἴτε ἀβάπτιστοί εἰσι βαπτίζεσθαι
διακωλύειν· καὶ τὴν κόμην τῆς κεφαλῆς
καὶ τοῦ πώγωνος, ὡς οἱ
Ναζωρηνοί, τρέφοντες, τοὺς τὰς κόμας κείροντας καὶ κατὰ
τὴν διάταξιν τῆς Ῥωμαϊκῆς
Ἐκκλησίας τοὺς πώγωνας ξυρίζοντας εἰς
τὴν κοινωνίαν οὐ καταδέχονται. Ὑπὲρ
ὧν πλανισμῶν καὶ
ἑτέρων πλείστων ἔργων αὐτοῦ,
ὁ αὐτὸς Μιχαὴλ γράμματι τοῦ
κυροῦ ἡμῶν Λέοντος τοῦ πάπα νουθετηθείς,
πεισθῆναι κατεφρόνησεν. Ἔπειτα ἡμῖν
τοῖς ἀγγέλοις αὐτοῦ
τὰς ὑποθέσεις τῶν τηλικούτων κακῶν
λογικῶς ἀντιστῆναι λέγουσι, τὴν
παρουσίαν αὐτοῦ καὶ τὴν συντυχίαν παντελῶς ἀπηρνήσατο,
οὔτε τῷ ὑγιεῖ βουλεύματι τῶν αὐτοκρατόρων
καὶ τῶν σοφῶν νουθετούντων
κατασπάσαθαι αὐτόν, οὐχ ὑπήκουσεν,
καθὼς καὶ πρότερον τὰς τῶν
Λατίνων ἐκκλησίας ἠσφαλίσατο, καὶ
αὐτοὺς ἀζυμίτας ἀποκαλῶν
ῥήματι καὶ ἔργοις
ἁπανταχῇ κατεδιώξατο ἐπὶ
τοσοῦτον, ὥστε ἐν
τοῖς υἱοῖς αὐτοῦ ἀναθεματίζειν τὴν ἀποστολικὴν
καθέδραν, καθ’ ἧς ἑαυτὸν ἔτι ὑπογράφει οἰκουμενικὸν
πατριάρχην. Ὅθεν ἡμεῖς τῆς αὐτῆς ἁγίας καὶ πρώτης ἀποστολικῆς
καθέδρας τὴν ἐξάκουστον βίαν καὶ ὕβριν
οὐχ ὑποφέροντες, τήν τε καθολικὴν πίστιν καταδύεσθαι
πολυτρόπως ὑφορώμενοι, προκρίσει τῆς ἁγίας
καὶ ἀδιαιρέτου Τριάδος, τοῦ τε ἀποστολικοῦ
θρόνου, οὗτινος τὴν ἀπόκρισιν
διέπομεν, καὶ πάντων τῶν ὀρθοδόξων
Πατέρων τῶν ἑπτὰ Συνόδων, ἀπὸ
πάσης τῆς Καθολικῆς Ἐκκλησίας
τῷ ἀναθέματι, ὅπερ ὁ
κύριος ἡμῶν ὁ εὐλαβέστατος πάπας τῷ αὐτῷ
Μιχαὴλ καὶ τοῖς αὐτῷ ἑπομένοις, ἐὰν μὴ
πεισθῶσιν, ἀπεφήνατο, οὕτω
καθυπογράφομεν. Μιχαὴλ ὁ καταχρηστικῶς πατριάρχης, ὁ
νεόφυτος καὶ μόνῳ ἀνθρωπίνῳ φόβῳ
τὸ μοναχικὸν σχῆμα
δεξάμενος, νῦν δὲ ἐγκλήμασιν ἀνηκέστοις παρὰ
πολλῶν διαπεφημισμένος, καὶ μετ’ αὐτοῦ
Λέων ὁ τῆς Ἀχρίδος ἐπιλεγόμενος, καὶ
ὁ σακελλάριος τοῦ αὐτοῦ
Μιχαὴλ ὁ Νικηφόρος, ὅστις τὴν
τῶν Λατίνων θυσίαν προφανῶς κατεπάτησε τοῖς
ποσί, καὶ πάντες οἱ ἑπόμενοι
αὐτοῖς ἐν τοῖς προκειμένοις πλανίσμασι καὶ τολμήμασιν, ἔστωσαν
ἀνάθεμα, Μαραναθά, σὺν τοῖς
Σιμωνιακοῖς, Βαλεσίοις, Ἀρειανοῖς,
Δονατισταῖς, Νικολαΐταις, Σεβηριανοῖς, Μανιχαίοις, σὺν
οἷς δογματίζουσι καὶ τοῖς
ἄλλοις, ὅτι τὸ
ἔνζυμον ἔμψυχον εἶναι,
καὶ σὺν πᾶσι τοῖς αἱρετικοῖς,
μᾶλλον δὲ μετὰ
τοῦ διαβόλου καὶ τῶν
ἀγγέλων αὐτοῦ,
ἐὰν μὴ πεισθῶσιν. Ἀμήν.
Ἀμήν. Ἀμήν».
Ταῦτα
μὲν οὖν τὰ τῆς δυσσεβοῦς ταύτης καὶ
ἀνοσίου γραφῆς. Ἡ
δὲ μετριότης ἡμῶν,
τὴν τηλικαύτην κατὰ τῆς
εὐσεβείας τόλμαν καὶ τὴν
ἀναίδειαν μὴ ἀνασχομένη
ἀνεπεξέλευστον μεῖναι καὶ
ἀτιμώρητον, τῷ κραταιῷ
καὶ ἁγίῳ ἡμῶν βασιλεῖ τὰ
περὶ τούτου κοινολογεῖται· καὶ
ὅς, ἦσαν γὰρ οὗτοι
ἀπόδημοι πρὸ μιᾶς
καὶ μόνον ἡμέρας μετὰ
τὸ περὶ τούτου ἀνεχθῆναι
τῷ κράτει αὐτοῦ,
τοὺς ὡς τὴν μεγαλόπολιν τούτους μετασταλοῦντας
ἐκπέμπει, καὶ θᾶττον
μεταπέμπονται· οὐ βούλονται δὲ τῇ
ἡμετέρᾳ μετριότητι προσελθεῖν
ἢ τῇ ἱερᾷ καὶ μεγάλη Συνόδῳ εἰς
ὄψιν ἐλθεῖν καὶ ἀπόκρισίν τινα δοῦναι περὶ
ὧν ἀσεβῶν ἀπηρεύξαντο, ἀλλ’ ἀκολούθως
μὲν τῷ παρ’ αὐτῶν
ἐκτεθέντι ἐγγράφῳ,
καὶ πλείω δὲ τῶν
ἐν αὐτῷ γραφέντων κατὰ τῆς
ἡμετέρας πίστεως ἔχειν εἰπεῖν
διατείνονται, αἱρεῖσθαι δὲ θανεῖν
μᾶλλον ἢ εἰς
ὄψιν ἡμῖν καὶ τῇ Συνόδῳ ἐλθεῖν.
Ταῦτα γὰρ ὁ κραταιὸς καὶ
ἅγιος ἡμῶν
βασιλεὺς δι’ ἀποκρίσεως τοῦ
περιβλέπτου μαγίστρου καὶ ἐπὶ τῶν δεήσεων καὶ τοῦ
θεοφιλεστάτου χαρτοφύλακος καὶ τοῦ
ὑπομνηματογράφου λέγειν τούτους ἡμῖν
καὶ τῇ Συνόδῳ μεμήνυκεν. Ἐπεὶ
δὲ αὐτοὺς μὲν μὴ βουλομένους τῇ Συνόδῳ
καὶ ἡμῖν ἀπαντῆσαι, βιασθῆναι ὁ
κραταιὸς καὶ ἅγιος ἡμῶν
βασιλεύς, διὰ τὸ δοκοῦν περικεῖσθαι
τούτους τῆς πρεσβείας ὀφφίκιον, οὐκ
ηὐδόκησεν, ἀνεκδίκητον δὲ
πάλιν τὴν τηλικαύτην κατὰ τῆς
εὐσεβείας μεῖναι ἀναίδειαν
ἀπρεπὲς ἦν καὶ ἄλλως ἀνάξιον, ᾠκονόμησε
θεραπείαν ἀρίστην τῷ πράγματι, καὶ
τίμιον καὶ προσκυνητὸν γράμμα πρὸς
τὴν ἡμετέραν μετριότητα διὰ Στεφάνου τοῦ
ὁσιωτάτου μοναχοῦ καὶ
οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας
καὶ Ἰωάννου μαγίστρου καὶ ἐπὶ
τῶν δεήσεων καὶ Κώνσταντος βεστάρχου
καὶ ὑπάτου τῶν φιλοσόφων ἐξαπέστειλεν.
Ἔχει δὲ ἐπὶ
λέξεως οὐτωσί: «Ἁγιώτατε Δέσποτα, περὶ
τοῦ συμβάντος ἡ βασιλεία μου ἐρευνήσασα,
εὗρε τὴν ῥίζαν τοῦ κακοῦ
γενομένην ἀπὸ τῶν ἑρμηνευτῶν καὶ
τοῦ μέρους τοῦ Ἀργυροῦ,
καὶ τοὺς μὲν ἐθνικοὺς ὡς
ξένους καὶ παρ’ ἑτέρων ὑποβληθέντας
τὶ ποιῆσαι οὐκ ἔχομεν·
τοὺς δὲ αἰτίους τυφθέντας ἀπεστείλαμεν πρὸς
τὴν ἁγιωσύνην σου, ὡς ἂν
δι’ αὐτῶν παιδαγωγηθῶσι καὶ
ἄλλοι, τὸ μὴ
φλυαρεῖν τοιαῦτα· τὸ
δὲ χαρτίον, μετὰ τὸ
ἀναθεματισθῆναι καὶ
τοὺς συμβουλευσαμένους καὶ τοὺς
ἐκδεδωκότας καὶ γράψαντας καὶ
μικρὰν εἴδησιν τῆς τούτων ποιήσεως ἔχοντας,
καυθήτω ἐνώπιον πάντων. Προσέταξε γὰρ ἡ
βασιλεία μου, ἵνα καὶ τὸν
βεστάρχην τὸν γαμβρὸν τοῦ
Ἀργυροῦ καὶ
τὸν Βέστην τὸν ἐκείνου
υἱὸν ἀποκλείσωσιν εἰς τὴν
φυλακήν, ὡς ἂν διάγωσιν ἐν αὐτῇ
κακοχούμενοι, καθώς εἰσιν ἄξιοι, ἕνεκα τῆς
τοιαύτης ὑποθέσεως. Μηνὶ Ἰουλίῳ
ἰνδικτιῶνος ζ΄». Ταῦτα
μὲν ἡ βασιλικὴ καὶ
θεία γραφή.
Κατὰ
γοῦν τοῦ φιλευσεβοῦς αὐτοκράτορος
οἰκονομίαν, αὐτό τε τὸ
ἀσεβὲς ἔγγραφον, οἱ τοῦτο
ἐκθεμένοι, καὶ ἢ
γνώμην εἰς τὴν τούτου ποίησιν δεδωκότες, ἢ αὐτοῖς
τοῖς ποιήσασι συναράμενοι ἐπὶ
παρουσίᾳ τῶν πρὸς βασιλέως ἀπεσταλμένων, ἐν
τῷ μεγάλῳ σεκρέτῳ
ἀναθέματι ὑπεβλήθησαν· ἐκρίθη
δὲ κατὰ τὴν τετάρτην ἡμέραν, ἥτις
ἐστὶ πρώτη μὲν τῆς
ἐνεστώσης ἑβδομάδος, κ΄ δὲ
τοῦ παρόντος Ἰουλίου μηνός, καθ’ ἣν
καὶ ἡ τῆς πέμπτης Συνόδου ἔκθεσις ἀναγνωσθῆναι
μέλλει κατὰ τὸ σύνηθες ἐπ’ ἀκροάσει
τοῦ πλήθους, ἀναθεματισθῆναι
τὸ αὐτὸ ἀσεβὲς καὶ αὖθις ἔγγραφον, πρὸς δὲ
καὶ τοὺς τοῦτο ἐθεμένους καὶ γράψαντας καὶ
συναίνεσίν τινα ἢ βουλὴν εἰς
τὴν τούτου ποίησιν δεδωκότας. Τὸ
δὲ πρωτότυπον τοῦ ῥιφθέντος
παρὰ τῶν δυσσεβῶν ἀνοσίου
ἐγγράφου καὶ μυσαροῦ
οὐ κατεκαύθη, ἀλλ’ ἐν
τῷ εὐαγεῖ τοῦ χαρτοφύλακος ἐπετέθη σεκρέτῳ,
εἰς ἐλέγχον διηνεκῆ τῶν
τηλικαῦτα τοῦ Θεοῦ
ἡμῶν βλασφημησάντων καὶ εἰς
μονιμωτέραν κατάγνωσιν. Δεῖ δὲ
γινώσκειν, ὅτι κατὰ τὴν
εἰκοστὴν ἡμέραν τοῦ ἐνεστῶτος
μηνός, καθ’ ἣν ἀνεθεματίσθησαν οἱ κατὰ
τῆς ὀρθοδόξου πίστεως βλασφημήσαντες, συμπαρῆσαν
τοῖς σήμερον συνεδριάζουσιν ἡμῖν
ἀρχιερεῦσι καὶ
οἱ ἐνδημοῦντες πάντες μητροπολῖται
καὶ οἱ ἀρχιεπίσκοποι, ἤγουν Λέων ὁ
Ἀθηνῶν καὶ σύγκελλος, Μιχαὴλ Συλαίου καὶ
σύγκελλος, Νικόλαος Εὐχανείας καὶ σύγκελλος, Δημήτριος
Καρίας καὶ ἀρχιεπίσκοπος, Παῦλος Λήμνου, Λέων
Κοτραδίας, Ἀντώνιος Ζικχίας.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 343-348.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου