ΜΙΧΑΗΛ
ΚΗΡΟΥΛΑΡΙΟΥ
ΠΡΟΣ
ΠΕΤΡΟΝ ΑΝΤΙΟΧΕΙΑΣ ΕΠΙΣΤΟΛΗ Α'
(1054 μ.Χ.)
Μιχαὴλ
τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικοῦ
πατριάρχου τοῦ Κηρουλαρίου πρὸς Πέτρον τὸν
ἁγιώτατον πατριάρχην θεουπόλεως μεγάλης Ἀντιοχείας.
1. Τὰ
γράμματα τῆς μακαριότητός σου ἀνέγνω ἡ
μετριότης ἡμῶν καὶ ἀναμαθοῦσα διὰ
τοῦ ταῦτα διακομίσαντος, ὡς καλῶς,
Θεοῦ χάριτι, τὰ κατ’ αὐτὴν
διεξάγεται, τῇ Αὐτοῦ ηὐχαριστήσαμεν, ὡς εἰκός,
ἀγαθότητι, ζωήν σοι μακραίωνα καὶ
ἄλυπον ἐπευχόμενοι. Οἷς
δὴ καὶ περιείχετο περὶ τοῦ
εὐλαβοῦς διακόνου καὶ βασιλικοῦ
κληρικοῦ Πέτρου, ὅτι τε κατὰ
τὰς ἡμετέρας πρὸς τὴν
σὴν ἁγιότητα εἰσηγήσεις σιγίλλιον αὐτῆς
τούτῳ πεπόρισται ἐπὶ
τῷ φιλοτιμηθέντι αὐτῷ
παρὰ τοῦ πρὸ σοῦ πατριάρχου κληρικοτόπῳ, καὶ
ὅτι ἑτέρας οὑτοσὶ
προτυχὼν εὐεργεσίας παρὰ τῆς
σῆς τελειότητος, ἠγνωμόνησε, μηδὲ
γραφῆς αὐτοῦ καταξιώσας αὐτήν.
2. Καὶ
ἡ μετριότης ἡμῶν
εἰδυῖα, οἷαν οὐ νῦν οὐδ’ ἐκ νέου, ἀλλ’ ἀρχῆθεν
εἶχες πρὸς αὐτὸν
διάπυρον στοργὴν καὶ διάθεσιν, καὶ ὡς
οὐ παρὰ φαῦλον λογίζῃ τὰς
ὑπέρ τινων παρ’ αὐτῆς
πεμπομένας σοι γραφάς, τούτου χάριν καὶ γράφει καὶ
ἀξιοῖ, ἅμα μὲν εὐεργετεῖσθαι διὰ
σοῦ τοὺς ἀξιοῦντας ἐθέλουσα, πρὸς
ἔπαινον καὶ ἀνακήρυξιν
τῆς μεγαλοδώρου καὶ φιλοτίμου ψυχῆς
σου, ἅμα δὲ καὶ μισθῶν οὐκ
ὀλίγων πρόξενος ἡμῖν
γενομένη, τό γε εἰς μέρος ἧκον αὐτῆς.
Ὁ δέ γε διάκονος ἀνάξιον τοῦ
πρὸς σὲ γράφειν ἑαυτόν, ὥς
φησι, κεκρικώς, τούτου χάριν οὐδὲ
γράψαι ποτὲ πρὸς τὴν σὴν ἐτόλμησεν ἁγιότητα. Οὐ
παύεται δὲ αὐτῇ πάμπολλα εὐχαριστῶν
καὶ ὑπερευχόμενος, τῶν εἰς
αὐτὸν ἀπείρων αὐτῆς
εὐεργεσιῶν ἕνεκεν
καὶ χαρίτων, καὶ αἰτεῖται
ἀμειφθῆναι αὐτῷ
τὸ σιγίλλιον, διὰ τὸ
βραχῆναι καὶ σχεδὸν
μηδὲ ἀναγινώσκεσθαι δύνασθαι. Καὶ ταῦτα
μὲν περὶ τούτου.
3. Πρὸ
καιροῦ δέ τινος ἀναμαθόντες παρὰ
τῶν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐνταῦθα
ἀφικνουμένων περὶ τῆς
ἀρετῆς καὶ εὐγενείας καὶ γνώσεως τοῦ
νῦν τελευτήσαντος πάπα ταύτης, φημὶ
περὶ τῆς εἰς ταὐτὸν ἡμῶν ὁμοφροσύνης τε καὶ συμβάσεως διὰ
τὰ περὶ τὴν ὀρθόδοξον πίστιν περὶ αὐτὸν
θρυλούμενα σκάνδαλα, οὐκ ὀλίγα δι’ ἡμετέρων συλλαβῶν
μετὰ πολλῆς ταπεινοφροσύνης, ὡς
καὶ αὐτὸς ἔχεις γνῶναι ἐκ
τῆς τοιαύτης γραφῆς, αὐτῷ
ἐδηλώσαμεν· τοῦτο μὲν
κερδῆσαι τοῦτον πάντως
βουλόμενοι, τοῦτο δὲ καὶ εὔνουν ἔχειν καὶ
οἰκεῖον πραγματευόμενοι εἰς τὴν
περὶ ἡμᾶς αὐτοῦ κατὰ τῶν Φράγκων ἐπικουρίαν. Ἅστινας
δὴ συλλαβὰς καὶ
ἐγχειρίσαντες τῷ τὰ
πρὸς ἐκεῖνον ἐπιφερομένῳ βασιλικὰ
γράμματα βεστιαρίτῃ, ἠλπίζομεν ἀποκομίσαι μὲν
αὐτὸν καὶ ἄμφω τὰ γράμματα πρὸς
ὃν ἀπεστάλησαν, ἀντίγραμμα δὲ
ἐξ αὐτοῦ λαβεῖν καὶ
πρὸς ἡμᾶς ἀγαγεῖν.
4. Ὁ
δὲ τὰ τοιαῦτα λαβὼν
γράμματα, καὶ μέχρις αὐτοῦ
φθάσας τοῦ μαγίστρου καὶ δουκὸς
Ἰταλίας τοῦ Ἀργυροῦ,
τὰ γράμματα μέν, εὐμηχάνως αὐτὸν
αὐτοῦ ὑπελθοντος ἐφ’ ᾧ
ταῦτα διὰ ταχέων εἰς
τὸν πάπαν ἐξαποστεῖλαι,
αὐτῷ ἐνεχείρισεν· ὁ μάγιστρος δέ, ὡς
ἀκριβῶς μεμαθήκαμεν, οὐδέποτε τῆς
οἰκείας ἐπιλελησμένης θρησκείας
καὶ διπλόης, ἀλλ’ ἀεὶ
τἀναντία κατὰ τῆς
Βασιλείας καὶ τῆς Ῥωμανίας φρονῶν, οὐδ’
ἐν τούτῳ ἠμέλησε
τῶν συνήθων, ἀλλ’ αὐτά
τε τὰ νομίσματα, ἃ πρὸς
βασιλέως ὁ βεστιαρίτης λαβὼν ἐπεφέρετο,
ἀνελάβετο, ἐν κέρδει πάντως ἰδίῳ
θέσθαι καὶ ταῦτα βουλόμενος, ὡς τὰ
προαποσταλέντα, ἅτε περὶ οἰκείων
διαπονούμενος κάστρων οἰκοδομὰς καὶ
τῆς περὶ αὐτῶν
ἐπιμελείας.
5. Καὶ
ταύτην, ὡς ἐροῦμεν, τὴν συσκευὴν
ἐσκαιώρησε. Προσκαλεσάμενος γάρ τινας, οἷς
μᾶλλον, ὡς ἔοικε,
τῶν ἄλλων εἶχε θαρρεῖν,
ὧν ὁ μὲν ἐν Ἀμάλφῃ ἐπισκοπήσας ποτέ, ὡς ἤκουσται,
ὕστερον δὲ τῆς
τοιαύτης ἀπελαθεὶς ἐκκλησίας
δι’ αἰτίας εὐλόγους, ἐπὶ
πέντε ἤδη ὅλους ἐνιαυτοὺς
δεδιωγμένος ὑπάρχει· ὁ δὲ
ὄνομα μόνον ἔχει ἀρχιεπισκόπου,
πράγματος παντάπασιν ἔρημον· οὐδὲ
γὰρ ὅπου καὶ ἀρχιεράτευσεν
οὐχ εὕρηται· τῷ δέ γε τρίτῳ
προσωπεῖον, ὡς αὐτῷ ἐδόκει, περιθεὶς καγκελλαρίου, καὶ
τούτῳ δὴ τῷ ῥωμαϊκῷ ἀξιώματι
ἐξ ὑπερβαλλούσης πανουργίας καὶ πονηρίας τοῦτον
ἀναπείσας καλεῖσθαι, ἵνα
ἔχῃ ἐπὶ τοῖς σκαιωρηθεῖσι κρατεῖν
δι’ αὐτοῦ, ὡς διά τινος δῆθεν τείχους ἀπροσμαχήτου.
Καὶ τῶν ἐμῶν γραμμάτων ἀφελὼν
τὴν σφραγίδα καὶ τὰ
ἐμφερόμενα αὐτῇ
ἀναγνούς, ἕτερα δὲ
πρὸς ἡμᾶς ἀπὸ τοῦ πάπα δῆθεν ἀπεσταλμένα
συνθείς, καὶ τούτοις τοὺς εἰρήμενους
ἐφοδιάσας ἀνέπεισε τοὺς
ἀθλίους (φεῦ τῆς
πλάνης καὶ τῆς σκαιότητος) τὴν μεγαλόπολιν καταλαβεῖν
καὶ τὰ τοιαῦτα ἐμφανίσαι
γράμματα πρὸς ἡμᾶς.
6. Οἳ
καὶ εἰσελθόντες τὴν βασιλεύουσαν, πρῶτον
μὲν τῷ κραταιῷ καὶ
ἁγίῳ ἡμῶν βασιλεῖ ἐθεάθησαν
μετὰ σοβαροῦ καὶ
γαύρου σχήματος καὶ φρονήματος καὶ βαδίσματος. Ἔπειτα
δὲ πρὸς τὴν ἡμετέραν μετριότητα ἀνεληλυθότες, τί ἄν
τις εἴποι ὁπόσῃ ὑπερηφανείᾳ καὶ
ἀλαζονείᾳ καὶ
αὐθαδείᾳ ἐχρήσαντο;
μηδὲ τὴν οἱανοῦν πρόσρησιν εἰπόντες ἡμῖν,
ἢ κἂν γοῦν μικρὸν κλῖναι
τὰς ἑαυτῶν κεφαλὰς καὶ
προσαγαγεῖν ἡμῖν τὴν συνήθη προσκύνησιν ἀνασχόμενοι, μήτε μὴν
ὄπισθεν τῶν μητροπολιτῶν
μεθ’ ἡμῶν ἐν τῷ σεκρέτῳ σηνηθροισμένων
καθίσαι ὅλως καταδεξάμενοι, κατὰ τὴν
κρατήσασαν ἀρχῆθεν συνήθειαν, ἀλλ’ οἰκείαν
τοῦτο ὕβριν νενομικότες. Τί μὴ λέγω τὸ
τούτων ἀνοητότερον; ἀλλ’ οὐδὲ
πρὸς βασιλικὴν ὅλως
περιωπὴν καὶ μεγαλειότητα τεταπείνωνται· μᾶλλον
μὲν οὖν ἑαυτοὺς μεγάλως ἐξαίροντες καὶ
τὰ ὑπὲρ αὐτοὺς φανταζόμενοι, μετὰ σταυροῦ
καὶ σκήπτρων ἐντὸς
βασιλείων εἰσέρχονται.
7. Μηδὲν
τοίνυν τούτων, ὡς εἰκός, δεδρακότες, ἐπιστολὴν
ἐσφραγισμένην ἡμῖν
ἐπέδωκαν καὶ εὐθὺς
ὑπεχώρησαν. Ἣν καὶ
λαβοῦσα ἡ μετριότης ἡμῶν
καὶ ἀφελεῖν τὴν σφραγίδα ἐπιχειρήσασα καὶ
ἀκριβῶς περιεργασαμένη, αὐτήν τε ταύτην εὗρε
νενοθευμένην καὶ τὰ γράμματα πλήρη δόλου καὶ περινοίας. Ἐκεῖνα
γὰρ καὶ ἐδήλουν ἀπαραλλάκτως, ἅπερ
ἐν τῇ μεγαλοπόλει ὁ Ἀργυρὸς
ἐνδημῶν πρὸς τὴν ἡμετέραν πολλάκις ἔλεγε μετριότητα,
μάλιστα δὲ περὶ τῶν ἀζύμων· δι’ ἃ καὶ
οὐχ ἅπαξ μόνον, ἀλλὰ
καὶ δὶς ἤδη καὶ τρὶς
καὶ τετράκις τῆς θείας ἐξώσθη
καὶ ἀπεβλήθη παρ’ ἡμῶν
κοινωνίας καὶ μεταλήψεως.
8. Τὸ
δὲ ἴσον τῆς πρὸς
τὸν πάπαν ἡμετέρας γραφῆς,
ἀλλὰ μὴν καὶ αὐτῆς τῆς πρὸς ἡμᾶς δῆθεν ἀπὸ τοῦ πάπα διὰ τῶν
ἀλιτηρίων ἀποκομισθείσης καὶ
εἰς τὴν ἑλλάδα μεθερμηνευθείσης φωνὴν πρὸς
τὴν σὴν μακαριότητα ἐξεπέμψαμεν, ὡς
ἂν γνοίης, τὶ μὲν
ἡμεῖς πρὸς ἐκεῖνον ἐγράψαμεν, τίνα δὲ διὰ
τῆς ἐπιδοθείσης ἡμῖν
ἐπιστολῆς ἐδηλοῦντο·
καὶ ἀκριβῶς καταμάθῃς ἐντεῦθεν,
ὡς οὐ ψιλὴν ὑπόνοιαν ὑπενοήσαμεν, ἀλλ’
αὐτῆς τῆς ἀληθείας γυμνῆς ἐδραξάμεθα.
Φανερώτερον δὲ τὸ τοιοῦτον ἠλέγχθη
δρᾶμα καὶ διὰ
τοῦ ἀρχιεπισκόπου Τράνας καὶ συγκέλλου ἐκεῖθεν
πρὸ τούτων πρὸς ἡμᾶς
ἀφιγμένου καὶ τὴν
ἀλήθειαν πᾶσαν διασαφήσαντος, ὃν
τρόπον εἴρηκα τῷ κραταιῷ
καὶ ἁγίῳ ἡμῶν βασιλεῖ.
9. Φήμη δέ τις τοῖς
ἡμετέροις ὠσὶν
ἐνηχήθη, ὡς τὸν
δηλωθέντα πάπαν καὶ ἡ τελειότης σου ἐν τοῖς
ἱεροῖς ἀναφέρει διπτύχοις, ἀλλὰ
μὴν καὶ ὁ Ἀλεξανδρείας καὶ ὁ
Ἱεροσολύμων. Καὶ οὐκ
οἶμαι τοσοῦτον ἀγνοῆσαι
ἀγνόημα, μάλιστα πρὸ τῶν
ἄλλων τὴν σὴν
ἀσύγκριτον ἀρετήν. Οἶδας
γάρ, ὅτι ἀπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς
ἕκτης συνόδου καὶ ἐπίταδε
ἡ ἐν τοῖς ἱεροῖς διπτύχοις ἀναφορὰ
ταῖς καθ’ ἡμᾶς
δηλαδὴ ἁγίαις Ἐκκλησίαις ἐξεκόπη
τοῦ πάπα, διὰ τὸν
τηνικαῦτα πάπαν Ῥώμης τὸν
Βιγίλιον μὴ ἀπαντῆσαι κατὰ ταύτην τὴν
σύνοδον, μήτε μὴν ἀναθεματίσαι τὰ παρὰ
Θεοδωρήτου κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῶν
δώδεκα κεφαλαίων τοῦ ἁγίου Κυρίλλου γραφέντα, ἔτι δὲ
καὶ τὴν τοῦ Ἴβα ἐπιστολήν· καὶ ἔκτοτε
καὶ μέχρι τοῦ νῦν
ἀποτμηθῆναι τῆς
καθ’ ἡμᾶς ἁγιωτάτης καὶ καθολικῆς
Ἐκκλησίας τὸν πάπαν. Οὗ
χάριν καὶ ἄπιστον ἡμῖν
τοῦτο παντάπασιν ἔδοξεν, οὐ
τοσοῦτον περὶ ἐκείνων,
ὅσον περὶ τῆς
σῆς πολυμαθείας τε καὶ ἐξῃρημένης
συνέσεως.
10. Καὶ
οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι
καὶ οἱ δηλωθέντες δύο ἀρχιερεῖς,
οὐ μόνον ἄλλους τὰ
ἄζυμα ἐσθίοντας καταδέχονται,
ἀλλ’ ἔστιν ὅτε καὶ
αὐτοὶ δι’ ἀζύμων τὴν
θείαν ἐκτελοῦσι μυσταγωγίαν. Καὶ
ἡμεῖς μὲν μήτινος εὐποροῦντες
ἐκ τοῦ προχείρου, δι’ οὗ τὴν
περὶ τούτου πρὸς ἐκείνους
ἐρώτησιν ποιησόμεθα, ἄλλως δὲ
μηδὲ ἄλλοις περὶ τούτων θαρρεῖν
ἔχοντες, τὸ πᾶν
τῆς ἐρεύνης τῇ σῇ
ἀνατίθεμεν ἁγιότητι, ὡς
ἂν αὐτὴ περὶ τοῦ πραγματος ἀκριβῶς
ἐξετάσασα γνωρίσῃ τῇ
ἡμῶν μετριότητι. Καὶ περὶ
μὲν τούτων οὕτως.
11. Εἰς
ἡμετέρας δὲ χεῖρας
ἀπεδόθη διὰ τοῦ
λαμπροτάτου προέδρου καὶ δουκὸς Ἀντιοχείας
τοῦ Σκληροῦ καὶ
τὸ ἴσον τῆς πρὸς
τὸν Γρανδέσης ἤτοι Ἀκυλίας
γραφῆς σου· ὃ καὶ
ἀναγνωσθέν, καταδρομὴν αὐτὸ
πολλὴν περὶ τῶν
ἀζύμων μόνον εὑρέθη ποιούμενον, τῶν
ἄλλων ῥωμαϊκῶν
σφαλμάτων πολλῷ τούτων χαλεπωτέρων ἀφέμενον. Εἰ
τάχα δὲ καὶ ἔγραψεν οὐτωσὶ
πρὸς τὴν σὴν ἁγιότητα, ὅτι περὶ
τούτων ἔγραψεν αὐτῷ
ἡ μετριότης ἡμῶν·
ἀλλ’ οὖν περὶ
οὐδενὸς τούτων ἐδήλωσέ ποτε ἢ
αὐτῷ τῷ πάπα ἤ τινι ἄλλῳ
τῶν ἐπισκόπων αὐτοῦ,
πλὴν τῆς ἐπιστολῆς, ἧς
νῦν πρὸς σὲ τὸ ἴσον ἐξαπεστείλαμεν. Ἀλλ’ ὡς
φαίνεται ἀπό τε τῶν γραμμάτων αὐτῶν
καὶ τῶν πράξεων ὅλως εἰσὶ
φιλοψευδεῖς καὶ περίεργοι. Ἀλλ’ εὖ
ἴσθι, ὡς οὐχὶ
ἑνὶ μόνῳ βέλει τῷ περὶ
τῶν ἀζύμων περιπείρονται οἱ Ῥωμαῖοι,
τῷ τὸ προδήλως πᾶσι γινωσκομένῳ,
ἀλλὰ πολλοῖς τε καὶ
διαφόροις, δι’ ἃ καὶ ἐκτρέπεσθαι τούτους ἐπάναγκες.
12. Καὶ
ἃ μὲν ἐπιτελοῦσι ἰουδαΐζοντες,
ταῦτά ἐστιν· αὐτό τε τὸ
περὶ ἀζύμων αὐτοῖς
ἐπικρεμάμενον ἔγκλημα, καὶ
τὸ τὰ πνικτὰ τούτους ἐσθίειν,
καὶ τὸ ξυρᾶσθαι, καὶ τὸ
φυλάττειν τὰ Σάββατα, καὶ τὸ
μιαροφαγεῖν, καὶ τὸ
τοὺς μοναχοὺς κρεωφαγεῖν
τὸ στέαρ τὸ χοίρειον καὶ
τὴν δερματίδα πᾶσαν τὴν
διήκουσαν μέχρι τοῦ κρέατος, καὶ τὸ
κατὰ τὴν πρώτην τῶν νηστειῶν
ἑβδομάδα καὶ τὴν
ἀπόκρεων ἐν ταυτῷ
καὶ τὴν τυρίνην ἐκτελεῖν,
καὶ τὸ τῇ τετράδι κρεωφαγεῖν, τῇ
δὲ Παρασκευῇ ἐσθίειν
τυρὸν καὶ ὠά, ἐν τῷ Σαββάτῳ δὲ
νηστεύειν πᾶσαν τὴν ἡμέραν.
Τὰ δ’ ἐκτὸς τούτων τοιαῦτα καὶ
οὕτως ἔχοντα· ἐν τῷ
ἁγίῳ Συμβόλῳ τοιάνδε τινὰ
ποιοῦνται προσθήκην, κακῶς καὶ
ἐπικινδύνως φρονοῦντες· ἔχει
δὲ οὕτως· «καὶ εἰς
τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς καὶ
Υἱοῦ ἐκπορευόμενον». Καὶ ἐν
τῇ θείᾳ δὲ μυσταγωγίᾳ τό, «εἷς
ἅγιος, εἷς Κύριος, Ἰησοῦς
Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, διὰ
Πνεύματος ἁγίου», ἐκφωνοῦσιν.
13. Πρὸς
δὲ τούτοις καὶ τὸν
γάμον τῶν ἱερέων κωλύουσι, τουτέστι τοὺς γυναῖκας
ἔχοντας μὴ καταδέχεσθαι τὸ
τῆς ἱερωσύνης ἀξίωμα, ἀλλ’
ἀζύγους εἶναι τοὺς
ἱερᾶσθαι θέλοντας, Καὶ δύο ἀδελφὰς
δύο λαμβάνουσι. Καὶ ἐν τῇ λειτουργίᾳ κατὰ
τὸν καιρὸν τῆς
μεταλήψεως εἷς τῶν λειτουργούντων ἐσθίων τὰ
ἄζυμα τοὺς λοιποὺς
ἀσπάζεται. Καὶ δακτυλίους φοροῦντες
ἐν ταῖς χερσὶν οἱ
ἐπίσκοποι, ὡς δῆθεν
γυναῖκας τὰς ἐκκλησίας
λαμβάνοντες, τὸν ἀρραβῶνα φορεῖν λέγουσι. Καὶ
εἰς πολέμους δὲ ἐξιόντες,
αἵμασι τὰς ἑαυτῶν
χεῖρας χραίνουσι καὶ πρὸ
αὐτῶν τὰς φυχὰς ἀναιροῦντες
καὶ ἀναιρούμενοι. Ὡς δέ τινες ἡμᾶς
διεβεβαιώσαντο, καὶ τὸ θεῖον βάπτισμα ἐπιτελοῦντες,
τοὺς βαπτιζομένους βαπτίζουσιν εἰς
μίαν κατάδυσιν, τὸ ὄνομα τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιλέγοντες· ἀλλὰ
καὶ ἅλατος πρὸς τοῦτο
τὰ τῶν βαπτιζομένων πληροῦσι στόματα. Κακῶς
δὲ καὶ τὸ ἀποστολικὸν ἐκεῖνο
ῥητὸν ἐκλαμβάνοντες, τὸ φᾶσκον
«μικρὰ ζύμη ὅλον τὸ
φύραμα ζυμοῖ»[1],
οὕτως ἐκεῖνο γεγραμμένον ἔχουσι, «μικρὰ
ζύμη ὅλον τὸ φύραμα φθείρει», πειρώμενοι
διὰ τῆς μικρᾶς ταύτης τοῦ
ῥήματος ἀφορμῆς
ἀνατρέπειν τὴν ζύμην, τὴν
τὸν ἀναβατὸν ἄρτον
αἴρουσαν.
14. Ἀλλ’
οὐδὲ τὰ λείψανα τῶν Ἁγίων
ἀνέχονται προσκυνεῖν, τινὲς
δὲ αὐτῶν οὐδὲ τὰς ἁγίας εἰκόνας. Οὔτε
μὴν τοὺς ἁγίους καὶ μεγάλους Πατέρας ἡμῶν
καὶ διδασκάλους καὶ ἀρχιερεῖς,
τόν τε θεολόγον φημὶ Γρηγόριον καὶ τὸν
μέγαν Βασίλειον καὶ τὸν θεῖον Χρυσόστομον, τοῖς λοιποῖς
συναριθμοῦσιν ἁγίοις ἢ ὅλως
τὴν διδαχὴν αὐτῶν
καταδέχονται. Καὶ ἄλλα δέ τινα δρῶσιν, ἃ
ἐργῶδές ἐστι κατὰ μέρος ἀπαριθμεῖσθαι.
Οὕτω τοίνυν βιοῦντες καὶ
τοιούτοις ἔθεσιν ἐντεθραμμένοι, καὶ
τὰ προδήλως ἀθέμιτα καὶ
ἀπηγορευμένα τολμῶντες καὶ
ἀποτρόπαια, ἐν Ὀρθοδόξων
ὅλως μοῖρα τοῖς
εὖ φρονοῦσι τετάχθαι δόξουσιν;
Οὐκ ἔγωγε οἶμαι. Οἱ
δὲ ὀρθῶς ἴσως αὐτοὺς
φρονεῖν οὕτω ποιοῦντας ἀποφαινόμενοι,
τύχοιεν τῆς μερίδος αὐτῶν.
Οὐδὲ γὰρ ταύτης αὐτοῖς
ποτε τῆς ὁμονοίας καὶ συμπνοίας
φθονήσαιμεν. Μὴ οὕτω μανείημην ἢ ἐκσταίημεν
τῶν οἰκείων φρένων.
15. Ταῦτα
κατὰ πάροδον διεξήλθομεν, ἵνα εἰδέναι
ἔχουσα ἡ τελειότης σου τὰ
τούτοις τελούμενα, μὴ οἴηται ὡς περὶ
μόνα τὰ ἄζυμα σφάλλονται, καθὼς καὶ
αὐτοὶ μέχρι τοῦ παρόντος ὑπελαμβάνομεν,
ἀλλὰ διαγνοῦσα καὶ
τὰ ἐπέκεινα τούτων αὐτῶν
ἐλαττώματα, συγκαταριθμῇ τούτους μεθ’ ὧν
εἰσιν ἄξιοι. Τὸ δὲ
πάντων βαρύτερον καὶ ἀνυποιστότερον καὶ τὴν
ἀπόνοιαν αὐτῶν
ἐκ τοῦ περιόντος ἐμφαῖνον,
τοῦτό ἐστι· λέγουσι γάρ, ὅτι οὐ
διδαχθησόμενοι ἢ διαλεχθησόμενοι τὰ ἐνταῦθα
κατέλαβον, ἀλλὰ διδάξοντες μᾶλλον καὶ
πείσοντες κρατεῖν ἡμᾶς τὰ δόγματα τούτων· καὶ ταῦτα
μετ’ ἐξουσίας καὶ ἀναισχυντίας
ὑπερβαλλούσης.
Ὁ
Κύριος φυλάξαι τὴν μακαριότητά σου ἐν ἐτῶν
πολλῶν περιόδοις, εὐχομένην ὑπὲρ
ἡμῶν.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 339-342.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου