ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ
«ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1166
μ.Χ.)
(Τῆς
ἱερᾶς Συνόδου τοῦ 1166, Κεφάλαια ε΄).
Τοῖς
μὴ ὀρθῶς τὰς τῶν ἁγίων διδασκάλων τῆς τοῦ
Θεοῦ ἐκκλησίας θείας φωνὰς ἐκλαμβανομένοις
καὶ τὰ σαφῶς καὶ ἀριδήλως ἐν αὐταῖς
διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος εἰρημένα παρερμηνεύειν
τε καὶ περιστρέφειν πειρωμένοις, ἀνάθεμα.
Τῶν
παραδεχομένων τὴν τοῦ ἀληθινοῦ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν
τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ»
λέγεσθαι σὺν ταῖς λοιπαῖς ἑρμηνείαις
τῶν ἁγίων Πατέρων καὶ κατὰ
τὴν ἐν αὐτῷ ἀνθρωπότητα, καθ’ ἣν καὶ
πέπονθε, καθὼς διαρρήδην ἐν πολλοῖς
τῶν θεοπνεύστων λόγων αὐτῶν
οἱ ἅγιοι Πατέρες ἀνακηρύττουσιν, ἔτι
δὲ καὶ λεγόντων τὸν αὐτὸν
Χριστὸν κατὰ τὴν
ἑαυτοῦ σάρκα παθεῖν, αἰωνία
ἡ μνήμη.
Τοῖς
νοοῦσι καὶ φθεγγομένοις τὴν
θέωσιν τοῦ προσλήμματος μετάμειψιν τῆς ἀνθρωπίνης
φύσεως εἰς θεότητα καὶ μὴ
φρονοῦσιν ἐξ αὐτῆς ἑνώσεως θείας μὲν ἀξίας
καὶ μεγαλειότητος μετασχεῖν τὸ
σῶμα τοῦ Κυρίου καὶ
προσκυνεῖσθαι μιᾷ προσκυνήσει ἐν
τῷ προσλαβομένῳ αὐτὸ
Θεῷ Λόγῳ καὶ εἶναι ὁμότιμον ὁμόδοξον ζωοποιὸν
ἰσοκλεὲς τῷ
Θεῷ καὶ Πατρὶ καὶ
τῷ παναγίῳ Πνεύματι καὶ
ὁμόθρονον, μὴ μέντοι γε δὲ
γενέσθαι ὁμοούσιον τῷ Θεῷ,
ὡς ἐκστῆναι τῶν φυσικῶν
ἰδιοτήτων, τοῦ κτιστοῦ
τοῦ περιγραπτοῦ καὶ
τῶν λοιπῶν τῶν
ἐν τῇ ἀνθρωπείᾳ φύσει τοῦ
Χριστοῦ θεωρουμένων, μεταμειφθῆναι δὲ
εἰς τὴν τῆς θεότητος οὐσίαν, ὡς
ἐκ τούτου εἰσάγειν ἢ
φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ γεγονέναι τὴν
ἐνανθρώπησιν τοῦ Κυρίου καὶ
τὰ πάθη ἢ τὴν
τοῦ μονογενοῦς θεότητα παθεῖν,
ἀνάθεμα.
Τῶν
λεγόντων ὅτι «ἡ σὰρξ τοῦ Κυρίου ἐξ
αὐτῆς ἑνώσεως ὑπερυψωθεῖσα
καὶ ἀνωτάτω πάσης τιμῆς ὑπερκειμένη,
ὡς ἐξ ἄκρας ἑνώσεως ὁμόθεος
γενομένη, ἀμεταβλήτως ἀναλλοιώτως ἀσυγχύτως
καὶ ἀτρέπτως, διὰ τὴν
καθ’ ὑπόστασιν ἕνωσιν, καὶ
ἀχώριστος καὶ ἀδιάσπαστος
μένουσα τῷ προσλαβομένῳ αὐτὴν
Θεῷ Λόγῳ, ἰσοκλεῶς αὐτῷ
τιμᾶται καὶ προσκυνεῖται
μιᾷ προσκυνήσει καὶ τοῖς
βασιλικοῖς καὶ θείοις ἐγκαθίδρυται θώκοις ἐκ
δεξιῶν τοῦ Πατρὸς ὡς
τὰ τῆς θεότητος αὐχήματα καταπλουτήσασα,
σῳζομένων τῶν ἰδιοτήτων
τῶν φύσεων, αἰωνία ἡ
μνήμη.
Τοῖς
ἀποβαλλομένοις τὰς τῶν
ἁγίων Πατέρων φωνὰς τὰς
ἐπὶ συστάσει τῶν ὀρθῶν
τῆς τοῦ Θεοῦ Ἐκκλησίας δογμάτων ἐκφωνηθείσας Ἀθανασίου,
Κυρίλλου, Ἀμβροσίου, Ἀμφιλοχίου, τοῦ
θεηγόρου Λέοντος πάπα τῆς πρεσβυτέρας Ῥώμης, καὶ
τῶν λοιπῶν, ἔτι
δὲ καὶ τὰ τῶν οἰκουμενικῶν Συνόδων πρακτικά, τῆς
τετάρτης τε φημὶ καὶ τῆς ἕκτης, μὴ κατασπαζομένοις, ἀνάθεμα.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 415-416.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου