ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ
«ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1170
μ.Χ.)
(Τῆς
ἱερᾶς Συνόδου τοῦ 1170, Κεφάλαια δ΄).
Τοῖς
μὴ δεχομένοις τὴν τοῦ
ἀληθινοῦ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν
τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ»
καθώς τε κατὰ διαφόρους τρόπους οἱ ἅγιοι
ταύτην ἐξηγήσαντο, οἱ μὲν
κατὰ τὴν αὐτοῦ θεότητα λέγοντες ταύτην ῥηθῆναι
διὰ τὸ αἴτιον τῆς ἐκ
τοῦ Πατρὸς τούτου γεννήσεως, οἱ
δὲ κατὰ τὰς φυσικὰς ἰδιότητας
τῆς προσληφθείσης παρ’ αὐτοῦ
σαρκὸς καὶ ἐνυποστάσης τῇ αὐτοῦ
θεότητι, ἤγουν τὸ κτιστὸν
τὸ περιγραπτὸν τὸ
θνητὸν καὶ τὰ λοιπὰ φυσικὰ
καὶ ἀδιάβλητα πάθη, δι’ ἅ περ ἑαυτοῦ
μείζονα τὸν Πατέρα ὁ Κύριος εἴρηκεν,
ἀλλὰ τότε λέγουσι τὴν τοιαύτην νοεῖσθαι
φωνήν, ὅτε κατὰ ψιλὴν
ἐπίνοιαν νοεῖται ἡ
σὰρξ κεχωρισμένη τῆς θεότητος, ὥς
περ εἰ μηδὲ ἡνώθη, καὶ μὴ
ἐκλαμβανομένοις τὴν τοιαύτην ῥῆσιν
τῆς κατὰ ψιλὴν
ἐπίνοιαν διαιρέσεως καθὼς παρὰ
τῶν ἁγίων Πατέρων ἐλέχθη τότε, ὁπηνίκα
καὶ δούλη καὶ ἀγνοοῦσα
λέγεται, ὡς μὴ ἀνεχομένοις τὴν ὁμόθεον
καὶ ὁμότιμον τοῦ Χριστοῦ
σάρκα διὰ τῶν τοιούτων φωνῶν καθυβρίζεσθαι,
λέγουσι δὲ κατὰ ψιλὴν ἐπίνοιαν παραλαμβάνεσθαι καὶ
τὰς φυσικὰς ἰδιότητας
τὰς ὡς ἀληθῶς οὔσας τῆς τοῦ
Κυρίου σαρκὸς τῆς ἐνυποστάσης τῇ αὐτοῦ
θεότητι καὶ ἀδιαιρέτου μενούσης, καὶ τὰ
αὐτὰ περὶ τῶν ἀνυποστάτων καὶ ψευδῶν
ἅ περ καὶ περὶ
τῶν ἐνυποστάτων καὶ ἀληθῶν
δογματίζουσιν, ἀνάθεμα.
Τῷ
χρηματίσαντι μητροπολίτῃ Κερκύρας Κωνσταντίνῳ τῷ τοῦ Βουλγαρίας, κακῶς
καὶ ἀσεβῶς δογματίζοντι περὶ τῆς
τοῦ ἀληθινοῦ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνῆς
τῆς «ὁ Πατήρ μου μείζων μου ἐστὶ»
καὶ μὴ φρονοῦντι καὶ
λέγοντι ὅτι καθ’ ἑτέρας μὲν
εὐσεβεῖς ἐννοίας
ἐκλαμβάνεται αὕτη παρὰ
τῶν ἁγίων καὶ θεοφόρων Πατέρων, ἀλλὰ
καὶ κατ’ αὐτὴν
τὴν παρὰ τοῦ
μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν σάρκα ἐκ
τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου καὶ
τῇ αὐτοῦ ἐνυποστᾶσαν θεότητι, ἀσυγχύτους
μετὰ τὴν ἀδιαίρετον ἕνωσιν τὰς
ἑαυτῆς ἰδιότητας ἔχουσαν, καθ’ ἃς
τὸν Πατέρα ὁ Κύριος μείζονα ἑαυτοῦ
κατωνόμασεν, ὁ ἐν μιᾷ προσκυνήσει μετὰ τοῦ
οἰκείου προσλήμματος ὡς ὁμοθέου
καὶ ὁμοδόξου αὐτῷ
τε τῷ Πατρὶ καὶ
τῷ παναγίῳ Πνεύματι συμπροσκυνούμενος
καὶ συνδαξαζόμενος, διενισταμένῳ δὲ
μὴ ὀφείλειν νοεῖσθαι τὴν
τοιαύτην φωνήν, ὁπηνίκα νοεῖται ὁ
Κύριος μία ὑπόστασις ἡνωμένας τὰς
δύο ἔχουσα φύσεις, ἀλλ’ ὁπηνίκα
κατὰ ψιλὴν ἐπίνοιαν ἡ σὰρξ
παραλαμβάνεται κεχωρισμένη τῆς θεότητος καὶ
οἵα τις ἑκάστου τῶν
ἀνθρώπων εἶναι γνωρίζεται, καὶ
ταῦτα, τοῦ θεολογικωτάτου
Δαμασκηνοῦ τότε τὴν κατὰ
ψιλὴν ἐπίνοιαν διαίρεσιν ἐκδιδάσκοντος, ὅτε
λέγεταί τι περὶ τῆς τοῦ Χριστοῦ σαρκὸς
μὴ παραστατικὸν φυσικῆς
τινὸς ἰδιότητος ἀλλὰ
δηλωτικὸν δουλείας ἢ ἀγνοίας,
καὶ μὴ ἀκολουθεῖν θελήσαντι ταῖς
ἁγίαις καὶ οἰκουμενικαῖς
Συνόδοις τῇ τετάρτῃ τε καὶ
τῇ ἕκτῃ, αἳ περὶ τῶν ἐν Χριστῷ ἡνωμένων
ἀσυγχύτως δύο φύσεων ὀρθῶς
καὶ εὐσεβῶς ἐδογμάτισαν καὶ ὀρθοδοξεῖν
ἐδίδαξαν τὴν τοῦ
Χριστοῦ Ἐκκλησίαν, καὶ οὕτως
εἰς διαφόρους αἱρέσεις ἐξολισθήσαντι,
ἀνάθεμα.
Πᾶσι
τοῖς ὁμοφρονοῦσι τῷ
αὐτῷ Κωνσταντίνῳ τῷ
τοῦ Βουλγαρίας καὶ τῇ
αὐτοῦ καθαιρέσει παθαινομένοις τε καὶ
ἐπιστυγνάζουσιν οὐ διὰ
τὸ φίλοικτον ἀλλὰ
διὰ τὸ τῇ τούτου δυσσεβείᾳ συνταχθῆναι,
ἀνάθεμα.
Τῷ
ἀμαθεστάτῳ ψευδομονάχῳ
καὶ ματαιομάχῳ Ἰωάννῃ
τῷ Εἰρηνικῷ καὶ
τοῖς παρὰ τούτου συγγραφεῖσι
κατὰ τῆς εὐσεβείας συγγράμμασι, τοῖς κατασπαζομένοις τε
ταῦτα, ὡς δοξάζουσί τε καὶ λέγουσι μὴ
διὰ τὸ ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν
Ἰησοῦ Χριστῷ Σωτῆρί
τε καὶ Θεῷ ἐνυπόστατόν τε καὶ ἡνωμένον
τῇ αὐτοῦ θεότητι ἀδιασπάστως καὶ
ἀδιαιρέτως καὶ ἀσυγχύτως
ἀνθρώπινον αὐτοῦ
εἰρηκέναι αὐτὸν
ὡς ἄνθρωπον τέλειον τὴν ἐν
τοῖς ἱεροῖς εὐαγγελίοις αὐτοῦ
φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστίν», ἀλλ’
οὕτω κατὰ τὸ
ἀνθρώπινον ῥηθῆναι
ταύτην αὐτῷ, ὡς ὅταν τοῦτο γεγυμνωμένον καὶ
κατὰ ψιλὴν ἐπίνοιαν διῃρημένον πάντῃ
τῆς αὐτοῦ θεότητος, ὥσπερ εἰ
μηδὲ ἡνώθη ταύτῃ, λαμβάνηται, καὶ
ὡς τὸ κοινὸν καὶ
ἡμέτερον, ἀνάθεμα.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 416.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου