Πέμπτη 31 Δεκεμβρίου 2015
Τρίτη 29 Δεκεμβρίου 2015
Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1368 μ.Χ.)
ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΚΑΤΑ ΠPΟXOPOΥ ΙΕΡΟΜΟΝΑΧΟΥ TOΥ ΚΥΔΩΝΗ
ΤΟΥ ΦΡΟΝΗΣΑΝΤΟΣ ΤΑ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΥ
1368 μ.Χ.
Ἐξ οὗ δείκνυται οὐ
μόνον ἡ ἁγιότης τοῦ Παλαμᾶ, ἀλλ’ ὅτι καὶ συνοδικῶς ὡρίσθη γίνεσθαι ἐν τῇ
Ἐκκλησίᾳ κατ’ ἔτος τὴν μνήμην αὐτοῦ.
Οὐδὲν τῆς ὑπερηφανίας
χεῖρον καὶ τῆς οἰήσεως. Αὕτη τὸν Ἑωσφόρον ὑπάρχοντα τῇ παρὰ Θεοῦ δόξῃ τε καὶ
λαμπρότητι τετιμημένον, καὶ λαμπρότητα καὶ φῶς χρηματίζοντα δεύτερον, σκότος
κατὰ κράτος ἁλόντα εἰργάσατο. Αὕτη πολλοὺς ὕστερον εἰς βόθρον ἀπωλείας
ἐνέβαλεν, οὐ πρὸ τῆς τοῦ Θεοῦ Λόγου παρουσίας μόνον καὶ ἐνανθρωπήσεως, ἀλλὰ καὶ
μετ’ αὐτὴν πολλῷ πλέον, ὅσῳ καὶ τὸν παρ’ αὐτῆς ἀπατηθέντα πρῶτον λαβοῦσα
συνεργὸν καὶ ὑπηρέτην τοῦ πράγματος τὸν ἄνθρωπον ἰδόντα πρὸς τὴν ἀρχαίαν
ἐπανελθόντα τιμὴν καὶ τὴν θέωσιν ὅθεν ἐξέπεσε, τούτῳ συμβούλῳ χρησάμενος,
εὐκόλως τοὺς ἀθλίους πρὸς ἑαυτὴν ὑφειλκύσατο. Μαρτυροῦσι τῷ λόγῳ Ἄρειός τε καὶ
Εὐνόμιος καὶ οἱ τούτοις, ὡς μὴ ὤφελεν, ἐξακολουθήσαντες, συνάμα Μακεδονίῳ,
Νεστορίῳ τε καὶ τοῖς λοιποῖς ἅπασιν, οἳ τὴν ὑπερηφανίαν ἔνδυμα περιθέμενοι κατὰ
τῆς Ἐκκλησίας ἐχώρησαν· καθ’ ὧν αἱ τῶν θείων Πατέρων ἱεραὶ συγκροτούμεναι
σύνοδοι, ταύτην ἐκράτυναν τῇ συνεργείᾳ τοῦ Πνεύματος. Αὕτη καθεξῆς, εἰρήνην
ἀγούσης τῆς Ἐκκλησίας, κατὰ γενεὰν εἰσπηδήσασα, πολὺν ἐνεποίει ταύτῃ τὸν
θόρυβον· αὕτη καὶ πρὸ ὀλίγου τὸν Βαρλαὰμ εἰσενεγκοῦσα, καὶ τὸν Ἀκίνδυνον, οὐκ
ἔστιν εἰπεῖν ὁπόσην ταραχὴν ἀπειργάσατο, εἰ καὶ ῥᾳδίως παντελῶς ἀπεκρούσθη Θεῷ
βοηθῷ χρησαμένης τῆς ἱερᾶς αὐτοῦ Ἐκκλησίας· αὕτη καὶ νῦν τὸ τελευταῖον ὥσπερ
ἄγριος θὴρ κατὰ τῆς Ἐκκλησίας λυττήσασα, καὶ πάλιν τῷ πρώτῳ ταύτης φοιτητῇ τῷ
ἀρχεκάκῳ Σατὰν συνεργῷ χρησαμένη καὶ ὑπηρέτῃ, ἐπεὶ καθ’ ἑαυτήν...· αὕτη μετ’
αὐτοῦ φύσις ἄϋλος πεφυκυῖα προβάλλειν ἑαυτὴν οὐκ ἐδύνατο, ὀργάνῳ χρῆται τῷ
ἐκείνων φοιτητῇ, τῷ μοναχῷ Προχόρῳ τῷ Κυδώνῃ, καὶ φανερῶς χωρεῖ κατὰ τῆς
Ἐκκλησίας. Ὃς ἐκείνους ἰδὼν οὐδὲν ἐκ ταύτης ἀπωναμένους, εἰ μὴ τῶν ἀπὸ Θεοῦ καὶ
τῆς Ἐκκλησίας χωρισμόν, καὶ τὴν καταδίκην τοῦ ἀναθέματος, ἵνα τι καὶ
φιλοτιμήσηται πλέον, καὶ ὑπὲρ τοὺς διδασκάλους γένηται, κατὰ πάντων ὁμοῦ τὸ
πρωτεῖον αἴρει, ὅσον εἰς δυσσεβείας λόγον, καὶ μικρούς τινας ἀποδείκνυσιν ἐκείνους
πάντας πρὸς αὐτὸν συγκρινομένους εἰς τὴν ἀσέβειαν. Ὥσπερ γὰρ στεφάνους τὴν
ἀποβολὴν ἐκείνων λογισάμενος καὶ τὸν ἀπὸ Θεοῦ χωρισμὸν φιλοτιμεῖται κερδᾶναι
πλείους ἐκείνων, ἵνα ἐκείνων ἔχῃ κατακαυχᾶσθαι ἐν τούτοις.
Δευτέρα 28 Δεκεμβρίου 2015
Γρηγορίου του Παλαμά, Ομολογία Πίστεως (1351 μ.Χ.)
ΟΜΟΛΟΓΙΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΕΚΤΕΘΕΙΣΑ
ΠΑΡΑ ΤΟΥ ΙΕΡΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΘΕΣ/ΝΙΚΗΣ
ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ
ΠΑΛΑΜΑ
(1351 μ.Χ.)
Εἷς
Θεὸς πρὸ πάντων καὶ ἐπὶ
πάντων καὶ ἐν πᾶσι καὶ ὑπὲρ
τὸ πᾶν, ἐν Πατρὶ καὶ
Υἱῷ καὶ ἁγίῳ Πνεύματι παρ’ ἡμῶν
προσκυνούμενός τε καὶ πιστευόμενος· μονὰς ἐν
Τριάδι καὶ Τριὰς ἐν μονάδι ἀσυγχύτως ἑνουμένη
καὶ ἀμερίστως διαιρουμένη, μονὰς ἡ
αὐτὴ καὶ Τριὰς παντοδύναμος.
Πατὴρ
ἄναρχος, οὐ μόνον ὡς
ἄχρονος, ἀλλὰ
καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος·
μόνος αἰτία καὶ ῥίζα
καὶ πηγὴ τῆς ἐν Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένης θεότητος, μόνος αἰτία
προκαταρκτικὴ τῶν γεγονότων, οὐ μόνος δημιουργός, ἀλλὰ
μόνος ἑνὸς Υἱοῦ Πατὴρ καὶ Πνεύματος ἑνὸς
ἁγίου προβολεύς· ἀεὶ
ὤν, καὶ ἀεὶ
ὢν Πατήρ, καὶ ἀεὶ
ὢν μόνος Πατήρ τε καὶ προβολεύς· μείζων Υἱοῦ
καὶ Πνεύματος, τοῦτο μόνον ὡς
αἴτιος, τἆλλα δὲ
πάντα ὁ αὐτὸς αὐτοῖς καὶ ὁμότιμος.
Κυριακή 20 Δεκεμβρίου 2015
Η θνητότητα, ως ιδιότητα του κτίσματος
Διάγραμμα – Περίληψη
Θέματος Ε' τοῦ Θεολογικοῦ Προγράμματος «Ὀρθοδοξία καί Ζωή»
τῆς Ἱερᾶς Μητροπόλεως Μαντινείας καί Κυνουρίας,
περιόδου Ι', ἔτους 2015-2016.
Οἱ προϋποθέσεις τῆς Ὀρθόδοξης Κοσμολογίας: Ἡ
θεμελιώδης θεολογική διάκριση μεταξύ κτιστοῦ καί ἀκτίστου
καί ἡ ἐμπειρική θεμελίωσή της: Οἱ πρῶτες
ἀλήθειες, πού γνωρίζει ὁ ἄνθρωπος
στήν κατάσταση τῆς θεώσεως, εἶναι: α) ὅτι
ὑπάρχει σαφής διάκριση μεταξύ κτιστοῦ
καί ἀκτίστου καί β) ὅτι μεταξύ κτιστοῦ
καί ἀκτίστου δέν ὑπάρχει καμία ὁμοιότητα.
Ἔτσι, ὅλοι οἱ
Ἅγιοι (οἱ θεούμενοι) γνωρίζουν ἐμπειρικά
τό δόγμα τῆς δημιουργίας. Στά ἄκτιστα ἀνήκει
μόνο ὁ Θεός, δηλαδή ἡ Οὐσία
Του, οἱ Ὑποστάσεις Του καί ἡ Ἐνέργειά
Του. Ἡ ἄκτιστη Οὐσία τοῦ
Θεοῦ εἶναι παντελῶς ἀμέθεκτη,
ἐνῶ ἡ Ἐνέργειά Του εἶναι, ἄκτιστη
μέν, ἀλλά μεθεκτή. Ἐπι πλέον, ἡ
μία Ἐνέργεια τοῦ Θεοῦ
«πολλαπλασιάζεται ἀπολλαπλασιάστως καί μερίζεται ἀμερίστως
ἐν μεριστοῖς» (ὥστε
νά γίνεται λόγος καί γιά πολλές Ἐνέργειες τοῦ
Θεοῦ), παράγουσα πολλαπλά ἀποτελέσματα (κτιστά «ἐνεργήματα»).
Σάββατο 19 Δεκεμβρίου 2015
Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1351 μ.Χ.), Μέρος Γ΄
ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1351 μ.Χ.
ΜΕΡΟΣ Γ΄
(ΤΕΛΕΥΤΑΙΟΝ)
Δεῖτε
τό Α΄ Μέρος στήν
ἱστοσελίδα:
καί τό Β΄ Μέρος στήν
ἱστοσελίδα:
39. Ἀλλὰ
καὶ ὁ μέγας Διονύσιος ἐν τῷ
περὶ θείων ὀνομάτων δωδεκάτῳ
φησίν· «Καθόσον ὑπερέχουσι τῶν οὐκ
ὄντων, τὰ ὄντα
ἅγια ἢ θεῖα ἢ κύρια ἢ
βασιλικά, καὶ αὐτῶν μετεχόντων αἱ αὐτομετοχαί,
κατὰ τουσοῦτον ὑπερίδρυται
πάντων τῶν ὄντων ὁ ὑπὲρ
πάντα τὰ ὄντα, καὶ πάντων τῶν
μετεχόντων καὶ τῶν μετοχῶν ὁ
ἀμέθεκτος αἴτιος». Κἄν
τῇ δευτέρᾳ δὲ
πρὸς Γάϊον ἐπιστολῇ,
«πῶς, φησίν, ὁ πάντων ἐπέκεινα
καὶ ὑπὲρ θεαρχίαν ἐστὶ
καὶ ὑπὲρ ἀγαθαρχίαν; Εἰ θεότητα καὶ
ἀγαθότητα νοήσαις, αὐτὸ
τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ
καὶ θεοποιοῦ δώρου, καὶ
τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου
καὶ ὑπεραγάθου, καθ’ ὃ καὶ
ἀγαθυνόμεθα· καὶ γὰρ
εἰ τοῦτο ἀρχὴ γίνεται τοῦ θεοῦσθαι
καὶ ἀγαθύνεσθαι τοῖς θεουμένοις καὶ
ἀγαθυνομένοις, ὁ πάσης ἀρχῆς
ὑπεράρχιος, καὶ τῆς
οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος,
ὡς θεαρχίας καὶ ἀγαθαρχίας
ἐστιν ἐπέκεινα». Καὶ
πάλιν ὁ αὐτός· «Μετιτέον νῦν ἐπὶ
τὴν ὄντως οὖσαν τοῦ
ὄντως ὄντος θεολογικὴν
οὐσιωνυμίαν· τοσοῦτον δὲ
ὑπομνήσομεν, ὅτι τῷ
λόγῳ σκοπός, οὐ τὴν
ὑπερούσιον οὐσίαν, ἡ
ὑπερούσιος, ἐκφαίνειν· ἄρρητον
γὰρ τοῦτο καὶ ἄγνωστον
καὶ παντελῶς ἀνέκφαντον,
καὶ αὐτὴν ὑπεραῖρον τὴν ἕνωσιν·
ἀλλὰ τὴν οὐσιοποιὸν εἰς
τὰ ὀντὰ πάντα τῆς θεαρχικῆς
οὐσιαρχίας πρόοδον ὑμνῆσαι».
Ὁ δὲ θεῖος Μάξιμος ἐν τοῖς
Σχολίοις, «πρόοδον, φησίν, ἐνταῦθα
τὴν θείαν ἐνέργειαν, ἥτις
πᾶσαν οὐσίαν παρήγαγεν». Καὶ
ὁ θεῖος Χρυσόστομος ἐν τῷ
περὶ ἀκαταλήπτου πρώτῳ λόγῳ
φησίν· «Οἱ προφῆται οὐ
μόνον τί τὴν οὐσίαν ἐστὶν
ὁ Θεὸς ἀγνοοῦντες φαίνονται, ἀλλὰ
καὶ περὶ τῆς σοφίας αὐτῆς
πόση τίς ἐστιν ἀποροῦσιν.
Καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ
σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ
μηδὲ ταύτην δύνανται καταλαβεῖν μετὰ
ἀκριβείας, πόσης ἂν εἴη
μανίας τὸ τὴν οὐσίαν αὐτὴν
νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;».
Καὶ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ
πάλιν ὁ αὐτός φησιν· «Οὐκ ἐκ
μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Ἡμεῖς γὰρ πάντες μέτρῳ τὴν
ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν.
Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν
ἡ μεριζομένη· οὗτος δὲ
ἀμέτρητον ἔχει καὶ
ὁλόκληρον πᾶσαν τὴν
ἐνέργειαν. Εἰ δὲ
ἡ ἐνέργεια αὐτοῦ
ἀμέτρητος, πολλῷ μᾶλλον
ἡ οὐσία».
Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1351 μ.Χ.), Μέρος Β΄
ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1351 μ.Χ.
ΜΕΡΟΣ Β΄
Δεῖτε τό Α΄ Μέρος στήν
ἱστοσελίδα:
18. Ἡμέραι
δ’ ἐξ ἐκείνου παρερρύησαν ὀλίγαι, οὕτω
τοῦ γαληνότατου καὶ ἁγίου
βασιλέως ἡμῶν κελεύσαντος καὶ θύραν μετανοίας ἐντεῦθεν
τοῖς διαφερομένοις σοφῶς ὑπανοίγοντος.
Τῶν δὲ καὶ ἔτι ἀνιάτως ἐχόντων, ἔδοξε
δίκαιον Σύνοδον πάλιν ἑτέραν συγκροτηθῆναι, ὥστε
δι’ ἐξετάσεως φανερωτέραν γενέσθαι περὶ
τῶν προβεβλημένων τὴν τῆς
εὐσεβείας ἀλήθειαν ἐκ
τῶν τοῖς ἁγίοις τεθεολογημένων. Καὶ δὴ
γενομένης, τῶν ἑτεροδοξούντων ἀπαντῆσαι
μὴ βουληθέντων, ἀλλ’ ἀπειπόντων
τοῦτο καθάπαξ, ὁ εὐσεβέστατος
ἐκέλευσε βασιλεύς, πολλῶν δογματικῶν
κεφαλαίων προβεβλημένων εἰς ζήτησιν, πρῶτον μὲν
εἰ ἔστιν ἐπὶ
Θεοῦ θεοπρεπὴς διάκρισις οὐσίας
καὶ ἐνεργείας· ἔπειτα διακρίσεως ἀναφανείσης,
πότερον, ἡ ἐνέργεια αὕτη κτιστή ἐστιν
ἢ ἄκτιστος· τρίτον δὲ εἴ
γε ἄκτιστος ἀποδειχθείη ἡ
θεοπρεπὴς αὕτη ἐνέργεια, πῶς ἄν
τις ἐκφύγοι τὸ μὴ
παρὰ τοῦτο σύνθετον τὸν Θεὸν
εἶναι νομίζειν, ὅπερ οἱ
ἑτεροδοξοῦντες προφέρειν τολμῶσι
τῇ τοῦ Θεοῦ Ἐκκλησία· τέταρτον δέ, εἴγε ἡ
φωνὴ τῆς θεότητος οὐκ ἐπὶ
τῆς οὐσίας μόνον, ἀλλὰ
καὶ τῆς θείας ἐνεργείας παρὰ
τῶν θεολόγων ὕμνηται· καὶ
ἐκ τούτου γὰρ τὴν
τῆς διθεΐας ἀμορφίαν
τῇ Ἐκκλησίᾳ τοῦ
Θεοῦ καταχέουσιν οἱ ταύτης πολέμιοι·
πέμπτον δέ, εἴπερ οἱ θεολόγοι κατά τι τὴν
οὐσίαν τῆς ἐνεργείας
ὑπερκεῖσθαί φασιν, ἐπεὶ
καὶ τοῦτο τοῖς ἐναντίοις
ὑπὸ μέμψιν τελεῖ· καὶ
λοιπὸν ἔτι Θεοῦ μετεχομένου, πότερον
κατὰ τὴν οὐσίαν ἡ μετοχὴ
ἢ κατὰ τὴν ἐνέργειαν. Τοσούτων προκειμένων ἡμῖν
ζητημάτων ἀρτίως, οὐ χρὴ
περὶ πάντων ὁμοῦ
ποιεῖσθαι τοὺς λόγους· γένοιτο γὰρ
ἂν οὕτως ἡ τοῦ ζητουμένου κατάληψις οὐδαμῶς
ἀκριβής, οὐδὲ
κατὰ τὴν ἡμετέραν πρόθεσιν, ἀλλὰ
περὶ ἑκάστου ἰδίᾳ
διαλαβόντες ἐφ’ ἕτερον ἤδη χωρῶμεν,
ὁδηγοῖς ἀπλανέσι χρώμενοι τοῖς σεπτοῖς
θεολόγοις.