ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1351 μ.Χ.
ΜΕΡΟΣ Γ΄
(ΤΕΛΕΥΤΑΙΟΝ)
Δεῖτε
τό Α΄ Μέρος στήν
ἱστοσελίδα:
καί τό Β΄ Μέρος στήν
ἱστοσελίδα:
39. Ἀλλὰ
καὶ ὁ μέγας Διονύσιος ἐν τῷ
περὶ θείων ὀνομάτων δωδεκάτῳ
φησίν· «Καθόσον ὑπερέχουσι τῶν οὐκ
ὄντων, τὰ ὄντα
ἅγια ἢ θεῖα ἢ κύρια ἢ
βασιλικά, καὶ αὐτῶν μετεχόντων αἱ αὐτομετοχαί,
κατὰ τουσοῦτον ὑπερίδρυται
πάντων τῶν ὄντων ὁ ὑπὲρ
πάντα τὰ ὄντα, καὶ πάντων τῶν
μετεχόντων καὶ τῶν μετοχῶν ὁ
ἀμέθεκτος αἴτιος». Κἄν
τῇ δευτέρᾳ δὲ
πρὸς Γάϊον ἐπιστολῇ,
«πῶς, φησίν, ὁ πάντων ἐπέκεινα
καὶ ὑπὲρ θεαρχίαν ἐστὶ
καὶ ὑπὲρ ἀγαθαρχίαν; Εἰ θεότητα καὶ
ἀγαθότητα νοήσαις, αὐτὸ
τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ
καὶ θεοποιοῦ δώρου, καὶ
τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου
καὶ ὑπεραγάθου, καθ’ ὃ καὶ
ἀγαθυνόμεθα· καὶ γὰρ
εἰ τοῦτο ἀρχὴ γίνεται τοῦ θεοῦσθαι
καὶ ἀγαθύνεσθαι τοῖς θεουμένοις καὶ
ἀγαθυνομένοις, ὁ πάσης ἀρχῆς
ὑπεράρχιος, καὶ τῆς
οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος,
ὡς θεαρχίας καὶ ἀγαθαρχίας
ἐστιν ἐπέκεινα». Καὶ
πάλιν ὁ αὐτός· «Μετιτέον νῦν ἐπὶ
τὴν ὄντως οὖσαν τοῦ
ὄντως ὄντος θεολογικὴν
οὐσιωνυμίαν· τοσοῦτον δὲ
ὑπομνήσομεν, ὅτι τῷ
λόγῳ σκοπός, οὐ τὴν
ὑπερούσιον οὐσίαν, ἡ
ὑπερούσιος, ἐκφαίνειν· ἄρρητον
γὰρ τοῦτο καὶ ἄγνωστον
καὶ παντελῶς ἀνέκφαντον,
καὶ αὐτὴν ὑπεραῖρον τὴν ἕνωσιν·
ἀλλὰ τὴν οὐσιοποιὸν εἰς
τὰ ὀντὰ πάντα τῆς θεαρχικῆς
οὐσιαρχίας πρόοδον ὑμνῆσαι».
Ὁ δὲ θεῖος Μάξιμος ἐν τοῖς
Σχολίοις, «πρόοδον, φησίν, ἐνταῦθα
τὴν θείαν ἐνέργειαν, ἥτις
πᾶσαν οὐσίαν παρήγαγεν». Καὶ
ὁ θεῖος Χρυσόστομος ἐν τῷ
περὶ ἀκαταλήπτου πρώτῳ λόγῳ
φησίν· «Οἱ προφῆται οὐ
μόνον τί τὴν οὐσίαν ἐστὶν
ὁ Θεὸς ἀγνοοῦντες φαίνονται, ἀλλὰ
καὶ περὶ τῆς σοφίας αὐτῆς
πόση τίς ἐστιν ἀποροῦσιν.
Καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ’ ἡ
σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ
μηδὲ ταύτην δύνανται καταλαβεῖν μετὰ
ἀκριβείας, πόσης ἂν εἴη
μανίας τὸ τὴν οὐσίαν αὐτὴν
νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;».
Καὶ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ
πάλιν ὁ αὐτός φησιν· «Οὐκ ἐκ
μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Ἡμεῖς γὰρ πάντες μέτρῳ τὴν
ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν.
Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν
ἡ μεριζομένη· οὗτος δὲ
ἀμέτρητον ἔχει καὶ
ὁλόκληρον πᾶσαν τὴν
ἐνέργειαν. Εἰ δὲ
ἡ ἐνέργεια αὐτοῦ
ἀμέτρητος, πολλῷ μᾶλλον
ἡ οὐσία».