ΙΕΡΕΜΙΟΥ
Β' ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΑΠΟΚΡΙΣΕΙΣ
ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ
ΘΕΟΛΟΓΟΥΣ
1576
μ.Χ.
(ΕΙΣΑΓΩΓΙΚΗ
ΕΠΙΣΤΟΛΗ)
† Ἱερεμίας,
ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης,
καὶ οἰκουμενικὸς Πατριάρχης, τοῖν
σοφωτάτοιν καὶ λογιωτάτοιν ἀνδροῖν,
τῷ τε τῆς θεολογίας διδασκάλῳ
κυρίῳ Ἰακώβῳ τῷ καγκελλαρίῳ καὶ
κυρίῳ Μαρτίνῳ τῷ
Κρουσίῳ, εὖ πράττειν.
Ἰδοὺ
σὺν Θεῷ, ἄνδρες σοφώτατοι Γερμανοί, κατὰ
πνεῦμα υἱοὶ τῆς ἡμῶν μετριότητος ἀγαπητοί, τὰ
ὑμῖν πρὸ πολλοῦ ποθούμενα καὶ
ἐκ μέσης πρὸς ὑμῶν
ζητηθέντα τῆς ψυχῆς γράμματα τελειωθέντα
τῇ ὑμῶν πέμπομεν ἀγάπῃ,
μεθ’ ἧς προσήκει πνευματικῆς εὐφροσύνης
καὶ τῆς τοῦ προσώπου πατρικῆς πρὸς
τὰ τέκνα ἱλαρότητος. Εὐχόμεθα
δὲ τῷ Θεῷ καὶ τῇ παμμακαρίστῳ αὐτοῦ
μητρὶ εὐφρανεῖν ὑμᾶς
κατὰ τὸν διπλοῦν ἄνθρωπον.
Ἂν δέ γε τυχὸν ἔν
τισι τῶν δογμάτων τῆς ἡμετέρας
εὐσεβείας κατὰ πρώτην ὄψιν
οὐκ εὐφρανεῖ, ὅμως
πεπείσμεθα, σοφοὺς ὄντας, πλήρεις τε παιδεύσεως καὶ
φρονήσεως, μηδὲν ἄλλο προτιμήσειν ὑμᾶς,
οὔτε δηλονότι νομοθεσίαν καινοτόμον καὶ
ἄντικρυς ἀντιφερομένην τῇ
τοῦ Κυρίου ἡμῶν
εὐαγγελικῇ φιλοσοφίᾳ,
οὔτε χρόνον, ᾧ ἄλλως
ἐν ἄλλοις κατεχρήσασθε δόγμασιν, οὔτε
συνήθειαν παράλογον, (ἄνθρωποι καὶ γὰρ
ὄντες ἅπαντες, ἐπισφαλεῖς
ἔχομεν καὶ τὰς
ἐπινοίας ἡμῶν,
κατὰ τὸν σοφὸν Σολομῶντα),
τῆς ἀληθείας αὐτῆς,
μᾶλλον δ’ εἰπεῖν,
τῆς αὐτοαληθείας καὶ αὐτοσοφίας,
τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ· ᾧ
οἵ τε θεῖοι μαθηταὶ
αὐτοῦ καὶ ἀπόστολοι καὶ οἱ
κανονικοὶ αὐτῶν καὶ σωτηριώδεις λόγοι, αἵ τε οἰκουμενικαὶ
καὶ μερικαὶ τῶν
ἁγίων πατέρων σύνοδοι καὶ οἱ
τῆς Ἐκκλησίας θεολογικώτατοι κήρυκες ἀριδήλως
συμφωνοῦσι καὶ τοῖς
τὰ ἐκείνων ἔργῳ
φυλάττουσιν ἐντάλματα σωτηρίαν πάντως καὶ βασιλείαν οὐρανῶν
προξενοῦσιν, ὥσπερ αὖ
τοῖς ἀπειθέσι καὶ παραβαίνουσι τὴν
αἰώνιον κόλασιν καὶ κατάκρισιν. Ἐὰν
οὖν θέλητε καὶ εἰσακούσητέ
μου, φησὶν ὁ Κύριος, τὰ ἀγαθὰ
τῆς γῆς φάγεσθε. Οὕτω δὴ
καὶ ἡ μετριότης ἡμῶν,
ὡς Χριστοῦ διάδοχος τῷ
ἐκείνου ἐλέῳ,
τῇ ὑμῶν παραινεῖ ἀγάπῃ.
Εἴθε συμφρονήσοιτε τῇ ἡμετέρᾳ
τοῦ Χριστοῦ Ἐκκλησία.
Ὅπερ, εἰ ἀληθῶς
καὶ ὁλοψύχως ἔργοις ποιήσετε, χαρὰ
πάντως ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἔσται ἐπὶ
τῇ ἑνώσει τῆς ἑκατέρων
Ἐκκλησίας, τῇ εἰς
δόξαν Χριστοῦ γενήσεσθαι ἐλπιζομένῃ.
(Μηνὶ
Μαΐῳ, ἰνδικτιῶνος τετάρτῃ).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου