ΙΕΡΕΜΙΟΥ
Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ
ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Α΄
1576
μ.Χ.
ΜΕΡΟΣ
Α΄
Πρώτη Πατριάρχου
Κωνσταντινουπόλεως κυρίου Ἱερεμίου πρὸς
τὴν Αὐγουσταίαν Ὁμολογίαν ἀπόκρισις,
εἰς Τύβιγγαν αφος΄ πεμφθεῖσα.
Δεξάμενοι τὰ
παρὰ τῆς ὑμετέρας ἀγάπης πεμφθέντα ἡμῖν
γράμματα, τό τε βιβλιάριον τὸ τὰ
κεφάλαια τῆς ὑμῶν πίστεως περιέχον, καὶ τὴν
ἀγάπην ἀποδεχόμενοι, τὸ
συμφωνοῦν ἡμῖν καὶ διαφωνοῦν σαφηνίσομεν, κατὰ
τὴν ἀξίωσιν ὑμῶν.
Τὸ γὰρ τῆς ἀγάπης χρῆμα πλήρωσιν ἔχει
νόμου καὶ προφητῶν. Πληροῦσθαί
γε μὴν αὐτὴν φαμὲν οὐ
ψιλαῖς μόνον ῥημάτων προφοραῖς,
ἀλλ’ αὐτοῖς
τοῖς πράγμασι καὶ τοῖς
ἔργοις μαρτυρουμένην καλῶς. Ὥσπερ
δὴ καὶ οἱ πολυτελέστατοι τῶν λίθων οὐ
λόγοις τὸν ἔπαινον δέχονται, ἀλλ’ ἐκ
τῆς οἰκείας ἐνεργείας παρὰ
τοῖς γινώσκουσι τῶν ἀνθρώπων
θαυμάζονται. Ταύτην καὶ ὑμεῖς πρὸς ἡμᾶς ἐμφανίσαντες τὴν ἀγάπην,
ἄνδρες σοφώτατοι Γερμανοί, καὶ τὸ
ἐκ ταύτης ἀναματτόμενοι καύχημα ἡμῖν
ταῦτα κοινωνήσαντες ἐγνωρίσατε.
Ἀποκρινόμενοι
οὖν οὐδὲν οἴκοθεν λέξομεν, ἀλλ’ ἀπὸ
τῶν ἁγίων καὶ οἰκουμενικῶν
ἑπτὰ Συνόδου, ἃς καὶ
ὑμεῖς καλῶς ποιοῦντες,
ὡς γράφετε, στέργετε καὶ ἀποδέχεσθε,
καὶ κατὰ τὴν γνώμην τῶν θείων διδασκάλων καὶ
ἐξηγητῶν τῆς
θεοπνεύστου Γραφῆς, οὖς ἡ τοῦ Χριστοῦ Καθολικὴ
Ἐκκλησία γνώμῃ κοινῇ
ἀπεδέξατο, ὡς λόγοις καὶ
θαύμασιν, οἷά περ ἕτερος ἥλιος,
τὴν οἰκουμένην ἐφώτισαν, ἅτε
τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς
πνεύσαντος καὶ δι’ αὐτῶν
λαλήσαντος· ἃ δὴ ἀπαρασάλευτα εἰς αἰῶνας
ἔσται, ὡς τῷ
τοῦ Κυρίου λόγῳ τεθεμελιωμένα.
Ἡ γὰρ τοῦ Χριστοῦ Ἐκκλησία,
κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, «στῦλός ἐστι καὶ ἑδραίωμα τῆς ἀληθείας» (Α΄ Τιμ.
3,15), ἧς πύλαι ᾅδου, κατὰ τὴν θεσπεσίαν τοῦ Κυρίου ἐπαγγελίαν, «οὐ
κατισχύσουσι» (Ματθ. 16,18)· κἂν τινές τι παρασύρωσιν ἀλλόκοτα φανταζόμενοι, αὕτη
μένει οὐδὲν ἧττον ἀσφαλὴς καὶ ἀκράδαντος, ἐστηριγμένη παγίως ἐπὶ τὴν πέτραν, καὶ
οἷς ἐπεστήρικται ἡ ἀλήθεια· καὶ γὰρ οἱ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὅλοι τῆς ἀληθείας
εἰσί, καὶ οἱ μὴ τῆς ἀληθείας ὄντες καθάπαξ, οὐδὲ τῆς Χριστοῦ Ἐκκλησίας εἰσίν. Ὅθεν
ἡμεῖς ἀληθείᾳα στοιχοῦντες τὸν ὑγιῆ λόγον εἰς οἰκοδομὴν τῆς ἀληθοῦς πίστεως
συνεισφέρομεν, κἀν τούτῳ εὐχῆς δεόμενοι τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον, ἵνα
τῇ θείᾳ χάριτι αὐτοῦ ὁ ἡμέτερος νοῦς εἰς ὁδὸν εἰρήνης κατενυθυνθείη.
Κεφάλαιον α΄. Περὶ
ἑνὸς τρισυποστάτου Θεοῦ.
Τοίνυν τὸ
πρῶτον ὑμῶν κεφάλαιον, τὸ διαλαμβάνον τὸ
δόγμα, εἴτε ἅγιον σύμβολον τῆς ἐν
Νικαίᾳ ἁγίας συνόδου, περὶ τῆς
μιᾶς τρισυποστάτου καὶ ὑπεραγίου
οὐσίας τοῦ Θεοῦ,
καλῶς ἔχειν καὶ εὐσεβῶς
ὑμῖν διακηρύττεσθαι, βεβαιούμεθα. Πλὴν
ὅτι ἡ κατὰ Νίκαιαν αὕτη σύνοδος καὶ
αἱ λοιπαὶ συνᾴδουσαι
αὐτῇ ἐθέσπισαν, τὸ Πνεῦμα
τὸ ἅγιον ἐκ τοῦ
Πατρὸς ἐκπορεύεσθαι. Ἡ γὰρ
ὁμολογία τῆς ὑγιαινούσης
πίστεως τῶν χριστιανῶν, τὸ
ἱερώτατον σύμβολον, ὅπερ ὑπὸ
τῶν τιη΄ θεοφόρων ἁγίων πατέρων τῆς
ἐν Νίκαιᾳ ἐξετέθη
τὸ πρότερον, τετελείωται δὲ ὑπὸ
τῶν ρν΄ ἐν Κωνσταντινουπόλει,
καὶ αἱ λοιπαὶ δὲ
οἰκουμενικαὶ πέντε σύνοδοι ἐπεσφράγισαν,
μηδὲν προσθεῖσαι μηδ’ ἀφελόμεναι,
ὡς τὸ αὐτὸ συνᾴδουσαι, ἑνὶ
ἁγίῳ Πνεύματι, ὡς καὶ
οἱ μέσον τῶν ἱερῶν
τούτων συνόδων ἀναλάμψαντες θειότατοι ἄνδρες τρανώτατα ὡμολόγησαν,
καὶ ἡμεῖς οὕτω καθομολογοῦμεν χάριτι Θεοῦ
σὺν αὐτοῖς πᾶσιν, οὕτω τρανώτατα φανεροῖ
τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ
Πατρὸς ἐκπορεύεσθαι, ὡς ἡ
καλὴ ὁμολογία οὕτω πως ἔχει,
ὡς ἐκτίθεται αὐταῖς
λέξεσιν.
«Πιστεύω εἰς
ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων· φῶς ἐκ
φωτός, Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ
τὰ πάντα ἐγένετο. Τὸν
δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ
τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ
ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ
ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ
ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα
εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν
τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον
μετὰ δόξης κρῖναι ζῶντας
καὶ νεκρούς, οὗ τῆς
βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς
τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ
Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διὰ τῶν
Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν
καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν
βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ
ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν».
Οὗτος
ὁ τῆς ἀληθοῦς πίστεως θησαυρός, ὃς Πνεύματι θείῳ
ἐσφράγισται, ἵνα μή τις τὶ
ἐκ τούτου ἀφέληται ἢ
νόθον ἐπεισαγάγῃ· αὐτὸ
τὸ θεῖον καὶ ἱερώτατον
καὶ τέλειον πάντοθεν τῆς εὐσεβείας
ἡμῶν σημεῖον, ἡ
ὁμολογία τῶν ἁγίων
πατέρων πάντων, ὁ ὅρος τοῦ Χριστιανισμοῦ,
ὃν ἐνστερνιζόμενοι καὶ ἀσπαζόμενοι
καὶ μετὰ παρρησίας ὁμολογοῦντες
ἀσινῆ καὶ ἀκίβδηλον, ὡς θεοφορήτων ἱερῶν
πατέρων θείαν παρακαταθήκην, μέχρι τέλους φυλάττομεν. Ἵνα
ταῖς πρεσβείαις τῶν ἐκθεμένων
αὐτὸ καὶ φυλαξάντων, ὡς δῶρον
καθαρὸν τὴν καλὴν ὁμολογίαν
καὶ ἡμεῖς προσενεγκόντες τῇ Τριάδι, τῆς
τε αἰωνίου ἐλευθερωθῶμεν
κολάσεως καὶ τῆς διαιωνιζούσης ἐν Χριστῷ
ἀπολαύσωμεν θείας αὐτοῦ
βασιλείας, ἧς καὶ τύχοιμεν χάριτι τοῦ Χριστοῦ,
ἀμήν.
Κεφάλαιον β΄. Περὶ
τῶν τῆς πίστεως ἄρθρων.
Ἤδη
δὲ καὶ ἐπὶ τὸ τρίτον τῶν κεφαλαίων ὑμῶν
ἐρχόμενοι, τὸ διεξερχόμενον περὶ
τῶν τῆς πίστεως ἄρθρων, ὡς
ἀκόλουθον φαμέν. Ὅτι ἡ
ἀληθὴς καὶ μόνη τῶν χριστιανῶν
θεία πίστις, ὑπὲρ νοῦν οὖσα καὶ λόγον, ὡς
ὄντως ὑπάρχουσα ὁμολογία
ἀληθέστατη τοῦ ἐν
Τριάδι Θεοῦ, ἐν τούτοις ἐν συνόψει τοῖς
κεφαλαίοις περιέχεται, ἃ πιστεύων πᾶς ὀρθῶς
καὶ σωθῆναι θέλων ὀφείλει ἀδιστάκτως
ὁμολογεῖν. Ταῦτα
δὲ τὰ κεφάλαια, τὰ καὶ
ἄρθρα τῆς πίστεως λεγόμενα, ὡς
ἀρχαὶ καὶ θεμέλιοι, εἰς δυοκαίδεκα ἀριθμοῦνται,
τὸν τύπον σῴζοντα τῶν
θείων ἀποστόλων Χριστοῦ. Καὶ
τρία μέν εἰσι περὶ τῆς
μακαρίας Τριάδος, ἓξ δὲ περὶ τῆς τοῦ Υἱοῦ καὶ Λόγου σαρκώσεως, καὶ τρία ἔτι
περὶ τῆς συντελείας. Καὶ πρῶτον
μὲν τῶν κεφαλαίων, ὅτι ἓν
τὸ θεῖον τῇ φύσει καὶ οὐ
πολλά, καὶ ἓν τῇ δυνάμει καὶ ἀρχῇ
καὶ παντοκρατορίᾳ καὶ
κυριότητι. Δεύτερον δέ, ὅτι τρία τοῦτο τὸ
θεῖον, καὶ οὐχ
ἓν πρόσωπον, εἰ καὶ
ἓν καὶ ἀδιαίρετον τῇ θεότητι· τὸ
μὲν ἀγέννητον, τὸ δὲ
γεννητόν, τὸ δὲ ἐκπορευτόν, Πατήρ, Υἱός, Πνεῦμα
καλούμενα καὶ τοῖς θεολόγοις λεγόμενα. Τρίτον δέ, ὅτι
αὕτη ἡ Τριὰς τῶν ὅλων ἐστὶ δημιουργός, ἐκ μὴ
ὄντων ταῦτα παραγαγοῦσα
καὶ ὑπὸ χρόνον, νοητὰ τε καὶ
αἰσθητά, ὁρατὰ
καὶ ἀόρατα. Τέταρτον, ὅτι διὰ
τὸ προνοεῖσθαι ἡμῶν
τὸν ἐν Τριάδι Θεόν, εὐδοκίᾳ
Πατρὸς καὶ συνεργίᾳ Πνεύματος, ὁ
Λόγος, μένων ἀναλλοίωτος καὶ ἄτρεπτος
τῇ θεότητι, ἀπαθῶς
καὶ ἀρρεύστως δι’ ἡμᾶς
ἐγένετο σάρξ, τελείαν τὴν φύσιν ἡμῶν
ἐν ἀτόμῳ προσλαβόμενος. Πέμπτον, ὅτι ἐκ
παρθένου ἐτέχθη, πεῖραν μὴ
λαβούσης ἀνδρός, ὡς καὶ
πρὸ τόκου καὶ ἐν
τόκῳ καὶ μετὰ τόκον ὑπ’ αὐτοῦ
φυλαχθείσης παρθένον. Ἕκτον, ὅτι σαρκὶ
πέπονθε δι’ ἡμᾶς καὶ ἐσταυρώθη καὶ τέθνηκεν ἑκουσίως
καὶ οὐ τῇ θεότητι· αὕτη γὰρ
ἀπαθής. Ἕβδομον, ὅτι
ἀνέστη αὐτεξουσίως τριήμερος,
καὶ τοῖς μαθηταῖς ἐνεφανίσθη
πολλάκις. Ὄγδοον, ὅτι μετὰ
τεσσαρακοστὴν ἡμέραν τῆς ἐγέρσεως
αὐτοῦ εἰς οὐρανοὺς ἀνελήφθη, καθορώντων τῶν μαθητῶν,
καὶ ἐκ δεξιῶν τοῦ
Πατρὸς κεκάθηκεν, ὁμόδοξον καὶ
συμπροσκυνούμενον τὸ ἀχώριστον καὶ ὁμόθεον
ἀποδείξας σῶμα. Ἔνατον,
ὅτι ἐλεύσεται πάλιν εἰς τὴν
γῆν ἀπ’ οὐρανοῦ μετὰ τῆς πατρικῆς αὐτοῦ
δόξης, καὶ παρέξει τὴν μὲν
βασιλείαν αὐτοῦ τοῖς τούτου δούλοις, τοῖς δὲ
ἀσεβέσι τὴν κόλασιν. Δέκατον, ὡς
ἐξαναστήσει πᾶσαν ἡμῶν
τὴν φύσιν, τῶν ψυχῶν
ἑνωθεισῶν τοῖς
ἐξ ἀρχῆς σώμασιν, οἷς συνέζησαν, ἐν
μιᾷ ἡλικίᾳ, εἰς ἀνταπόδοσιν τῶν βεβιωμένων, καὶ
ἄφθαρτα τὰ σώματα ἔσονται.
Ἑνδέκατον, ὅτι ἡ
μετὰ ταῦτα ζωὴ αἰώνιος
ἔσται, ὡς ἀφθαρτισθείσης
τῆς φύσεως. Δυοκαιδέκατον, ὅτι κρινεῖ
ζῶντας καὶ νεκρούς, καὶ
τοὺς μὲν ἀπίστους κολάσει, δοξάσει δὲ τοὺς
εὐσεβεῖς καὶ τοὺς κατ’ ἐντολὴν
περιπατήσαντας.
Ἐν
τούτοις οὖν τοῖς κεφαλαίοις ἐν μὲν
τῷ πρώτῳ περιέχεται, ὅτι
εἷς Θεός, εἷς Κύριος, ὁ
Πατήρ, σὺν Υἱῷ καὶ τῷ Πνεύματι· ἐπεὶ
καὶ Θεὸν τὸν Πατέρα, καὶ Θεὸν
ἐκ Θεοῦ τὸν
Υἱόν, καὶ κύριον ὀνομάζει
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὁμοούσιόν
φησι τὴν Τριάδα, ὁμόδοξόν τε τὸν
Πατέρα τῷ Υἱῷ καὶ τῷ Πνεύματι· καὶ ἅμα
τε αἰώνιον, παντοκράτορα, ποιητήν, ὡς
καὶ προφῆται εἶπον
τὸν Θεὸν μετὰ τοῦ
Λόγου καὶ τοῦ Πνεύματος, καὶ ἄγγελοι
ἐν τρισὶν ἁγιασμοῖς
ἕνα Θεὸν μέλπουσιν. Ἐν
δὲ τῷ δευτέρῳ, ὅτι
οὗτος ὁ μόνος Θεός, τριὰς ὢν
τοῖς προσώποις καὶ μονὰς
τῇ θεότητι, Πατήρ ἐστι καὶ
Υἱὸς καὶ Πνεῦμα ἅγιον. Καὶ ὁ
μὲν Πατὴρ ἀγέννητος
καὶ ἀναίτιος, αἴτιος δὲ
μόνος τῶν ἐξ αὐτοῦ· Υἱὸς δὲ γεννητός, Θεὸς ἐκ
Θεοῦ· καὶ τὸ ἅγιον Πνεῦμα, κύριον, ζωοποιόν, ἐκ
τοῦ Πατρὸς ἐκπορευόμενον.
Καὶ ὅτι μία φύσις καὶ δόξα προαιώνιος
τούτων, μία δύναμις καὶ προσκύνησις· φησὶ γὰρ
«τὸ σὺν Πατρὶ καὶ
Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον». Ἐν
δὲ τῷ τρίτῳ ἐκδιδάσκει,
ὅτι δημιουργὸς ἡ
Τριάς, ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ποιήσασα· ὅθεν
τὸν μὲν Πατέρα, ποιητὴν οὐρανοῦ
καὶ γῆς καὶ ἁπάντων φησί· τὸν δὲ
Υἱόν, δι’ οὗ τὰ
πάντα ἐγένετο· τὸ δὲ
Πνεῦμα, ζωοποιόν. Ἐν δὲ
τῷ τετάρτῳ τὰ
τῆς σαρκώσεως καταγγέλλει, ὅτι ἐκ
Πνεύματος ἁγίου καὶ τῆς
Θεοτόκου Μαρίας ὁ Λόγος σεσάρκωται. Ἐν δὲ
τῷ πέμπτῳ, ὅτι
ἀειπάρθενος διεφυλάχθη ἡ Μαριάμ, ἐξ
ἧς λαβὼν ὁ
Λόγος σῶμα ἔμψυχον, ψυχῇ νοερᾷ
καὶ θελητικῇ, ἁπλοῦς
ὤν, γέγονε διπλοῦς δι’ ἡμᾶς,
εἷς ἐκ δύο τελείων τῶν φύσεων. Ἐν
δὲ τῷ ἕκτῳ, ὅτι σαρκὶ ἐσταυρώθη
ὑπὲρ ἡμῶν καὶ ἔπαθε καὶ ἐτάφη.
Ἐν δὲ τοῖς λοιποῖς περιέχεται, ὅτι
ἀνέστη, ἀνελήφθη καὶ
ἐλεύσεται ἀπ’ οὐρανοῦ,
ὅτι κρινεῖ ζῶντας
καὶ νεκρούς, καὶ ὅτι
ἔσται ἀνάστασις καὶ
ὅτι κόλασις αἰώνιος καὶ
βασιλεία ὁμοίως.
Ταῦτα
μὲν οὖν τὰ ἄρθρα εἴτε κεφάλαια, τῷ
ἱερῷ φαίνονται συμβόλῳ ἐμπεριεχόμενα,
τῆς κατὰ Χριστὸν
ὄντα ἐν θεωρίᾳ φιλοσοφίας, ἀλλὰ
δὴ καὶ τῆς κατὰ πρᾶξιν
ἠθικωτέρας, παιδαγωγοῦντα καὶ
πρὸς σωτηρίαν ἄγοντα ἡμᾶς.
Διὰ γὰρ τὴν ἡμετέραν σωτηρίαν κατελθεῖν φησι τὸν
Κύριον, ἵνα τὴν ζωὴν αὐτοῦ μιμησώμεθα καὶ σωθῶμεν·
καὶ τὸ παθεῖν καὶ
ἀποθανεῖν ὑπὲρ
ἡμῶν, καὶ τὸ
ἀναστῆναι εἰς ἐλπίδα,
καὶ τὸ μέλλειν ἔρχεσθαι κρῖναι
ζῶντας καὶ νεκρούς, εἰς
ἀπεκδοχὴν καὶ
ἑτοιμασίαν ἡμῶν·
καὶ τὸ ζωὴν αἰώνιον, εἰς ἐλπίδα
ἀπολαύσεως καὶ φόβον κολάσεως· δι’ ὧν
τὸ τριμερὲς τῶν
ψυχῶν ἐκκαθαίρει, τὸ λογιστικὸν
μὲν διὰ τῆς εὐσεβοῦς ὁμολογίας τῆς ἁγίας
Τριάδος, τὸ θυμοειδὲς δὲ
διὰ τῆς ὑπομνήσεως τῆς ἐνανθρωπήσεως,
τὸ ἐπιθυμητικὸν δὲ
διὰ τῆς ἀνακηρύξεως τῆς ἀναστάσεως·
ὡς ἂν τούτων ἐπιποθοῦντες,
τρέχωμεν κατ’ ἐντολήν.
Καὶ
ἐπειδὴ ἑπτὰ μὲν αἱ περιεκτικαὶ ἀρεταί,
ταπείνωσις, ἀκενοδοξία, ἀκτημοσύνη, νηστεία, ἁγνεία,
ὑπομονὴ καὶ
μακροθυμία, ἑπτὰ δὲ καὶ τἀναντία, ὑπερηφανία, κενοδοξία,
φιλαργυρία, γαστριμαργία, πορνεία, ἀκηδία καὶ
ὀργιλότης, ἀποτρέπεται μὲν
τὰς κακίας τὸ ἱερώτατον
σύμβολον, προτρέπεται δὲ πρὸς τὰς ἀρετάς. Καὶ πρὸς
μὲν τὴν ταπείνωσιν διεγείρει διὰ τοῦ
κατελθεῖν ἐκ τῶν οὐρανῶν τὸν Θεὸν Λόγον· πρὸς ἀκενοδοξίαν
διὰ τοῦ ἐνανθρωπῆσαι· πρὸς
ἀκτημοσύνην, νηστείαν καὶ ἁγνείαν,
ὡς ἦν αὐτός· πρὸς ὑπομονὴν
καὶ μακροθυμίαν, ὅτι πάντα εἶχε,
καὶ τέλος σταυρὸν καὶ
θάνατον ὑπήνεγκε. Κατήργησε δὲ καὶ
πᾶσαν κακίαν ὁ Σωτήρ, τῇ
μὲν ταπεινώσει τὴν ὑπερηφανίαν,
ἐξ ἧς ἀπιστία καὶ βλασφημία Θεοῦ·
τῇ εὐτελείᾳ δέ, τὴν
κενοδοξίαν, ἐξ ἧς μανία, φθόνος καὶ φόνος τίκτεται· τῇ
ἀκτησίᾳ δὲ
τὴν φιλαργυρίαν, ἐξ ἧς
κλοπή, δόλος, ψεῦδος, προδοσία Θεοῦ καὶ
ἀδελφῶν· τῇ νηστείᾳ δὲ
τὴν γαστριμαργίαν, ἐξ ἧς
μέθη, ἀσωτία, ἀταξία καὶ
πᾶν πάθος πονηρόν· τῇ παρθενίᾳ
δὲ τὴν πορνείαν, ἐξ ἧς
μολυσμὸς ἅπας καὶ μακρυσμὸς
ἀπὸ τοῦ ἁγίου Θεοῦ· τῇ
ὑπομονῇ δὲ
ἀκηδίαν τε καὶ μικροψυχίαν, ἐξ
ἧς ἀνελπιστία, ἀχαριστία, σκότωσις
νοός, καὶ ψυχῆς ἀπόγνωσις· καὶ ἔσχατον
τῇ μακροθυμίᾳ τὴν
ὀργιλότητα καὶ δαιμονιώδη κατὰ
τῶν ἀδελφῶν καταθραύει μανίαν, ἐξ ἧς
πᾶσα μῆνις, ἔχθρα, μῖσος,
μιαιφονία, καὶ τῶν τριῶν ὑψηλῶν
καὶ κεφαλαιωδῶν ἀρετῶν
ἀναίρεσις, ἐλπίδος φημί, πίστεως
καὶ ἀγάπης. Αἱ τρεῖς
αὗται, οὖσαι εἰς
τιμὴν τῆς Τριάδος, ὁλοτελῶς
ἑνοῦσι τὸν ἔχοντα αὐτῷ
τῷ ἐν Τριάδι Θεῷ, καὶ
Θεὸν κατὰ χάριν ἀποτελοῦσιν.
Ὅθεν καὶ ἡμεῖς,
ἀδελφοί, τῇ μὲν
ὀρθῇ πίστει τὸ λογικὸν
ἐκκαθάρωμεν· ταῖς ἀρεταῖς
δὲ καὶ μᾶλλον ταῖς γενικαῖς,
ἀνδρείᾳ, σωφροσύνῃ,
δικαιοσύνῃ τε καὶ φρονήσει, ἐν
αἷς καὶ αἱ λοιπαὶ κεφαλαιώδεις ἀρεταὶ
πᾶσαι εἰσί, καθαγνίζοντες ἑαυτούς,
εἰς ἀπάθειαν, ὡς δυνατόν, ἔλθωμεν,
καὶ ὅλοι ζῶμεν κατὰ
Χριστόν, τὴν ἀληθῆ πίστιν Χριστοῦ καὶ
τὸν βίον αὐτοῦ
ἐν ἑαυτοῖς περιφέροντες· καὶ ἀγαπῶμεν
τὸν Χριστὸν καὶ
τὰς ἐντολὰς ἐκπληρῶμεν, καὶ
ναοὶ γινώμεθα Χριστοῦ, καὶ
εὐωδία αὐτοῦ
καὶ ἡγιασμένοι, ἵνα καὶ
τῆς ἀθανάτου αὐτοῦ
τοῦ Χριστοῦ ζωῆς
καὶ δόξης καὶ βασιλείας ἐπιτύχωμεν
αἰωνίως, χάριτι αὐτοῦ,
καὶ οὐ μόνοις τοῖς ἐκ
δικαιοσύνης ἔργοις ἡμῶν,
κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν.
Κεφάλαιον γ΄. Περὶ
προπατορικῆς ἁμαρτίας.
Τὸ
δεύτερον δὲ ὑμῶν κεφάλαιον, τὸ περιέχον ὅτι
πᾶς ἄνθρωπος ἔνοχός ἐστι τῇ προπατορικῇ ἁμαρτίᾳ,
βεβαιοῦμεν καὶ αὐτοί, οὕτως ἔχειν τὴν ἀλήθειαν· φησὶ γὰρ ὁ ψαλμῳδὸς ἐν τῷ Ν΄
ψαλμῷ, «ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου» (Ψαλμ. 50,7). Καὶ ὁ Κύριος ἐν εὐαγγελίοις, «ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος
καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Ἰω. 3,5), πρὸς
κάθαρσιν δηλαδὴ τῆς τοιαύτης προπατορικῆς ἁμαρτίας. Πλὴν ὅτι καὶ περὶ τῆς ἀναγεννήσεως
τοῦ θείου βαπτίσματος, ἐμπεριεχομένου τῇ ὁμολογίᾳ τοῦ συμβόλου, φάσκοντος «ὁμολογῶ
ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν», ἡμεῖς μὲν ἐν τρισὶ καταδύσεσι βαπτίζομεν, οἱ
δὲ Λατῖνοι, οὐ καλῶς ποιοῦντες, ἐν μιᾷ καταδύσει βαπτίζουσι. Δεῖ γὰρ τὰς τρεῖς ὑποστάσεις
ἀνακηρύττειν ἐν μιᾷ τῇ
Θεότητι, καὶ τρεῖς γίνεσθαι τὰς ἀναδύσεις
καὶ καταδύσεις, ἐκφωνουμένου τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὡς ἔθος
ἀρχαῖον παραδεδομένον τῇ Ἐκκλησίᾳ,
ἅμα δὲ καὶ διὰ τῶν τριῶν καταδύσεων καὶ
ἀναδύσεων τῆς τριημέρου ταφῆς
καὶ τῆς ἀναστάσεως αἰνιττομένης τοῦ
ὑπὲρ ἡμῶν σαρκὶ σταυρωθέντος καὶ
ἀναστάντος.
Παρευθὺς δὲ δεῖ χρίειν
τὸν βαπτισθέντα καὶ τῷ θείῳ μύρῳ. Τὸ γὰρ χρῖσμα τοῦτο σφραγίς ἐστι τοῦ Χριστοῦ
καὶ σημεῖον. Καὶ ἡμεῖς δὲ ἐξ αὐτοῦ τὴν χάριν λαμβάνοντες ἐν τῷ μύρῳ χριστιανοὶ
καλούμεθα, καὶ χριστοὶ Κυρίου ἐσμέν. Οὐ γὰρ ἀπαξιοῖ κατ’ αὐτὸν καλεῖσθαι ἡμᾶς,
ὅτι καὶ υἱοὺς Θεοῦ θέσει κάλει, καὶ θεοὺς κατὰ χάριν (Ματθ. 5,9, Ψαλμ. 81,6). Χρίων
δὲ τὸν βαπτιζόμενον ὁ ἱερεύς, φησί, «σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν». Ὅθεν
εὐλόγως ἔχει μετὰ τὸ βάπτισμα καὶ τὸ χρίσμα ἀκολουθεῖν, καὶ μὴ εἰς καιρὸν
ταμιεύεσθαι, ἀλλὰ καὶ μεταδοῦναι τῷ βαπτισθέντι τῆς φρικτῆς κοινωνίας ἑπόμενον.
Τοῦτο γὰρ τὸ τέλος τοῦ μυστηρίου παντός, ἵνα τῆς πλάνης ἀπαλλαγέντες καὶ τοῦ ῥύπου
τῆς ἁμαρτίας καθαροί τε γεγενημένοι, καὶ τῷ θείῳ μύρῳ ἐσφραγισμένοι, τῆς σαρκὸς
αὐτοῦ καὶ τοῦ αἵματος κοινωνήσωμεν, καὶ ἄκρως ἑνωθῶμεν αὐτῷ, καὶ ἐνοικήσῃ ἐν ἡμῖν
καὶ ἐμπεριπατήσῃ Χριστός, καὶ μεθ’ ἡμῶν ᾖ πάσας τὰς ἡμέρας (Β΄ Κορ. 6,16, Ματθ.
28,20).
Κεφάλαιον δ΄. Περὶ
πίστεως δικαιωτικῆς.
Τὸ τέταρτον, περὶ ἀφέσεως
ἁμαρτιῶν ἐπεξιόν, μόνῃ τῇ πίστει κυρίως τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι
διϊσχυρίζεσθε, ὡς δόκει ὑμῖν. Ἡ δὲ Καθολικὴ Ἐκκλησία τὴν πίστιν ζῶσαν ἀπαιτεῖ,
τὴν διὰ τῶν ἀγαθῶν ἔργων μαρτυρουμένην. Ἡ γὰρ πίστις ἡ ἄνευ ἔργων νεκρά ἐστιν (Ἰακ.
2,27), ὡς ὁ Ἰάκωβός φησιν. Ὅθεν καὶ ὁ μέγας Βασίλειός φησιν, «οὐδὲ ἡ ἄνωθεν
χάρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ’ ἄν, ἀλλ’ ἑκάτερα συγκεκρᾶσθαι
προσήκει, σπουδήν τε ἀνθρωπίνην καὶ τὴν διὰ τῆς πίστεως ἄνωθεν καθικνουμένην
συμμαχίαν, εἰς τελείωσιν ἀρετῆς» (MPG, 31,1377). Διὸ καὶ ἡ ἐξουσία τοῦ ἀφιέναι
οὐκ ἀπολύτως δέδοται, ἀλλ’ ἐν ὑπακοῇ τοῦ μετανοοῦντος καὶ συμφωνίᾳ πρὸς τὸν ἐπιμελούμενον
τῆς ἑαυτοῦ ψυχῆς· γέγραπται γὰρ ἐπὶ τῶν τοιούτων, «ὅτι ἐὰν δύο ὑμῶν
συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς
παρὰ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς» (Ματθ. 18,19). Τὸ δὲ ἐπὶ ποίοις, οὐδὲ
ἐρωτᾶν ἐστι, τῆς Καινῆς Διαθήκης διαφορὰν ἡμῖν μηδεμίαν δηλωσάσης, πάσης δὲ ἁμαρτίας
τὴν ἄφεσιν τοῖς ἀξιολόγως μετανοοῦσιν ἐπαγγελλομένης. Ἀξιολόγως δὲ μετανοεῖ ὁ τὴν
διάθεσιν ἀναλαβὼν τοῦ εἰπόντος, «ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην» (Ψαλμ.
118,162), καὶ ποιήσας τὰ ἐν τῷ ἕκτῳ ψαλμῷ καὶ ἄλλοις περὶ ἔργων εἰρημένα, καὶ
πολυπλασιάσας τὸ ἀντίθετον κατόρθωμα, ὡς ὁ Ζακχαῖος. Ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς
ἁγνοὺς ὑπὸ Θεοῦ τηρηθῆναι καὶ εἶναι ἐν τοῖς πράγμασι, κρατῶμεν τῆς ὁμολογίας.
Τὰ παρ’ ἡμῶν γὰρ ζητούμενα εἰσί· πιστεύειν ὀφείλομεν, ὅτι ἀνάστασις, ὅτι ἀνταπόδοσις,
ὅτι μύρια ἀγαθά, ὅτι Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθὴ πάντως. Ταῦτα ὁμολογήσωμεν,
ταῦτα κατέχωμεν, ἔργοις τὴν πίστιν δείξωμεν. Οὐ γὰρ ἀγνοεῖ τὰ ἡμέτερα. Ὅθεν τὸ
κατὰ δύναμιν ποιητέον τὰ ἀγαθά, ἀσθένειαν ἀνθρωπίνην
μὴ προβαλλόμενοι· ὑπέστη γὰρ
ὁ ἀρχιερεὺς ἡμῶν πρῶτον, ὅθεν καὶ
εὐσυμπάθητος. Εἰ οὖν καὶ ἔν τισιν ἡμάρτομεν, ἀλλὰ τῷ ἀναμαρτήτῳ διὰ μετανοίας ἀληθοῦς
καὶ ἐξομολογήσεως προσέλθωμεν, καὶ τελείαν ἀποχὴν τῶν κακῶν ἐνδειξώμεθα, μετὰ
παρρησίας προσερχόμενοι τῇ μετανοίᾳ, ἵνα λάβωμεν ἔλεον, καὶ οἷον ζητοῦμεν. Οὐκ ἔστι
γὰρ ἁμαρτία νικῶσα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ· φιλοτιμία γὰρ θεία τὸ πρᾶγμα,
δωρεὰ βασιλική, ἂν νῦν προσέλθωμεν· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς
κρίσιν. Προσερχώμεθα λοιπὸν τῇ μετανοίᾳ καὶ τῷ ἐλεήμονι Θεῷ Ἰησοῦ μετὰ πάσης
παρρησίας, μηδὲν ἔχοντες συνειδὸς πονηρόν, μὴ ὅλως διστάζοντες. Οὐ γὰρ ὁ
διστάζων δύναται μετὰ παρρησίας προσελθεῖν. Διὰ τοῦτο καὶ λέγει· «καιρῷ δεκτῷ ἐπήκουσά
σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι» (Ἡσ. 49,8, Β΄ Κορ. 6,2). Ἐπεὶ νῦν, μετὰ
τὸ λουτρὸν ἁμαρτάνοντες, εὑρίσκομεν μετάνοιαν, βασιλεύσωμεν τῶν παθῶν,
πολιορκήσωμεν αὐτὰ τῇ μετανοίᾳ καὶ ἐξομολογήσει, βασιλεῖς γενώμεθα κρείττονες τῶν
τὴν ἁλουργίδα ἐχόντων, ἐν τάξει δορυφόρων τὰ πάθη ὑποτάξωμεν. Οὐ γὰρ συγγνώμη
τοῖς ἐν ἁμαρτίᾳ μένουσι διόλου, ὡς ἐν πολλοῖς θείοις ῥητοῖς ἐγράφη.
Κεφάλαιον ε΄. Περὶ
διακονίας τοῦ ῥήματος.
Τὸ πέμπτον, τὸ ὅμοιον
σχεδὸν τῷ πρὸ τούτου τετάρτῳ κεφαλαίῳ, τὸ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτιῶν
διηγούμενον, καὶ ὅτι οὐκ ἐξ ἱκανοποιΐας τις τῆς οἱασοῦν σῴζεται, ἀλλὰ πίστει
μόνῃ καὶ χάριτι, ἡ Καθολικὴ Ἐκκλησία οὕτω νοεῖ. Τὸν ἄνθρωπον τηνικαῦτα τὴν ἄφεσιν
λαμβάνειν τῶν ἑαυτοῦ ἁμαρτιῶν, διὰ μετανοίας ἐπιστρέφοντα πρὸς Θεὸν ἀληθῶς, ὅταν
τὴν πίστιν ἔχῃ ζῶσαν, τὴν διὰ τῶν ἀγαθῶν ἔργων δηλαδὴ μαρτυρουμένην, ὡς καὶ
προείπομεν, καὶ λέγειν ὅλως οὐ παυσόμεθα. Ὡς καὶ ὅταν λέγῃ· «οὐ πᾶς ὁ λέγων
μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ
θέλημα τὸν πατρός μου» (Ματθ. 7,21). Καὶ πάλιν· «οὐχ οἱ ἀκροαταί, ἀλλ’ οἱ
ποιηταὶ τοῦ νόμου δικαιωθήσονται» (Ῥωμ. 2,13). Καὶ ἔτι· «ὑμεῖς φίλοι μού ἐστε, ἐὰν
τηρῆτε πάντα ὅσα ἐνετειλάμην ὑμῖν» (Ἰω. 15,14). Ὡς καὶ Βασίλειος συνῳδὰ γράφων
φησί. «Μνημονεύσωμεν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστός, ὅτε ἀνέβη εἰς τὸ ὄρος καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας ἐποιεῖτο, εἶπεν·
μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τὰ λοιπὰ τῶν μακαρισμῶν· καὶ πάλιν ἐν τῷ
καιρῷ τῆς ἀνταποδόσεως, εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος λέγει· δεῦτε οἱ
εὐλογημένοι τὸν πατρός μου, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν,
δότε ἐλεημοσύνην, ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον
ἐν τοῖς οὐρανοῖς» (MPG, 31, 1528 ἑξ.).
Ταῦτα
μὲν οὖν καὶ τὰ τοιαῦτα, δι’ ὧν
βασιλείας οὐρανῶν καταξιοῦταί τις, ὧν δὲ ἄνευ ἀδύνατον εἰσελθεῖν εἰς τὴν
βασιλείαν. Ἐν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, «ἐὰν μὴ
περρισεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Ματθ. 5,20). Καὶ αὖθις· «ἐὰν μὴ στραφῆτε καὶ
γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν» (Ματθ. 18,3). Ἐν δὲ τῷ
κατὰ Ἰωάννην πρὸς Νικόδημον, «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν
βασιλείαν τοῦ Θεοῦ» (Ἰω. 3,3), ὡς καὶ «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ
πνεύματος» (Ἰω. 3,5). Καθ’ ὧν δὲ ἡ ἀπόφασις μία, δηλονότι καὶ ὁ κίνδυνος τοῖς πᾶσιν
ἴσος, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει, «ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ
τοῦ νόμου, ἕως ἂν πάντα γένηται» (Ματθ. 5,18), πόσῳ μᾶλλον ἀπὸ τοῦ εὐαγγελίου,
αὐτοῦ τοῦ Κυρίου λέγοντος, «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ
μὴ παρέλθωσιν» (Ματθ. 24,35). Ὅθεν καὶ Ἰάκωβος εἶπεν· ὃς ἂν ποιήσῃ τὸν νόμον ὅλον,
πταίσῃ δὲ ἐν ἑνί, ἔσται πάντων ἔνοχος (Ἰακ. 2,10)· ἔμαθε δὲ τοῦτο λέγειν, ἐξ ὧν
ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Πέτρον ἠπείλησεν,
ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ (Ἰω. 13,8). Παῦλος δὲ ἐν Χριστῷ λαλῶν
διαμαρτύρεται, δι’ ἃ μάλιστα βασιλείας οὐρανίου οὐ καταξιοῦταί τις καὶ θανάτου
κρίματι ὑποπίπτει, ποτὲ μὲν εἰπὼν ὁριστικῶς, «ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι
θανάτου εἰσί» (Ῥωμ. 1,32), ποτὲ δέ, «ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι» (Α΄
Κορ. 6,9). Καὶ ὁ Κύριος· «οὐδείς, τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ
ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ» (Λουκ. 9,62).
Ἐκ τούτων οὖν καὶ τῶν
τοιούτων παιδευόμεθα, ὅτι χρὴ πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία
τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἀπηγόρευται, καὶ
φυλαξάμενον, οὕτω προσδοκᾶν καταξιωθῆναι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν ἀγῶνα τῆς
πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι
καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιήγητου
εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐπαγαγόντος, «μηδεμίαν ἐν μηδενὶ
διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία» (Β΄ Κορ. 6,3) ἡμῶν, ἀλλ’ ἐν παντὶ
συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Γέγραπται γάρ, «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ
ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ
ἁγία καὶ ἄμωμος» (Ἐφ. 5,27), καὶ πολλὰ τοιαῦτα, ἅπερ ὁ σπουδάζων εὑρήσει, ὡς καὶ
Παῦλος διδάσκει· «χάρις τῷ Θεῷ, ὅτι ἦτέ ποτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ
ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς» (Ῥωμ. 6,17), ἵνα ὥσπερ κηρὸς
παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ
γλυφῇ μορφήν, οὕτω καὶ ἡμεῖς παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ εὐαγγέλιον
διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον,
«ἀπεκδυόμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυόμενοι τὸν
νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν,
κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν» (Κολ. 3,9 ἑξ.). «Ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἐν
καινότητι ζωῆς περιπατήσωμεν» (Ῥωμ. 6,4)· ἵνα τῆς χάριτος προλαβούσης, τὰ παρ’ ἡμῶν
ὀφειλόμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ. Ἀγῶνος
χρεία, καὶ τούτου μεγάλου καὶ νομίμου, ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν
Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα. Δεόμεθα γὰρ τῆς ἄνωθεν συμμαχίας,
ὥστε ὁδηγηθῆναι πρὸς ἀρετήν. Ταύτην δ’ ὁδεύοντες τὴν ὁδόν, τῆς θείας χρῄζομεν ῥοπῆς.
Οὐ δεῖ γὰρ πεποιθέναι καθόλου τῇ ἡμέτερᾳ δικαιοσύνῃ, εὐτελεῖ καὶ μὴ ἀπηρτισμένῃ
οὔσῃ, ἀλλὰ τῇ θείᾳ δικαιοσύνῃ καὶ συμμαχίᾳ, ἵνα πρὸς οὐρανὸν ὁδηγηθῶμεν ἀπλανῶς.
Ὁδὸς γὰρ ὁ παρὼν βίος, τῆς ἄνωθεν δεόμενος χειραγωγίας. Εἰ γὰρ εἰς πόλιν
μέλλοντες εἰσιέναι, δεόμεθα τοῦ γνωρίσαντος ἡμῖν τὴν ὁδόν, πολλῷ μᾶλλον πρὸς τὸν
οὐρανὸν μέλλοντες ἀποδημεῖν, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥοπῆς, ἵνα καὶ δείξῃ τὴν ὁδὸν
καὶ στηρίξῃ καὶ χειραγώγησῃ· πολλαὶ γὰρ αἱ ἀτραποὶ αἱ ἐκτρέπουσαι, καὶ διὰ τοῦτο
ἐχόμεθα τῆς δεξιᾶς τοῦ Θεοῦ. Καὶ τὸ μὲν ὁδηγῆσαι, Θεοῦ, τὸ δὲ ἀξίους εἶναι τοῦ
κρατηθῆναι ὑπὸ τῆς χειρὸς αὐτοῦ, τῆς ἡμετέρας γινέσθω σπουδῆς. Ἂν γὰρ ὧμεν ἀκάθαρτοι,
οὐ καθέξηται ἡ χεὶρ ἐκείνη. Χρεία λοιπὸν ἔργων ἀγαθῶν, καὶ καθαροὺς εἶναι, ἵνα
καὶ θείας ἀντιλήψεως τύχωμεν.
Ἀλλὰ καὶ ὁ θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν
(MPG, 61, 481), τὸ «συνεργοῦντες δὲ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ
δέξασθαι ὑμᾶς», λέγει: Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, τουτέστι θλίβει, ὠθεῖ,
κατεπείγει. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ’ ἐπιδειξώμεθα ἀξίαν τῆς χάριτος
τὴν σπουδήν. Μὴ ἀποκρουσώμεθα τὴν δωρεάν. Οὐ γὰρ μόνον τὸ πιστεῦσαι καταλλαγή, ἀλλὰ
καὶ βίον σπουδαῖον ἐνδείξασθαι δεῖ, καὶ ἕπεσθαι αὐτῷ δίκαιον. Τὸν γὰρ ἀπαλλαγέντα
ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ’ ἔχθραν
ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν
γὰρ ἀπὸ τῆς χάριτος ὠφελούμεθα ἀκαθάρτως ζῶντες, ἀλλὰ καὶ μᾶλλον βλαπτόμεθα, ὅτι
μετ’ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανερχόμεθα κακά. Ἕως οὖν ἐν
τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι ἐργαζόμεθα, ἕως λείπεται ἡ ἑνδεκάτη,
προσέλθωμεν καὶ βίον ἐπιδειξώμεθα ὀρθὸν καὶ ἐνάρετον, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν
ἀγαθῶν. Εἰ γὰρ τοσούτων γέμοντας κακῶν, προσήκατο καὶ ἀπήλλαξε, πάντων ἀπαλλαγέντας
καὶ τὰ ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ μᾶλλον εἰσδέξεται; Ἐὰν γὰρ ἐν ἁμαρτίαις
διάγωμεν, ἡ ἁμαρτία ἀπιστίαν γεννήσει. Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει
πονηρόν, οὕτω καὶ ἡ ψυχή, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα
δὲ οὐδὲ πιστεύειν ἀνέχεται. Εἶπε γὰρ «οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ
Ἰακώβ» (Ψαλμ. 93,7) καὶ πάλιν, «τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστιν;»
(Ψαλμ. 10,5)· ἔτι δέ, «εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι Θεός» (Ψαλμ. 13,1).
Καὶ ὁ Κύριος, «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς» (Ἰω.
3,20). Ἕως οὖν ὁ τῆς δωρεᾶς οὗτος χρόνος, μηδεὶς ἀπογινωσκέτω.
Τότε γὰρ τῆς ἀπογνώσεως καιρός, ὅταν ὁ
νυμφὼν κλείηται, ὅταν ἀπολαύωσιν
οἱ μέλλοντες ἀξιοῦσθαι
τοὺς κόλπους τοῦ πατριάρχου τῶν
ἀγαθῶν· νῦν δὲ οὔπω. Ἔτι γὰρ τὸ θέατρον συνέστηκεν ἔτι ὁ
ἀγὼν ἐνέστηκεν, ἔτι τὰ
βραβεῖα μετέωρα. Σπουδάσωμεν τοίνυν· δρόμου χρεία, καὶ
τούτου σφοδροῦ. Ἐπὶ τὴν τελειότητα φερώμεθα, βίον ἄριστον κτησώμεθα μετὰ
πίστεως ἀληθοῦς, καὶ βίον ἔχοντες
ὀρθὸν τὸν κατ’ ἐντολήν. Ἐὰν
δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ
πονηρά, ὑβρίζει τὴν διδασκαλίαν, καὶ
εἰκότως νήπιος. Οὐ γὰρ
δεῖ ἀεὶ περὶ τὰ στοιχεῖα στρέφεσθαι, οὐδὲ
μόνον θεμέλιον πήξαι, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς
οἰκοδομῆς τελειῶσαι,
καὶ αὐτὴν τὴν ὀροφὴν καὶ τὴν τελειότητα τῶν ἀγαθῶν.
Ἐὰν γάρ τις ἀεὶ
περὶ τὰ στοιχεῖα στρέφηται ἢ
περὶ τὸν θεμέλιον, οὐκ ἔσται
αὐτῷ τι πλέον, οὔτε οἶκον
ἀπαρτίσαι, οὔτε θεμέλιον σοφοῦ
σχεῖν καὶ σοφὸν γενέσθαι. Ἐὰν τοίνυν φιλῶμεν
τὸν Χριστόν, ὡς φιλεῖν
δεῖ, ταῖς ἀρεταῖς ἀνερχώμεθα, καὶ ἑαυτοὺς
τιμωρησώμεθα ἁμαρτάνοντες· μὴ γέενναν φοβώμεθα, ἀλλὰ
τὸ προσκροῦσαι Θεῷ.
Τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν ἀποστρέφηται
ὀργιζόμενος.
Καὶ
ἵνα μάθῃς ἡλίκον
ἐστίν, ἐννόησον τὸ
λεγόμενον, εἴ τις κολαζόμενον ἰδὼν
ἄνθρωπον λῃστὴν
καὶ κακοῦργον, αὐτὸς
βασιλεὺς ὤν, τὸν ἀγαπητὸν υἱὸν
καὶ μονογενῆ καὶ
γνήσιον ἔδωκεν, ὥστε σφαγῆναι
καὶ μετὰ τοῦ θανάτου καὶ τὴν
αἰτίαν ἀπ’ ἐκείνου
μετήνεγκεν ἐπὶ τὸν υἱόν, οὐκ ὄντα
τοιοῦτον, ἵνα σώσῃ
τὸν κατάδικον καὶ τῆς
πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ·
εἶτα μετὰ ταῦτα
εἰς μεγάλην ἀρχὴν
αὐτὸν ἀναγαγὼν μετὰ
τὴν σωτηρίαν, καὶ τὴν
δόξαν τὴν ἀπόρρητον ὑβρίζετο παρὰ
τοῦ τοιαῦτα πεπονθότος, οὐκ
ἂν εἵλετο μυριάκις ἀποθανεῖν
ἐκεῖνος, εἴ γε νοῦν
εἶχεν, ἢ τοσαύτῃ
ἀγνωμοσύνῃ φανῆναι
ὑπεύθυνος ὤν; Τοῦτο
δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς,
ἐφ’ οἷς παρωξύναμεν τὸν εὐεργέτην.
Μὴ δὲ ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ
τοῦτο καὶ θαρρῶμεν,
ἀλλὰ δι’ αὐτὸ
μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ
ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις πληγεὶς
τὴν δεξιὰν σιαγόνα, δῷ
καὶ τὴν ἀριστεράν, μειζόνως ἀμύνεται, ἢ
μυρίας ἔδωκε πηγάς· καὶ ὅταν
λοιδορηθείς, μὴ μόνον ἀντιλοιδορήσῃ,
ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν,
ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν.
Εἰ δὲ ἐπ’ ἀνθρώπων, ὅταν ὑβρίζοντες
μακροθυμίας ἀπολαύωμεν, καταισχυνόμεθα, πολλῷ
μᾶλλον ἐπὶ
Θεοῦ δεδοικέναι χρὴ τοὺς
ἁμαρτάνοντας διηνεκῶς καὶ
οὐδὲν πάσχοντας δεινόν. Καὶ γὰρ
καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ
ἄφατος αὐτοῖς
θησαυρίζεται τιμωρία. Ταῦτ’ οὖν ἐννοοῦντες, πρὸ πάντων ἁμαρτίαν
φοβηθῶμεν. Τοῦτο γὰρ
κόλασις, τοῦτο γέεννα, τοῦτο τὰ
μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ
καὶ φεύγωμεν καὶ τῷ
Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέσκειν.
Τοῦτο γὰρ βασιλεία, τοῦτο ζωή, τοῦτο
τὰ μυρία καλά. Οὕτω καὶ
ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευξόμεθα καὶ
τῶν μελλόντων ἀγαθῶν,
ὧν γένοιτο πάντας ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ Θεοῦ. Ἂν γὰρ ὁ Θεὸς καὶ παρακαλῇ, καὶ πάντας θέλῃ σωθῆναι (Α΄
Τιμ. 2,45), ἀλλὰ καὶ ἡμεῖς ἱκετεύωμεν, καὶ καταλλαγὴν ἔχωμεν μετὰ τοῦ Θεοῦ, καὶ
μὴ ἀναπέσωμεν,
ἀλλὰ διανεστηκότες ὦμεν, μή, φησίν, εἰς
κενὸν τὴν χάριν δεξώμεθα. Εἰ γὰρ
ἐπειδὴ ἔπεμψε πρεσβευσομένους, διὰ τοῦτο
ῥᾳθυμῶμεν, ἀλλὰ
δι’ αὐτὸ μὲν οὖν τοῦτο ἐπειγώμεθα πρὸς τὸ
ἀρέσαι τῷ Θεῷ
καὶ πνευματικὴν συναγαγεῖν
ἐμπορίαν. Εἰ γὰρ
χάρις τὸ σωθῆναι, ἀλλὰ
καὶ αὐτὸς αἴτιος, ὁ διὰ
τῶν κατορθωμάτων καὶ τῶν
ἱδρώτων τὴν χάριν ἐπισπασάμενος.
Εἰ δέ τις εἴποι μετὰ
τῶν εἰρημένων αὐτὸν
ἐμφαίνειν, τὸ ὅτι
καὶ ἐν τῇ χάριτι τῇ πνευματικῇ
οὐδεμίαν ἔδωκε προσκοπήν, οὐκ
ἂν ἁμάρτοι τῆς ἐννοίας.
Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ’ αὐτοῖς
καὶ ἐπαρθέντες, ἐμωμήθησαν. Ἔστι
γὰρ καὶ χάρισμα λαβόντα πνευματικόν, οὐκ
εἰς δέον αὐτῷ
χρήσασθαι. Ἡμεῖς δὲ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι γινώμεθα, ἐν
κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν
ἁγνότητι· καὶ ἕως
οὗ περίεσμεν, ἐργαζώμεθα τὰ
πνευματικά, τὸν τῆς παροικίας χρόνον ἐν φόβῳ
καλῶς ἀναστρεφόμενοι καὶ θείως καὶ
κατ’ ἐντολήν, ἐν ἀγάπῃ
ἀνυποκρίτῳ, ἐν
λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ,
τὸ πᾶν τῶν ἡμετέρων ἀνατιθέντες Θεῷ,
καὶ αὐτοῦ τὰ κατορθώματα πάντα λογιζόμενοι, ὡς
δίκαιον καὶ ὡς καλῶς ἔχον.
Κεφάλαιον ς΄. Περὶ
ἀγαθῶν ἔργων.
Τὸ ἕκτον πιστοῦται, ὅτι δεῖ μὲν τὰ ἀγαθὰ τῶν ἔργων ἀπεργάζεσθαι, οὐ
θαρρεῖν δὲ ἐν αὐτοῖς, κατὰ τὸ «μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου»
(Ψαλμ. 142,2). Πρὸς ὃ λέγομεν, ὅτι προηγούμενον ἡ πίστις, ἑπόμενα δὲ τὰ ἔργα καὶ
ἀναγκαῖα διὰ τὴν τοῦ Θεοῦ ἐντολήν, μισθὸν καὶ γέρα ἐν τῇ αἰωνίῳ ζωῇ λαμβανόντων
τῶν τελειούντων αὐτὰ ὡς δεῖ· ἃ δὴ ἔργα ἀγαθὰ καὶ ἀχώριστα εἶναι χρεία τῇ ἀληθεῖ
πίστει. Οὐ δεῖ δὲ ἐπὶ τοῖς ἔργοις πεποιθέναι, οὐδὲ καυχᾶσθαι φαρισαϊκῶς, ἀλλ’ εἰ
καὶ πάντα ἐκπληρώσομεν, κατὰ τὸν τοῦ Κυρίου λόγον λέγειν, «ἀχρεῖοι δοῦλοι ἐσμέν»
(Λουκ. 17,105). Πάντα γὰρ δεῖ ἀναφέρειν τῇ δικαιοσύνῃ τοῦ Θεοῦ, ἐπεὶ τὸ εἰσφερόμενον
παρ’ ἡμῶν μικρὸν ἢ οὐδέν ἐστιν, ὅπερ κατὰ τὸν θεῖον Χρυσόστομον (MPG, 55, 322) ἐτάχθη.
ἵνα μὴ ἀργοὺς ἡμᾶς εἰσαγάγῃ εἰς τὴν βασιλείαν αὐτοῦ. Κύριος, φησίν, «ὑπερηφάνοις
ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» (Α΄ Πετρ. 5,5). Οὐ δεῖ οὖν ἐπὶ ἔργοις
καυχᾶσθαι (Παρ. 3,34), ποιεῖν μέντοι τῶν ἀναγκαιοτάτων καὶ ἐκπληροῦν αὐτά. Χωρὶς
γὰρ θείων ἔργων σωθῆναι ἀδύνατον. Εἰ οὖν πεισθῶμεν τῷ Κυρίῳ λέγοντι, «εἰ ταῦτα
οἴδατε, μακάριοί ἐστέ, ἐὰν ποιῆτε αὐτά» (Ἰακ. 4,6), ἡμῖν συμφερόντως ἔσται. Δεῖ
γὰρ μετὰ τῆς ἄνωθεν φιλανθρωπίας καὶ τὰ ἡμέτερα ἕπεσθαι ἀγαθὰ ἔργα. Ἄν τε γὰρ τὴν
ἀσθένειαν προβαλλώμεθα τὴν ἡμετέραν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, τὰ δὲ παρ’ ἡμῶν
μὴ προστεθῇ, οὐδὲν ὄφελος ἡμῖν. Πῶς γὰρ καλέσομεν ἐπὶ θεραπείαν τῶν
πλημμελημάτων τὸν ἔλεον, οὐδενὶ τρόπῳ τὸ θεῖον ἱλεωσάμενοι; Ἀκούσωμεν καὶ τοῦ
Χρυσοστόμου, ἐξηγούμενου τὸν ρκθ΄ ψαλμόν, «ἐκ βαθέων ἐκέκραξά σοι Κύριε, Κύριε,
εἰσάκουσον τῆς φωνῆς μου». Ἐντεῦθεν φησὶ δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι
τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ’ ἡμῶν ὑπάρξῃ· πρότερον γάρ φησιν ἐκέκραξα,
καὶ τότε ἐπάγει, εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων γέμουσα
πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις (MPG, 55,
374)· ἵνα δὲ μὴ λέγῃ τις, ὅτι ἁμαρτωλὸς ὢν καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι
προσιέναι καὶ εὔχεσθαι καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκέψιν φησίν,
«ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι;» (Ψαλμ. 129,3). Τὸ
«τίς» ἐνταῦθα, ἀντὶ τοῦ οὐδείς. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδένα μετὰ ἀκριβείας
παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ. Ἐὰν γὰρ
ἀνέλῃς τὸν ἔλεον, καὶ δικαίως τὰ τῆς δίκης κατάσχῃ Θεὸς ζυγά, καὶ ταῖς ἁμαρτίαις
μετρήσῃ τὰς τιμωρίας, τίς ἱκανὸς τὴν ψῆφον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι
τὸν ὄλεθρον. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς καθέλκοντες, ἀλλὰ
παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν ἐμπίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν
καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Καὶ τὶ λέγω τοὺς ἄλλους·
εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν
γεγενημένων ἐξέτασιν, οὐ δύναται ὑποστῆναι.
Τί γὰρ ἐρεῖ; προφήτας ἀνέγνω, κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων,
σημεῖα εἶδεν. Ὅμως οὐ πρότερον μετέστη, ἕως τῆς φρικτῆς ἐκείνης ἀπέλαυσεν ὄψεως
καὶ θαυμαστῆς ἤκουσε φωνῆς· πρὸ δὲ τοῦτου ἔμενε πάντα φύρων. Τί δέ; Πέτρον ἐκεῖνον
τὸν κορυφαῖον οὐ μετὰ μυρία θαύματα καὶ τοσαύτην παραίνεσιν ἤλεγξε τὸ πτῶμα ἐκεῖνο
τὸ χαλεπόν (Πραξ. 8,3); Εἰ οὖν οὐ βουληθείη ἐλέῳ καὶ φιλανθρωπίᾳ κρῖναι, ἀλλ’ ἀκριβῆ
ποιήσασθαι τὴν ἐξέτασιν, ὑπευθύνους εὑρήσει πάντας. Ὅθεν καὶ Παῦλος ἔλεγεν, «οὐδὲν
ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι» (Α΄ Κορ. 4,4). Καὶ ὁ προφήτης, «ἐὰν
ἀνομίας παρατηρήσης Κύριε, Κύριε, τὶς ὑποστήσεται» (Ψαλμ. 129,3)· καὶ ὁ
διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος καὶ ἐκπληττόμενου τὸν πολὺν τῆς
φιλανθρωπίας ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον καὶ τὸ ἀχανὲς
πέλαγος τῆς ἀγαθότητος· ᾔδει γάρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν ὀφλημάτων ὑπεύθυνοι
τῷ Θεῷ, καὶ ὅτι καὶ τὰ μικρὰ τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦνται τῆς τιμωρίας. «Ὅτι
παρὰ σοὶ ὁ ἱλασμός ἐστι» (Ψαλμ. 129,4)· τουτέστιν οὐκ ἐν τοῖς ἡμετέροις
κατορθώμασιν, ἀλλ’ ἐν τῇ σῇ κεῖται ἀγαθότητι τὸ διαφυγεῖν τὴν κόλασιν· κἂν μὴ τῆς
φιλανθρωπίας ἀπολαύσωμεν τῆς σῆς, τὰ ἡμέτερα οὐκ ἀρκεῖ μόνα τῆς μελλούσης ἐξαρπάσαι
ὀργῆς· νῦν δὲ ἔχεις φιλανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον
πέφυκας ἢ ἐκείνῃ κεχρῆσθαι. Τοῦτο δὲ διὰ τὸν προφήτου δηλῶν ἔλεγεν, «ἐγώ εἰμι ὁ
ἐξαλείφων τὰς ἀνομίας σου» (Ἡσ. 43,25), τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος·
ὡς τά γε σά, εἰ καὶ ἀγαθά, ἀλλ’ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἐὰν μὴ
τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· «ἐγὼ ἀνέχομαι ὑμῶν» (Ἡσ. 46,4)· ὄντως
παρὰ τῷ Θεῷ κυρίως ὁ ἱλασμός, ὁ ἀληθῶς ἔλεος· διὸ μετὰ φειδοῦς ἐξετάζει· «ἕνεκεν
τὸν ὀνόματός σου ὑπέμεινά σε Κύριε» (Ψαλμ. 129,4)· διὰ τὸ σὸν ὄνομα τὸ
φιλάνθρωπον προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ καθορῶν, πάλαι ἂν ἀπέγνων·
νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τὰ λόγιά σου ἐκπληρῶν, χρηστὰς ἔχω τὰς ἐλπίδας.
Σὺ γὰρ εἶ ὁ εἰπών, «καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ
βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν» (Ἡσ. 55,9).
Καὶ πάλιν, «κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ
ἐπὶ τοὺς φοβουμένους αὐτόν» (Ψαλμ. 102,11)· τουτέστιν, οὐ κατορθώσαντας μόνον ἔσωσα,
ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἐμαυτοῦ
κηδεμονίαν ἐπεδειξάμην. Ἐν δὲ τῷ Ἰεζεκιὴλ λέγει· «οὐ δι’ ἡμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ
τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν» (Ἰεζ. 36,22)· ἡμεῖς μὲν γὰρ οὐκ ἦμεν
ἄξιοι σωθῆναί φησιν, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν
χρηστήν, διὰ δὲ τὸ ὄνομα αὐτοῦ προσδοκῶμεν σῴζεσθαι· καὶ αὕτη ἡμῖν ὑπολέλειπται
σωτηρίας ἐλπὶς καὶ ἄγκυρα ἱερά, μετανοοῦσι φιλανθρωπίας τυχεῖν. Ἐὰν γὰρ εἰσακούσωμεν,
τὰ ἀγαθὰ τῆς γῆς φαγούμεθα καὶ κληρονομήσομεν τὴν ἐπαγγελίαν (Ἡσ. 1,19)· ἐλπίζειν
δὲ δεῖ ἐπὶ τὸν Θεόν, κἂν μυρία ἐμπίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα
καὶ θάνατον ἀπειλῇ·
ῥᾴδια γὰρ αὐτῷ
πάντα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν
δυνήσεται. Πηγὴ γὰρ παρ’ αὐτῷ
λυτρώσεως, πέλαγος σωτηρίας, θησαυρὸς φιλανθρωπίας πηγάζων
διηνεκῶς· ὅπου δὲ ἔλεος,
καὶ λύτρωσις· καὶ οὐχὶ
ἁπλῶς, ἀλλὰ πολύ, καὶ φιλανθρωπίας πέλαγος ἄπειρον.
Εἰ
οὖν καὶ ὑπὸ ἁμαρτημάτων ὧμεν προσδεδεμένοι, ἀναπίπτειν
οὐ χρή, οὐδὲ
ἀπαγορεύειν· ὅπου γὰρ
ἔλεος καὶ φιλανθρωπία, οὐ
γίνεται τῶν πλημμελημάτων ἀκριβὴς
εὐθύνη τοῦ δικάζοντος, διὰ
τὸν πολὺν ἔλεον
καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιρρεπές, τὰ
πολλὰ παρατρέχοντος. Τοιοῦτον ὁ
Θεὸς ἐλεεῖ διηνεκῶς καὶ
συγγνώμην δίδωσι· φιλοικτίρμων γὰρ καὶ
φιλάνθρωπος, καὶ τοῖς μεταμελουμένοις καὶ τὸ
ἀγαθὸν ἐργαζομένοις, ὡς δύναμις, παρέχει τὴν
σωτηρίαν. Ἐπεὶ τοίνυν τοιοῦτός ἐστι
καὶ κέχυται πανταχοῦ τῆς
φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, καὶ παρ’ αὐτῷ
τὸ ἀληθῶς ἔλεος, εὔδηλον ὅτι
καὶ τὸν λαὸν αὐτοῦ σώσει καὶ οὐ
κολάσει. Εἰσφέρωμεν οὖν τὰ
παρ’ ἑαυτῶν μετὰ πάσης ἀκριβείας
καὶ σοφίας, πάντα δὲ ἕψεται
τὰ παρ’ ἐκείνου, ὡς
ἄφατον ἔχοντος τὸ
ἔλεος. Σοφία δὲ πρώτη, βίος ἐπαινετὸς
καὶ Θεῷ κεκαθαρμένος ἢ καθαιρόμενος. Οἱ
γὰρ ἀμεταμελήτως τρέχοντες ἐν ἁμαρτήμασιν,
ὅλως δὲ νεύοντες κάτω καὶ
πρὸς τὴν γαστέρα καὶ τῷ
βορβόρῳ ἐγκαλινδούμενοι καὶ πρὸς
τὸν οὐρανὸν ὅλως μὴ ὁρῶντες,
οὔτε ἐλεηθῆναι ἐθέλοντες, χαλεπωτάτως πάσχοντες οὐκ αἰσθάνονται. Βέλτιον γὰρ
πηλῷ μολύνεσθαι ἀκαθάρτῳ ἢ ἁμαρτήμασι· κακῶς γὰρ ἀπολεσθήσεται ὁ εἰς τὸ
βάραθρον πεσὼν τῆς ἁμαρτίας, ἐὰν μὴ τὸν μολυσμὸν οὐχ ὕδατι καθάρῃ, ἀλλὰ πολλῷ
κόπῳ καὶ χρόνῳ καὶ μετανοίᾳ ἀκριβεῖ, δάκρυσι, κοπετοῖς καὶ τοῖς παραπλησίοις
πνευματικοῖς καθαρσίοις· ἃ ἠ ἀληθὴς ἱκανοποιΐα ἐστίν, οὐχὶ δὲ ἡ διὰ δόσεως, ἥτις
τὸν Θεὸν κατὰ τῶν λαμβανόντων τὰ τοιαῦτα παροξύνει, καὶ μυρία παθαίνουσι τὰ
κακά, καὶ πᾶσα αὐτοῖς ἔρχεται θεήλατος συμφορά. Ἁμαρτημάτων γὰρ οὐδεμία
συγχώρησις παρὰ τῶν τοιούτων γίνεται, ἡ δὲ ἰδία αὐτῶν σπουδὴ πρὸς τὸ
χρηματίζεσθαί ἐστιν. Ὁ μὲν γὰρ ἔξωθεν προσγινόμενος ῥύπος, ταχέως καὶ ἀποτίθεται·
ὃς δὲ ἔνδοθεν ἀποτίκτεται, μόλις ἀπονίπτεται· «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται
λογισμοὶ πονηροί, πορνεῖαι, μοιχεῖαι καὶ τὰ ὅμοια» (Ματθ. 15,19). Διὸ καὶ ὁ
προφήτης ἔλεγε, «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός» (Ψαλμ. 50,12)· ἕτερος
δέ, «ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου Ἱερουσαλήμ» (Ἱερ. 4,14). Ὁρᾷς καὶ ἐνταῦθα,
ὅτι ἡμῶν ἐστι καὶ τοῦ Θεοῦ; Καὶ πάλιν, «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ
τὸν Θεὸν ὄψονται» (Ματθ. 5,8)· γενώμεθα καθαροί, ὅσον ὁ ἡμέτερος νοῦς νοεῖ, καὶ
ἡ ἡμετέρα ἰσχύει δύναμις. Πῶς δέ; «λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς
πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μὴ ὑπάρχετε ὡς
τάφοι κεκονιαμένοι, φησί, δοκοῦντες ἀνεύθυνοι, ἀλλ’ οὕτως ἀφέλετε, ὡς Θεοῦ ὁρῶντος·
ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ» (Ἡσ. 1,16). Ὁρᾷς, ὅτι
προτέρους ἡμᾶς αὐτοὺς δεῖ καθαίρειν, καὶ τότε Θεὸς λευκανεῖ; μηδεὶς τοίνυν, μηδὲ
τῶν εἰς ἐσχάτην κακίαν ἡκόντων, ἀπογινωσκέτω ἑαυτόν. Κἂν
γὰρ εἰς ἕξιν εἰσέλθῃ,
καὶ σχεδὸν εἰς
φύσιν τῆς κακίας αὐτῆς,
μὴ φοβείσθω· διὰ γὰρ
τοῦτο χρώματα οὐκ ἐξίτηλα,
ἀλλὰ σχεδὸν συνουσιωμένα τοῖς
ὑποκειμένοις λαβών, εἰς τὴν
ἐναντίαν αὐτὰ
ἔφησε κατάστασιν ἥξειν καὶ
ὡς χιόνα λευκαίνειν, χρηστὰς ἡμῖν
ὑποτιθεὶς τὰς
ἐλπίδας. Σπουδάσωμεν τοίνυν, ὡς δυνατόν, καθαροὶ γενέσθαι, μετίωμεν τὰ ἀγαθὰ τῶν ἔργων, καὶ μὴ ἐνορῶμεν
κάρφος ἀλλότριον, ἀλλὰ τὴν δοκὸν ἡμῶν, καὶ οὕτω χάριτι Θεοῦ δυνησόμεθα καὶ τῶν
μελλόντων ἐπιτυχεῖν ἀγαθῶν ἀξίως. Ἄρα μεγάλη τῶν ἔργων ἡ δύναμις, εἴγε καὶ ἁμαρτήσαντας
διὰ μετανοίας λευκαίνει οὕτω Θεός. Οὐ μεγαλαυχεῖν οὖν δεῖ ἢ πεποιθέναι ἐν αὐτοῖς,
ἐφάμαρτον γάρ, ἀλλ’ ὡς ἑπόμενα τὰ ἔργα τῇ πίστει καὶ ἀναγκαῖα, ἐκπληροῦν ὅση
δύναμις. Εἰ γὰρ οἱ δαίμονας ἐκβάλλοντες καὶ προφητείας λέγοντες, ἐπεὶ βίον οὐκ ἔσχον
συμβαίνοντα, ἠρνήθησαν, πόσῳ μᾶλλον, ἐὰν ἀμελεῖς ὦμεν καὶ μὴ τὰς ἐντολὰς ἐκπληρῶμεν;
Οὐκ οἶδα γὰρ ὑμᾶς, φθέγγεται Χριστὸς πρὸς αὐτούς (Ματθ. 7,23, Λουκ. 13,27).
Πιστεύωμεν οὖν ὀρθῶς εἰς δόξαν Θεοῦ, καὶ βιῶμεν καλῶς εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν
ὄφελος θατέρου. Καὶ μᾶλλον ὅταν δοξάζωμεν μὲν τυχὸν καλῶς, μὴ βιῶμεν δὲ καλῶς
κατ’ ἐντολήν, τότε μάλιστα ὑβρίζομεν αὐτόν. Ὅτι ἐπιγραφόμενοι αὐτὸν δεσπότην καὶ
διδάσκαλον, καταφρονοῦμεν αὐτοῦ καὶ οὐ δεδοίκαμεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ
μὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν, οὐδὲν θαυμαστόν, οὐδὲ τοσαύτης καταγνώσεως ἄξιον·
τὸ δὲ χριστιανοὺς ὄντας, τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης ἀπολαύοντας
δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον καὶ
πάσης συμπαθείας ἀνώτερον. Ἂν γάρ, ὥς φησι (Ἑβρ. 6,4 ἑξ.), τινὲς εἰς τὴν
μεγάλην καὶ ἄπειρον εὐσπλαγχνίαν τοῦ Θεοῦ καὶ τὰς τούτου ὑπερμεγέθεις δωρεὰς ἀποβλέπειν
ἐθελήσωμεν, καὶ χάριτι μόνῃ ἀχαρίστων τρόπον σωθῆναι φαντασθῶμεν, οὐκ ὠφεληθείημεν.
Καὶ ἄλλως συγκρινόμενα τὰ παρ’ ἡμῶν, εἰ καὶ ὡς τῶν τελείων φθάσοι, οὐδέν εἰσι,
πλὴν συντελοῦσι καὶ τὴν γνώμην δεικνύουσιν ἡμῶν, ὅτι εὐχάριστοι καὶ ταῖς ἐντολαῖς
πειθόμενοι τὰ ἀγαθὰ καὶ ἐνάρετα ἐκπληροῦμεν, ἵνα μὴ ἀναισθήτων δίκην ἀποτεθείημεν
εἰς παράδεισον· ὃ ὅλως οὐ γίνεται, ἀλλὰ τῇ ἡμετέρᾳ ὀρθῇ προαιρέσει, τῇ χάριτι
τοῦ Θεοῦ. Ἂν γὰρ εἰς ἁμαρτίαν κλίνειν ἐθελήσωμεν, ἀναίσθητοι φανῶμεν, ὡς ἀνυπάρκτοις
προσέχοντες· ἣν δὴ φεύγειν ἔδει, καὶ μισάττεσθαι ὡς πόρρω βάλλουσαν τοῦ Θεοῦ.
Καὶ ὅταν τινὰ ἁμαρτίαν μέλλωμεν διαπράττεσθαι, ὑπονοεῖν καὶ φαντάζεσθαι τὸ
φρικτὸν καὶ ἀνύποιστον τοῦ Χρίστου δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ
θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτής, παρέστηκε δὲ πᾶσα ἡ κτίσις,
τρέμουσα τὴν ἔνδοξον αὐτοῦ ἐπιφάνειαν, διὰ τὴν ἐξέτασιν τῶν βεβιωμένων.
Κεφάλαιον ζ΄. Περὶ
Ἐκκλησίας.
Τὸ
ἕβδομον, μίαν ἁγίαν Ἐκκλησίαν
καθολικὴν ἔχειν καὶ ὑμᾶς
λέγειν, καὶ τὰ τῆς Ἐκκλησίας μυστήρια, καὶ τὰς
τελετὰς καλῶς ἐκτελεῖν.
Πρὸς ὃ λέγομεν, μίαν εἶναι τὴν
ἁγίαν Ἐκκλησίαν τὴν
καθολικὴν καὶ ἀποστολικὴν τῶν
χριστιανῶν, ὀρθῶς καὶ ὡς οἱ Πατέρες οἱ θειότατοι παρέδωκαν ἐκτελοῦντες
τὰ νενομοθετημένα καὶ κανόσιν αὐτῶν
ὡρισμένα καὶ κεκυρωμένα τῷ
ἁγίῳ Πνεύματι. Τὰ δὲ
ἐν αὐτῇ τῇ καθολικῇ τῶν Ὀρθοδόξων χριστιανῶν
μυστήρια καὶ αἱ τελεταὶ ἑπτὰ εἰσίν, ἤτοι βάπτισμα, χρίσμα θείου μύρου, θεία
κοινωνία, χειροτονία, γάμος, μετάνοια καὶ ἅγιον ἔλαιον. Ἑπτὰ γὰρ τὰ τοῦ θείου
Πνεύματος χαρίσματα, ὡς Ἡσαΐας φησί (Ἡσ. 11,2.), καὶ ἑπτὰ καὶ τὰ μυστήρια τῆς Ἐκκλησίας,
Πνεύματι ἐνεργούμενα. Ὅτι δὲ ταῦτα καὶ μόνα, καὶ οὐ πλείω τὸν ἀριθμόν εἰσι,
δείκνυαι καὶ ἡ
διαίρεσις. Τὸ γὰρ μυστήριον ἢ πρὸς
γένεσιν ἀνθρώπων ὁρᾶ,
καὶ ἔστιν ὁ ἐν
Χριστῷ γάμος, ἢ πρὸς
σωτηρίαν, καὶ ἔστιν ἡ τάξις τῶν
ἱερέων, καὶ δι’ αὐτῶν
καὶ ἐν αὐτοῖς ἐνεργούμενα, καὶ παντὶ
μὲν χρήσιμα, τὸ βάπτισμα, τὸ
μύρον, ἡ κοινωνία, τοῖς δὲ
ἀφιερουμένοις Θεῷ, ἡ
χειροτονία, ὡς λαϊκοῖς ὁ
γάμος· καὶ τοῖς μετὰ τὸ
βάπτισμα ἁμαρτήσασιν, ἡ μετάνοια καὶ
ἡ τοῦ ἡγιασμένου χρίσις ἐλαίου, ἅτινα
ἢ ἄφεσιν τῶν ἡμαρτημένων
χαρίζεται, ἢ τοὺς ἐγκειμένους τῇ ψυχῇ
σπίλους ἀποκαθαίρει. Μυστήρια δὲ ταῦτα
λέγεται διὰ τὸ ἐν αἰσθητοῖς συμβόλοις νοητὸν
ἔχειν τὸ ἀποτελούμενον
καὶ ἀπόρρητον. Ἕκαστον δὲ
τῶν μυστηρίων τούτων τεθεσμοθέτηται μὲν
ὑπὸ τῆς Γραφῆς, ὡρισμένην
δὲ ὕλην καὶ εἶδος
ἔχει. Ἀλλὰ
μὴν καὶ τὸ ποιητικὸν ἢ
μᾶλλον εἰπεῖν
ὀργανικὸν αἴτιον
ὡρισμένον.
Οἷον
ἐπὶ τοῦ βαπτίσματος, ὕλη μὲν
τὸ ὕδωρ, εἶδος δὲ
οἱ λόγοι τοῦ ἱερέως,
τὸ «βαπτίζεται ὁ δοῦλος
τοῦ Θεοῦ, ὁ δεῖνα, εἰς τὸ
ὄνομα τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος»· ὀργανικὸν
αἴτιον ὁ ἱερεύς,
εἰ καὶ τὸ δι’ ἀνιέρου δι’ ἀνάγκην
οὐκ ἀποβάλλεται. Ὁμοίως καὶ
ὁ ἐφ’ ἑκάστου τῶν ἄλλων
καὶ ὕλην καὶ εἰδός
ἐστιν εὑρεῖν.
Τὸ βάπτισμα τοίνυν ἀναγεννᾶ
Πνεύματι, ἐπειδήπερ τὴν πρώτην ἀπαθῆ
γέννησιν ἀπωλέσαμεν, καὶ ἐν ἀνομίαις ἡμεῖς συνελήφθημεν, ὡς ψάλλει Δαυΐδ (Ψαλμ.
50,7), καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἕκαστον ἡμῶν ἡ μήτηρ αὐτοῦ· καὶ λουτρὸν θεῖον
γίνεται, τὰ τοιαῦτα ἀποκαθαῖρον.
Τὸ
χρίσμα δὲ τὴν σφραγῖδα τὴν
πρώτην καὶ τὸ κατ’ εἰκόνα ἐντίθησι
καὶ ῥώμην τῇ ψυχῇ,
ἅπερ διὰ παρακοὴν
ἀπωλέσαμεν· ἔτι δὲ
καὶ τὴν χάριν, ἣν ἐν
τῇ ψυχῇ, τῇ θείᾳ ἐμπνεύσει ποτὲ ἔλαβεν·
διὸ καὶ τὴν τοῦ Πνεύματος φέρει δύναμιν καὶ τὴν
εὐωδίαν αὐτοῦ
πλουτεῖ καὶ σημείωσις Χριστοῦ ἐστι
καὶ σφραγίς.
Ἡ
κοινωνία δὲ αὐτῷ ἑνοῖ τῷ Δεσπότῃ, καὶ
αὐτοῦ τῆς σαρκὸς ἀληθῶς
καὶ τοῦ αἵματος κοινωνοῦμεν· καὶ
ἐπεὶ διὰ βρώσεως ἀπεθάνομεν, καὶ
παραδείσου καὶ Θεοῦ ἐχωρίσθημεν, τὴν ζωὴν
τὴν αἰώνιον διὰ τῆς
κοινωνίας τοῦ κυριακοῦ σώματος, τῆς
πνευματικῆς τροφῆς, ἀναλαμβάνομεν
αὖθις, καὶ τὴν
φθορὰν ἀποβαλλόμενοι, τῷ ἀθανάτῳ
ἑνούμεθα, θνητῷ δι’ ἡμᾶς
διὰ σαρκὸς γεγονότι διὰ
τὴν σωτηρίαν ἡμῶν.
Ἡ
χειροτονία δὲ τὴν ἐξουσίαν παρέχει καὶ τὴν
δύναμιν τοῦ ποιήσαντος. Καὶ ἐπεὶ
οὐδὲν τῶν ὄντων χωρὶς αὐτοῦ,
ἦλθε δὲ αὐτὸς
εἰς τὸ εὖ εἶναι ἡμᾶς ἀγαγεῖν, ταύτην αὐτοῦ
τὴν δύναμιν ἀναλαμβανόμενος ἀφ’
ἡμῶν, παρέσχεν ἡμῖν
διὰ τῆς αὐτοῦ ἱερωσύνης, καὶ δι’ αὐτῆς
πᾶσαι ἡμῖν αἱ τελεταὶ ἐνεργοῦνται,
καὶ οὐδὲν ἅγιον χωρὶς ἱερέως.
Ἔτι δὲ καὶ ἐξ ἀρχῆς ἄρχοντας ἡμᾶς
τῶν ὁρωμένων καταστησάμενος, πάλιν ἐν
τῷ παρόντι κρειττόνως ἄρχοντας ἡμᾶς
διὰ τῆς ἱερωσύνης καθιστᾶ· τοῦ
οὐρανοῦ γὰρ τὰς κλεῖς τοῖς
ἀποστόλοις καὶ ἀλληλοδιαδόχως
ἱερωμένοις πᾶσι παρέδωκεν.
Ὁ
δὲ γάμος συγκαταβάσεώς ἐστι δῶρον,
ὧδε παρὰ Θεοῦ
διὰ τὴν παιδοποιΐαν, ἕως
τὸ πᾶν τόδε μετὰ τῆς
φθορᾶς ἵσταται. Οὐ γὰρ
ἐβούλετο ὁ Θεὸς
τὴν ἄλογον ἐν ἡμῖν
καὶ ἀπὸ ῥοῆς καὶ ῥυπαρὰν σύστασιν εἶναι, ἀλλ’
ἐπεὶ ἀπεθάνομεν ἑκουσίως, ἀφῆκε
τὴν διαδοχὴν οὕτω
τοῦ γένους ἐνεργεῖν,
ὡς καὶ τοῖς ἀλόγοις ἵνα γνῶμεν
εἰς τὶ κατέστημεν· καὶ τοῦτο
ἕως ἂν ἐξαναστήσῃ καὶ
ἀπαθανατίσῃ τὴν
φύσιν ὁ ἄφθαρτος, ὁ θανὼν
καὶ ὑπὲρ ἡμῶν ἀναστάς. Διὸ καὶ
εὐλογεῖ τὸν γάμον αὐτός, ὡς
ἂν μὴ χωρὶς εὐλογίας ἡ ἀπαρχὴ
τυγχάνῃ τῆς ἡμετέρας ζωῆς ταύτης.
Ἡ
μετάνοια δὲ τὴν ἐπανόρθωσιν ἡμῶν
αὖθις ἀπὸ τοῦ πτώματος ἐνεργεῖ.
Καὶ ἐπειδήπερ μετὰ τὸ
βάπτισμα οὐκ ἔστιν ἐπανάκλησις ἄλλη
κατά τε χάριν καὶ δωρεάν, καὶ ἀγώνων
καὶ πόνων χωρίς, εἰ μὴ
δι’ ἐπιστροφῆς καὶ
δακρύων, καὶ τοῦ ἐξαγορεῦσαι τὰ
πταίσματα, καὶ ἀποστῆναι τῶν κακῶν,
τοῦτο τὸ μέγα δέδοται δῶρον. Ἐν
ᾧ δὴ καὶ τὸ τῶν μοναχῶν, ὡς
δεῖ διαγόντων, εἰσάγεται σχῆμα,
ὡς τῆς μετανοίας ὑπάρχον ἐνέχυρον.
Ἅγιον
ἔλαιον δὲ παραδέδοται, καὶ
τοῦτο ὡς ἱερὰ τελετὴ καὶ
θείου τύπος ἐλέους, εἰς ἀπολύτρωσιν
καὶ ἁγιασμὸν τοῖς
ἀπὸ ἁμαρτίας ἐπιστρέφουσι
χορηγούμενον. Διὸ καὶ λύσιν ἁμαρτημάτων παρέχεται,
καὶ ἐξ ἀρρωστημάτων ἐγείρει, καὶ
ἁγιασμοῦ ἐμπίπλησιν.
Ταῦτα
δὲ πάντα Ἰησοῦς
Χριστὸς ὁ Θεὸς ἡμῶν παραδέδωκεν, οἵ τε αὐτοῦ
θεῖοι μαθηταὶ δι’ αὐτοῦ.
Διπλῶν γὰρ ὄντων ἡμῶν,
ἐκ ψυχῆς τε καὶ
σώματος, διπλῶς καὶ ταῦτα ἡμῖν παρέσχετο, ὡς ἀληθῶς
καὶ αὐτοῦ διπλοῦ δι’ ἡμᾶς
γεγονότος, Θεοῦ ἀληθοῦς ὄντος καὶ ἀνθρώπου·
ὡς ἂν τῇ μὲν χάριτι τοῦ Πνεύματος νοητῶς
ἡμῶν τὰς ψυχὰς ἁγιάζῃ,
τοῖς αἰσθητοῖς δέ, ὕδατι,
ἐλαίῳ, ἄρτῳ, ποτηρίῳ καὶ
τοῖς λοιποῖς ἁγιαζομένοις
τῷ Πνεύματι, καθαγιάζῃ ἡμῶν
καὶ τὰ σώματα καὶ ὁλοτελῆ
παρέχῃ τὴν σωτηρίαν. Οὗτος, ἵνα
καὶ τελείους ἡμᾶς
ὡς ἔπλασε καταστήσῃ, ὅτι
καὶ ἀναστήσει ἀποθνῄσκοντας,
καί, ὡς ἐπράξαμεν, ἀπολάβωμεν.
Τὶ
μὲν οὖν ἕκαστον εἰς τὴν
ἡμῶν σωτηρίαν συντελεῖ εἴρηται·
πόθεν δὲ τὴν ἀρχὴν ἕκαστον ἔλαβε, ῥητέον
διὰ βραχέων. Ὁ μὲν
γάμος ἀρχῆθεν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων νενομοθέτηται συζεύξαντος τῇ Εὔᾳ τὸν Ἀδάμ.
Καὶ μὴν καὶ ὁ Κύριος ἐν εὐαγγελίοις πῇ μὲν τιμᾷ τὸν γάμον ἐν θαύματι (Ἰω. 2,1
ἑξ.), πῇ δὲ τοῦ Μωσαϊκοῦ νόμου φαινόμενος ἐπιλαμβάνεται, ἐπιτρέποντος ἀπολύειν
τὰς γυναῖκας, διδόντας βιβλίον ἀποστασίου, φάσκων οὐκ ἀπ’ ἀρχῆς οὕτως ἔχειν, ἀλλὰ
διὰ τὴν σκληροκαρδίαν τῶν δεχομένων τὸν
νόμον τοῦτο ἐπιτετράφθαι, προστιθεὶς δὲ
καὶ ὅτι «οὓς ὁ
Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» (Ματθ. 19,6). Καὶ μὴν
καὶ ὁ Ἀπόστολος, τίμιον τὸν γάμον καὶ τὴν κοίτην ἀμίαντον ἀποφαίνεται (Ἑβρ.
13,4), καὶ μυστήριον τοῦτο καλεῖ, φάσκων οὕτως· ἀδελφοί, «τὸ μυστήριον τοῦτο
μέγα ἐστί, λέγω δὲ εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν» (Ἐφ. 5,32). Οὕτω μὲν οὖν τὸ
μυστήριον τοῦτο ἄνωθεν μὲν παραδέδοται, ἐβεβαιώθη δὲ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ,
καθὼς εἴρηται.
Ἡ μέντοι τάξις ἡ ἱερά,
(ἵνα τὰς πρὸ τοῦ νόμου σκιώδεις ἱερατείας παρῶ), διὰ τὴν ἀμυδρότητα τῆς ἐκφάνσεως,
προδηλότατα ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων παραδέδοται, τῇ κατὰ
νόμον λατρείᾳ κατάλληλος, Οἶγε μὴν ἐν τῇ χάριτι τοῦ τοιοῦδε ἠξιωμένοι ἀξιώματος
πρῶτοι, ἐξελέγησαν μὲν ὑπὸ τὸν Μονογενοῦς, καθὼς τὰ λόγια μαρτυρεῖ, φάσκοντα τὸν
Κύριον πρὸς τοὺς Ἀποστόλους, «οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς
ἐκ τοῦ κόσμου» (Ἰω. 15, 16-19), ἐτελειώθησαν δὲ κατὰ τὴν Πεντηκοστήν, ἐπιφοιτήσαντος
αὐτοῖς τοῦ παναγίου Πνεύματος· ἐκεῖνοι δὲ τοῖς μεθ’ ἑαυτοὺς πᾶσι τοῦ τοιοῦδε
μεταδεδώκασι δώρου.
Τὸ δέ γε ἅγιον
βάπτισμα, φημὶ δὴ τὸ καθ’ ἡμᾶς (οἱ γὰρ τύποι παρείσθωσαν νῦν), ἔργῳ καὶ λόγῳ ὑπὸ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ παραδέδοται. Ἔργῳ μέν, τὸ ὑπὸ τοῦ Ἰωάννου ἐν Ἰορδάνῃ
δεξάμενος βάπτισμα, λόγῳ δέ, τοῖς οἰκείοις ἐντεταλμένος μαθηταῖς, «ἀπελθόντες
μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος» (Ματθ. 28,19).
Τὸ δὲ τοῦ θείου μύρου
μυστήριον οὐκ ἐμφέρεται μὲν ἐν τῇ θείᾳ Γραφῇ, παραδέδοταί γε μὴν φαίνεται ὑπὸ τῶν
μαθητῶν τοῦ Λόγου. Καθὼς ὑπὸ τοῦ θείου Παύλου διδαχθεὶς ὁ ἱερώτατος Διονύσιος ἐν
τοῖς ἱεροῖς αὐτοῦ συγγράμμασι (MPG, 3, 472 ἑξ.) παραδέδωκεν. Ὃν δὴ ἄνδρα μετὰ
τοὺς Ἀποστόλους ἡ τοῦ Θεοῦ Ἐκκλησία γεραίρει.
Τὸ μέντοι τῆς ἱερωτάτης
ἐν τελεταῖς μυστήριον κοινωνίας τυπικῶς μὲν ἐσκιαγράφηται ἐν ταῖς νομικαῖς
θυσίαις, ἀληθῶς δὲ παραδέδοται ὑπὸ τοῦ Κύριου, μέλλοντος ἐπὶ τὸ πάθος ὅσον οὔπω
ἱέναι τὴν ἑσπέραν, ἐν ᾗ τὸ νομικὸν πάσχα σὺν τοῖς ἑαυτοῦ μύσταις ἔφαγε. Μετὰ γὰρ
τὸ φαγεῖν αὐτὸ κατὰ τὸν τῷ Μωϋσεῖ παραδεδομένον τρόπον, τὴν καινὴν παραδέδωκε
θυσίαν, κλάσας μὲν τὸν ἄρτον καὶ διανείμας αὐτοῖς, καὶ οἰκεῖον σῶμα αὐτοῦ
καλέσας, μεταδοὺς δὲ αὐτοῖς τοῦ ποτηρίου, πλήρους ὄντος κράματος ἐξ οἴνου καὶ ὕδατος·
ὃ δὴ κρᾶμα τὸ οἰκεῖον αἷμα τυγχάνειν αὐτόχρημα ἀπεφήνατο· προστάξας δὲ αὐτοῖς
τοῦτο μὲν ποιεῖν εἰς τὴν ἐκείνου ἀνάμνησιν, εἰδέναι δέ, ὁσάκις ἂν τοῦτο ποιῶσιν,
ὡς τὸν τοῦ Κυρίου καὶ διδασκάλου καταγγέλλουσι θάνατον (Ματθ. 26,26/8, Μάρκ.
14,22/4, Λουκ. 22,19-20, Α΄ Κορ. 11,23/5).
Τὸ
δὲ τῆς μετανοίας μυστήριον τυπικῶς μὲν
καὶ τῷ Μωϋσεῖ νενομοθέτηται, θυσίας
γὰρ ὑπὲρ ἁμαρτίας ἐκεῖνος
προσέταξεν, ἐντελῶς δὲ καὶ ἀληθῶς ὑπ’ αὐτοῦ τοῦ Κυρίου, δόντος
τὴν ἐξουσίαν ταύτην τοῖς μαθηταῖς καὶ εἰπόντος, «ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται
αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται» (Ἰω. 20,23)· καὶ τῷ Πέτρῳ ἰδίᾳ κατ’ ἐξαίρετον
ἐπαγγειλάμενος δώσειν τὰς κλεῖς τῆς βασιλείας, καὶ ὅσα
ἂν δήσῃ ἐπὶ τῆς γῆς, δεδεμένα ἔσεσθαι ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσῃ ἐπὶ τῆς γῆς,
λελυμένα ἔσεσθαι καὶ ἐν τῷ οὐρανῷ (Ματθ. 16,19). Ἠρωτηκότος δὲ τοῦ Πέτρου, ποσάκις ἀφήσει τοῖς
ἁμαρτάνουσιν; ἑπτάκις; (τοῦτο ὁ Πέτρος προὔτεινε μέγα τι ποιεῖν δοκῶν), ἀπεκρίνατο
ὁ Κύριος, οὐχ ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά (Ματθ. 18,21/2).
Τὴν δὲ τοῦ ἐλαίου χρίσιν ἴσως μὲν καὶ ὑπὸ ἄλλου τῶν Ἀποστόλων εἰκὸς ῥηθῆναι,
προδήλως γε μὴν ὑπὸ τοῦ ἱεροῦ Ἰακώβου τοῦ ἀποστόλου ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ
παραδέδοται, φάσκοντος οὐτωσί, ἀδελφοί, «κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ
τις; ψαλλέτω· ἀσθενεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν
ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς
πίστεως σώσει τὸν κάμνοντα, κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ» (Ἰακ.
5,13/5). Ταῦτ’ οὖν οὕτω παρέδωκε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τελεῖται. Ταῦτα
μὲν τὰ τῆς Ἐκκλησίας μυστήρια, τοσαῦτά τε τὸν ἀριθμόν, καὶ τὸν εἰρημένον τρόπον
παραδεδομένα, δι’ ὧν οἱ τελούμενοι μεταλαμβάνουσι τῆς ἐπουράνιου δωρεᾶς. Οὐ δεῖ
δὲ ἀγνοεῖν, ὅτι πάντων τῶν μυστηρίων τούτων, οἷόν τι ποιητικὸν καὶ ἀρχικὸν αἴτιον
τὸ τίμιόν ἐστι καὶ ἁγιώτατον πάθος τοῦ Κυρίου ἡμῶν, ἐξ οὗ ἢ δι’ ὃ τοῖς
μετέχουσιν ἡ χάρις πηγάζεται. Τίς δὲ ὁ λόγος, ἄλλης ἐστὶ σχολῆς καὶ προθέσεως,
καὶ οὐ τῆς παρούσης πραγματείας, ἐν ἄλλοις ἐχούσης τὸν σκοπόν.
Δεῖτε τό Β΄ Μέρος στήν
ἱστοσελίδα:
τό Γ΄ Μέρος στήν ἱστοσελίδα:
καί τό Δ΄ καί
τελευταῖο Μέρος στήν ἱστοσελίδα:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου