ΙΕΡΕΜΙΟΥ
Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ
ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Α΄
1576
μ.Χ.
Κεφάλαιον η΄. Ὅτι
ἐν τῇ Ἐκκλησίᾳ καὶ
φαῦλοι.
Τὸ
ὄγδοον μαρτύρεται, ὅτι συλλόγου οὔσης
τῆς Ἐκκλησίας τῶν πιστῶν
καὶ ἁγίων, ἐὰν διὰ
φαύλων καὶ ὑποκριτῶν ὑπηρετῶνται
τὰ μυστήρια, κατ’ οὐδὲν
βλάπτει τὸν ἁγιαζόμενον, κατὰ τὸ
εὐαγγελικὸν «ἐπὶ
τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ
Φαρισαῖοι» καὶ τὰ
λοιπά (Ματθ. 23,2). Φαμὲν οὖν καὶ αὐτοί, εἰ καὶ
δι’ ἀναξίων ὑπηρετοῦνται
τὰ μυστήρια, καὶ αὐτοὶ
οὐδὲν ὠφελοῦνται, μᾶλλον δὲ
βλάπτονται, ἀλλ’ οἱ λαμβάνοντες ἁγιάζονται
καὶ ὠφελοῦνται· ἡ γὰρ
χάρις καὶ δι’ ἀναξίων ὑπηρετῶν
ἐνεργεῖ καὶ
τὰ μυστήρια τελειοῖ. Τιμητέον οὖν
τοὺς ὑπηρετοῦντας ταῦτα,
καὶ μὴ τῇ προφάσει τῶν ὑποκριτῶν
(ἦν γὰρ καὶ Ἰούδας ἐν Ἀποστόλοις)
καταφρονητέον καὶ τοὺς ἀγαθούς. Ὁ γὰρ
θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν
πρὸς Τιμόθεον, φησίν. «Ὁ τιμῶν
ἱερέα, καὶ τὸν
Θεὸν τιμήσει, ὁ δὲ
μαθὼν ἱερέως καταφρονεῖν, ὁδῷ
προβαίνων, καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ· "ὁ δεχόμενος ὑμᾶς,
φησίν, ἐμὲ δέχεται καὶ ὁ
ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ" (Ματθ. 10,40)· ἀλλὰ
καὶ "τοὺς ἱερέας
αὐτοῦ ἐντίμους ἔχε", γέγραπται (Σοφ.
Σειρ. 7,31, Φιλιπ. 2,29). Ἐντεῦθεν
ἔμαθον οἱ Ἰουδαῖοι
τοῦ Θεοῦ καταφρονεῖν, ὅτι
Μωσέως κατεφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον (Ἐξοδ. 17,4).
Ὅταν γὰρ πρὸς τὸν ἱερέα τις εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν δὲ ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁ ὁρῶν, ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμήν, καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. "Ὁ δεχόμενος γάρ, φησίν, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται" (Ματθ. 10,41)· οὕτω καὶ ὁ εἴκων καὶ ὑπακούων τῷ ἱερεῖ, καὶ τιμῶν αὐτὸν διὰ τὸν Κύριον, εὐλογηθήσεται. "Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν" καὶ τὰ λοιπά· οὐκ οἶδας, φησί, τί ἐστιν ἱερεύς; ὅτι ἄγγελος Κυρίου ἐστί· μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; εἰ καταφρονεῖς αὐτοῦ, οὐ καταφρονεῖς τούτου, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον, ὅτι Θεὸς αὐτὸν ἐχειροτόνησεν; εἰ μὴ ταύτην ἔχεις τὴν πίστιν καὶ ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ὁ Θεὸς ἐνεργεῖ δι’ αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα χριστιανὸς εἶ. Τί οὖν, πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Οὔμενουν, πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὴν σωτηρίαν τοῦ λαοῦ. Εἰ γὰρ δι’ ὄνου καὶ διὰ Βαλαάμ, μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκα, ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκα τῆς ἡμετέρας; τί οὐ φθέγγεται; διὰ τίνος οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνήργησε, καὶ διὰ τῶν προφητευσάντων, οἷς φησιν, "οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν" (Ματθ. 7,23). Εἰ οὖν τοιοῦτοι καὶ δαίμονας ἐξέβαλον, πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεί, εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾶν τῶν τοιούτων, αὐτοὶ εἶναι ὀφείλομεν καὶ χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἡ κεφαλὴ κάτω καὶ οἱ πόδες ἄνω. Ἄκουε Παύλου λέγοντος, "ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας". Καὶ πάλιν, "σὺ τί κρίνεις τὸν ἀδελφόν σου;". Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεός, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιΐαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών (Ἀριθ. 16,1 ἑξ.). Τί οὖν, οὐκ ἀπώλοντο; ἕκαστος οὖν τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου. Εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι’ ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Οὐ δίδωσι τοῖς πένησι, φησίν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; πρὶν ἢ μάθῃς, μὴ μέμψῃ· φοβήθητι τὰς εὐθύνας· πολλὰ ὑπὸ ὑπονοίας κρίνεται· μίμησαί σου τὸν Δεσπότην, καὶ ἄκουε αὐτοῦ λέγοντος· "καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ". Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμεινε τὴν κρίσιν, μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν. Ἐκείνου ταῦτὰ ἐστιν ἐξετάζειν, οὐ σοῦ. Σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ, μὴ περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐκείνου κατηγορῶν, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, αὐτὸς οὐ ποιῶν; οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις. Ὁ Χριστός σοι ταῦτα παραινεῖ· καὶ τὶ λέγω· οὐδὲ Παύλῳ πείθεσθαι χρή, ἄν τι, ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ Ἀποστόλῳ, τῷ τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ.
Ὅταν γὰρ πρὸς τὸν ἱερέα τις εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν δὲ ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁ ὁρῶν, ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμήν, καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. "Ὁ δεχόμενος γάρ, φησίν, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται" (Ματθ. 10,41)· οὕτω καὶ ὁ εἴκων καὶ ὑπακούων τῷ ἱερεῖ, καὶ τιμῶν αὐτὸν διὰ τὸν Κύριον, εὐλογηθήσεται. "Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν" καὶ τὰ λοιπά· οὐκ οἶδας, φησί, τί ἐστιν ἱερεύς; ὅτι ἄγγελος Κυρίου ἐστί· μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; εἰ καταφρονεῖς αὐτοῦ, οὐ καταφρονεῖς τούτου, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον, ὅτι Θεὸς αὐτὸν ἐχειροτόνησεν; εἰ μὴ ταύτην ἔχεις τὴν πίστιν καὶ ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ὁ Θεὸς ἐνεργεῖ δι’ αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα χριστιανὸς εἶ. Τί οὖν, πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Οὔμενουν, πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὴν σωτηρίαν τοῦ λαοῦ. Εἰ γὰρ δι’ ὄνου καὶ διὰ Βαλαάμ, μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκα, ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκα τῆς ἡμετέρας; τί οὐ φθέγγεται; διὰ τίνος οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνήργησε, καὶ διὰ τῶν προφητευσάντων, οἷς φησιν, "οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν" (Ματθ. 7,23). Εἰ οὖν τοιοῦτοι καὶ δαίμονας ἐξέβαλον, πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεί, εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾶν τῶν τοιούτων, αὐτοὶ εἶναι ὀφείλομεν καὶ χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἡ κεφαλὴ κάτω καὶ οἱ πόδες ἄνω. Ἄκουε Παύλου λέγοντος, "ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας". Καὶ πάλιν, "σὺ τί κρίνεις τὸν ἀδελφόν σου;". Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεός, καλῶς ποιεῖς, καὶ ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιΐαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών (Ἀριθ. 16,1 ἑξ.). Τί οὖν, οὐκ ἀπώλοντο; ἕκαστος οὖν τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ γὰρ δόγμα ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου. Εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήμασιν. Ἔχεις Παῦλον καὶ δι’ ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Οὐ δίδωσι τοῖς πένησι, φησίν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; πρὶν ἢ μάθῃς, μὴ μέμψῃ· φοβήθητι τὰς εὐθύνας· πολλὰ ὑπὸ ὑπονοίας κρίνεται· μίμησαί σου τὸν Δεσπότην, καὶ ἄκουε αὐτοῦ λέγοντος· "καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ". Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάμεινε τὴν κρίσιν, μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν. Ἐκείνου ταῦτὰ ἐστιν ἐξετάζειν, οὐ σοῦ. Σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ, μὴ περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐκείνου κατηγορῶν, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, αὐτὸς οὐ ποιῶν; οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις. Ὁ Χριστός σοι ταῦτα παραινεῖ· καὶ τὶ λέγω· οὐδὲ Παύλῳ πείθεσθαι χρή, ἄν τι, ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ Ἀποστόλῳ, τῷ τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ.
Μὴ
κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ
τὰ αὑτοῦ ἕκαστος· ἐξέτασόν σου τὸν
βίον καλῶς. Ἀλλ’ ἐκεῖνος ὀφείλει μου βελτίων εἶναί φησι· διὰ
τί; ὅτι ἱερεύς ἐστι· καὶ
τὶ σοῦ πλέον οὐκ ἔχει;
οὐχὶ τοὺς μόχθους; οὐχὶ
τοὺς κινδύνους; οὐχὶ
τὴν ἀγωνίαν; οὐχὶ
τὴν ταλαιπωρίαν; Κλέπτει καὶ ἱεροσυλεῖ·
πόθεν οἶδᾳς; τὶ κατὰ κρημνῶν ὠθεῖς
σαυτόν; ἀπονοίας ταῦτα τὰ
ῥήματα. Ἂν εἴπῃ
τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν
εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα.
Ἐνταῦθα δέ, τί ἀναδέχῃ
τὸν κίνδυνον; Ταῦτα τὰ
ῥήματα οὐκ εἰσὶν
ἀνεύθυνα. Ἄκουε τοῦ
Χριστοῦ λέγοντος· "λέγω δὲ ὑμῖν,
ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν
λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ
λόγον ἐν ἡμέρᾳ κρίσεως" (Ματθ. 12,36). Ὅλως
οἴει τινὸς βελτίων εἶναι;
οὐ στενάζεις, οὐδὲ
κόπτεις τὸ στῆθος, οὐδὲ
κάτω τύπτεις, οὐδὲ μιμεῖ τὸν
τελώνην; οὐκοῦν ἀπώλεσας σεαυτόν, κἂν βελτίων ᾖς.
Βελτίων εἶ; σίγα, ἵνα μένῃς
βελτίων. Ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν,
ἐξέτασόν σου τὸν βίον. Σὺ
περὶ τοῦ ἱερέως λέγεις, ὅτι οὐκ
εἰμὶ ὡς οὗτος ὁ ἱερόσυλος. Καὶ οὐ
πάντα κενοῖς; ταῦτα δέ, φησι, λέγειν ἀναγκάζομαι,
οὐκ ἐπειδὴ ἐκείνων μοι μέλλει τοσοῦτον, ἀλλ’
ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν
τὴν ἀρετὴν διὰ τῆς κατακρίσεως. Ἄκουε τοῦ
Παύλου· "τὸ ἔργον αὐτοῦ
δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς
ἑαυτὸν μόνον τὸ καύχημα ἔξει"
(Γαλ. 6,4). Εἶπέ μοι, ἂν εἰς
ἰατρεῖον ἔλθῃς, τραῦμα ἔχων,
ἀφεὶς τὸ θεραπευθῆναι, περιεργάζῃ
τὸν ἰατρόν, εἴτε ἕλκος
ἔχει, εἴτε οὐκ
ἔχει; μὴ γάρ, ἂν
ὁ ἱερεὺς ᾖ κακός, οὐκ ἔσται
παραμυθία τῷ ἀρχομένῳ; οὐδαμῶς·
ἀλλὰ δώσει μὲν ἐκεῖνος
δίκην τὴν ὡρισμένην· δώσεις δὲ καὶ
αὐτὸς τὴν πρέπουσαν. Τίνος οὖν ἕνεκεν,
φησί, προκάθηται; μὴ λέγω μὲν (παρακαλῶ)
τοὺς ἱερεῖς κακῶς, ἵνα
μὴ κακῶς τὰ ἡμέτερα διαθῶμεν. Ἐξετάζωμεν
δ’ αὐτούς, οὐδένα κακολογοῦντες.
Αἰδεσθῶμεν τὴν ἡμέραν
ἐκείνην, καθ’ ἣν ἡμᾶς
ἐφώτισεν· ἂν πατέρα τις ἔχῃ,
κἂν μυρία ἔχῃ
δεινά, πάντα συσκιάζει· πολλῷ μᾶλλον
ἐπὶ τῶν πνευματικῶν. Αἰδέσθητι
ὅτι καθ’ ἑκάστην ἡμέραν
διακονεῖ, ἀναγινώσκεσθαί σοι ποιεῖ τὰς
γραφάς, διὰ σὲ κοσμεῖ τὸν
τοῦ Θεοῦ οἶκον, διὰ σὲ
ἀγρυπνεῖ, εὔχεται,
ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν
παρακαλῶν. Εἶπέ μοι φαῦλός ἐστι,
καὶ τί τοῦτο; ὁ
γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ
μεγάλα ἀγαθά; οὐδαμῶς.
Πρὸς τὴν πίστιν τὴν σὴν
τὸ πᾶν ἐνεργεῖται. Οὔτε
δίκαιος ὠφελήσει τι, μὴ ὄντος
σοῦ πιστοῦ, οὔτε
ὁ φαῦλος βλάψει τι, ὄντος σοῦ
πιστοῦ. Διὰ βοῶν ἐνήργησεν ὁ Θεὸς
ἐπὶ τῆς κιβωτοῦ, ὅτε
ἐβούλετο σῶσαι τὸν
λαὸν αὐτοῦ. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως,
μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτον συντελεῖ;
οὐκ ἔστι ταῦτα, ἃ
χαρίζεται ὁ Θεός, ὡς ὑπὸ
ἱερατικῆς ἀρετῆς
ἀνύεσθαι. Τὸ πᾶν
τῆς χάριτός ἐστιν· τούτου ἐστὶν
ἀνοῖξαι τὸ στόμα, τὸ
δὲ πᾶν τοῦ Θεοῦ· σύμβόλον οὗτος πληροῖ
μόνον. Ἐννόησον τὸ μέσον τοῦ
Ἰωάννου καὶ τοῦ
Ἰησοῦ, καὶ ἄκουε Ἰωάννου, "ἐγὼ
χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ
σὺ ἔρχει πρός με;" (Ματθ. 3,14) ὅμως
τὸ Πνεῦμα κατηνέχθη, ὅπερ οὐκ
εἶχεν ὁ Ἰωάννης· οὐ μὴν
οὐδὲ Ἰωάννης ἐποίησε κατενεχθῆναι.
Τί οὖν τοῦτο; ἵνα μάθῃς, ὅτι
σύμβολον ὁ ἱερεὺς πληροῖ, τὸ
πᾶν δὲ ὁ Θεὸς ἀπεργάζεται· ἡ προσφορὰ
ἡ αὐτή ἐστι, κἂν ὁ
τυχὼν προσενέγκῃ ἱερωμένος,
κἂν Παῦλος, κἂν Πέτρος, ἡ
αὐτή ἐστιν, ἣν ὁ
Χριστὸς τοῖς μαθηταῖς ἔδωκε,
καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν. Οὐδὲν
αὕτη ἐλάττων ἐκείνης, ὅτι
καὶ τούτην οὐκ ἄνθρωποι
ἁγιάζουσιν, ἀλλὰ
Θεός. Ὁ δὲ νομίζων τοῦτο ἔλαττον
ἐκείνου εἶναι, οὐκ
οἶδεν, ὅτι ὁ
Χριστὸς καὶ νῦν πάρεστι καὶ νῦν
ἐνεργεῖ. Ταῦτα
τοίνυν εἴδοτες, οὐδὲ
γὰρ ἁπλῶς ἡμῖν ταῦτα πάντα εἴρηται, ἀλλ’
ἵνα διορθώσωμεν τὴν γνώμην καὶ
ἀσφαλίσωμεν, πολλὴν τῶν
εἰρήμενων τὴν φυλακὴν
ἐπιδείξασθαι· ἂν δὲ
ἀεὶ μὲν ἀκούωμεν, πράττωμεν δὲ μηδέποτε, οὐδὲν
ἡμῖν ὄφελος ἔσται τῶν
λεγομένων. Προσέχωμεν τοίνυν ἀκριβῶς,
προσέχωμεν τοῖς λεχθεῖσι μετ’ ἐπιμελείας·
ἀπογράψωμεν αὐτὰ
τὰ κακῶς λεγόμενα ἀφ’ ἡμῶν,
ἔχωμεν δὲ κεκολαμμένα τῷ
συνειδότι» (MPG, 66, 609-614) τὰ καλά, καὶ
διηνεκῶς μνημονεύοντες καὶ ὀρθῶς
ἐκτελοῦντες, κατὰ
τὴν θείαν τῶν Πατέρων ἔγγραφόν
τε καὶ ἄγραφον ἀγαθὴν
παράδοσιν, δόξαν ἀναπέμποντες τῇ μακαρίᾳ
Τριάδα, ἀμήν.
Κεφάλαιον θ΄. Περὶ
βαπτίσματος.
Τὸ
ἔνατον λέγει, ὅτι δεῖ
βαπτίζεσθαι τὰ βρέφη, καὶ μὴ
καιρὸν περιμένειν. Ὃ δὴ
καὶ ἡμεῖς οὕτω ποιοῦμεν, ἵνα
μή τι συμβῇ τῇ ἀναβολῇ· πλὴν
καθὼς μερικῶς ἐσαφηνίσθη
ἐν τῇ τοῦ δευτέρου κεφαλαίου ἀπολογίᾳ.
Ἐὰν γὰρ μή τις ἀναγεννηθῇ
δι’ ὕδατος καὶ Πνεύματος, οὐ
μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
(Ἰω. 3,5). Μεταδιδόαμεν δὲ αὐτοῖς ὕστερον, ὡς εἴρηται,
τῆς θείας κοινωνίας. Κατὰ γὰρ
τὸν μέγαν Βασίλειον, ὃς ἀναγεννηθῇ,
καὶ πνευματικῆς τροφῆς
δεῖται (MPG, 31, 1573 ἑξ.). Καὶ
ὁ Κύριος, «ἐὰν μὴ
φάγητε τὴν σάρκα τοῦ Υἱοῦ
τοῦ ἀνθρώπου καὶ πίητε τὸ
αἷμα αὐτοῦ, οὐ μὴ εἰσέλθητε εἰς τὴν
βασιλείαν τοῦ Θεοῦ» (Ἰω. 6,53). Δεῖ οὖν
καὶ ἀμφοτέρων, καὶ βαπτίσματος καὶ
μεταλήψεως.
Κεφάλαιον ι΄. Περὶ
τοῦ Κυριακοῦ δείπνου.
Τὸ
δέκατον περὶ τοῦ Κυριακοῦ δείπνου διαλαμβάνει,
πλὴν οὐκ εἰς πλάτος, ἀλλ’ ἀσαφῶς
πως εἰπεῖν. Πολλὰ γὰρ
ἀκούεται τούτου ἕνεκα παρ’ ὑμῖν,
ἡμῖν ἀπαρέσκοντα. Δοξάζει οὖν ἡ
Καθολικὴ Ἐκκλησία, ὅτι μετὰ
τὸν ἁγιασμὸν ὁ
μὲν ἄρτος μεταβάλλεται εἰς αὐτὸ
τὸ σῶμα τοῦ Χριστοῦ,
ὁ δὲ οἶνος εἰς αὐτὸ
τὸ αἷμα διὰ Πνευματος ἁγίου,
ἐνζύμου ὄντος δηλαδὴ
τοῦ ἄρτου καὶ οὐκ
ἀζύμου. Ὁ γὰρ
Κύριος τῇ νυκτὶ ᾗ
παρεδίδοτο, λαβὼν ἄρτον καὶ εὐχαριστήσας
ἔκλασε καὶ εἶπε·
λάβετε, φάγετε, οὐ τοῦτο εἰπών ἐστιν ἄζυμον, ἢ
τύπος τοῦ σώματος, ἀλλὰ
τοῦτό ἐστι τὸ σῶμά
μου καὶ τὸ αἷμά μου (Ματθ.
26,26, Α΄ Κορ. 4,1)· οὔτε μὴν τότε δοθείσης τῆς σαρκὸς
τοῦ Κυρίου, ἣν ἐφόρει,
εἰς βρῶσιν τοῖς Ἀποστόλοις,
καὶ τοῦ αἵματος εἰς πόσιν, ἢ
νῦν ἐν τῇ θείᾳ μυσταγωγίᾳ καταβαίνοντος τοῦ
κυριακοῦ σώματος ἐξ οὐρανοῦ,
βλάσφημον γάρ, ἀλλὰ καὶ τότε καὶ νῦν
μεταποιουμένου καὶ μεταβαλλομένου, τῇ ἐπικλήσει
καὶ χάριτι τοῦ παντοδυνάμου καὶ
τελεταρχικοῦ Πνεύματος, διὰ τῶν
θείων καὶ ἱερῶν εὐχῶν καὶ λογίων, τοῦ μὲν
ἄρτου εἰς αὐτὸ
τὸ τοῦ Κυρίου σῶμα, τοῦ
δὲ οἴνου εἰς αὐτὸ
τὸ τοῦ Κυρίου αἷμα. «Ὁ
ἄρτος γάρ, φησιν, ὃν ἐγὼ
δώσω, ἡ σάρξ μού ἐστιν» (Ἰω. 6,15), ἁγιάζουσα
πάντας τοὺς πιστούς· καθάπερ καὶ αὐτὸς
μετασχὼν τοῦ ἡμετέρου φυράματος, Θεάνθρωπος ἐγένετο,
καὶ ἡμῖν σαρκὸς καὶ
αἵματος κεκοινώνηκεν, οὕτω καὶ
ἡμεῖς μεταλαμβάνοντες τοῦ σώματος αὐτοῦ
καὶ τοῦ αἵματος, θέσει καὶ χάριτι θεοὶ
χρηματίσωμεν. Οὐ τύπος λοιπὸν ἢ
ἄζυμον ὁ ἄρτος
τοῦ κυριακοῦ σώματος, ὁ
ὑπὸ τοῦ ἱερέως μυσταγωγούμενος, ἀλλ’ ἔνζυμον,
καὶ αὐτὸ τὸ τοῦ Κυρίου σῶμα, ὡς
αὐτὸς περὶ ἑαυτοῦ
ἀποφαίνεται, ὡς μερικῶς
ἐδηλώθη. Σαφηνισθήσεται δὲ καὶ
τοῦτο καὶ τὸ
περὶ τῆς ἐκπορεύσεως τοῦ Πνεύματος καὶ
λοιπῶν ἄλλων ἐν τῷ
οἰκείῳ τόπῳ πλατύτερον, ἀπολογούμενοι πρὸς
τὸν ὑμέτερον λόγον, τὸν φάσκοντα, ὅτι
συμφωνεῖτε Λατίνοις, διαφωνία δὲ μόνη ὑμῖν
καὶ αὐτοῖς περί τινων, ὧν λέγεται καταχρήσεων.
Κεφάλαιον ια΄. Περὶ
ἐξομολογήσεως.
Τὸ
ἑνδέκατον τὴν ἄφεσιν
τῶν ἁμαρτιῶν τοῦ
ἐξομολογούμενου διὰ τοῦ
οἰκονόμου τῶν μυστηρίων (Α΄ Κορ.
4,1) γίνεσθαι διαγορεύει, πλὴν οὐκ
ἀνάγκη πάντα λέγειν καὶ κατ’ εἶδος
ἀπαριθμεῖν, κατὰ
τὸ «ἁμαρτήματα τίς συνήσει;» (Ψαλμ. 18,13). Λέγομεν τοίνυν ἀποκρινόμενοι,
ὅτι πρῶτον μὲν
ὁ τοιοῦτος οἰκονόμος
ὀφείλει εἶναι πνευματικὸς
ἰατρός, ἀκριβῶς
ἐπιστάμενος τὰ πνευματικά· εἶτα
ὁ ἐξομολογούμενος, εἰς ὅσα
δυνηθῇ καὶ ἐνθυμηθῇ κατ’ εἶδος
εἰπεῖν καὶ ἐξομολογήσασθαι μετὰ συντετριμμένης
καρδίας καὶ τεταπεινωμένης, λαμβάνει τὴν ἴασιν,
ἐργαζόμενος δηλαδὴ τὰ
ἀντίθετα, οἷς ἔπραξεν
ἁμαρτήμασιν· οἷον ἐὰν
ὑπερηφανεύσατο, ἵνα τῇ
ταπεινώσει διορθωθῇ, εἰ δὲ ᾐσχροκέρδησεν, ἵνα ἀποδῷ
ὅσα ἀδίκως ἔλαβε, καὶ
ἐκ τῶν οἰκείων ἔτι, καὶ
ἐν τοῖς λοιποῖς κατὰ
τὸν κανόνα τὸν τεταγμένον καὶ
τοῖς Πατράσι διωρισμένον, ὃς ὀφείλει
εἶναι κατὰ Θεόν, καὶ
οὐχὶ διὰ μισθὸν ἢ
πορισμόν, ὅπερ εἴη ἂν
κάκιστον καὶ ἱκανοποιΐα θεομισής. Οἱ
γὰρ πνευματικοί, οἱ διὰ
κέρδος ἴδιον καπηλεύοντες τὰ θεῖα
καὶ δόμασιν ἐξικανούμενοι, καὶ
ἀναλαμβάνοντες τυχὸν ἄλλων
ἁμαρτίας καὶ τοιαῦτα
κατεργαζόμενοι, μωμητοί εἰσι καὶ θείας τεύξονται
κολάσεως καὶ ἀπωλείας. Καὶ ἡμεῖς
τοὺς φωραθέντας ἐκ τούτων μεγάλης ἀξιοῦμεν
τῆς παιδείας, καὶ ἔκπτωσιν
τῆς πνευματικῆς ἀξίας
καταδικάζομεν. Οὐ γὰρ ἀργυρίοις ἢ δώροις ἢ
ἄλλοις μετρεῖται τὰ
πνευματικὰ καὶ ἀντίλυτρον τὰ παραπλήσια γίνεται, ἀλλ’
ἰδίᾳ ὡς εἴπομεν τοῦ ἐξομολογούμενου
συντριβῇ τῆς καρδίας καὶ ἐργασίᾳ
τῶν ἀντιθέτων καὶ τελείᾳ
τῶν κακῶν ἀποχῇ.
Ὅσα δὲ διὰ λήθην ἢ αἰδῶ
ἀνεξομολόγητα ἐάσειεν, εὐχόμεθα
τῷ ἐλεήμονι καὶ πανοικτίρμονι Θεῶ
καὶ ταῦτα συγχωρηθῆναι αὐτῷ,
καὶ πεπείσμεθα τὴν συγχώρησιν τούτων ἐκ
Θεοῦ λήψεσθαι. Ὡς γὰρ
ὁ θεῖος Βασίλειος, ὁ τὰ
πνευματικὰ μέγας, φησί (MPG, 31, 985), πᾶν
ἁμάρτημα ἀναφέρεσθαι δεῖ
τῷ προεστῶτι· κακία γὰρ
σιωπηθεῖσα, νόσος ὕπουλός ἐστι
τῇ ψυχῇ· καὶ τὰς διορθώσεις δέ, κατὰ τὸν
τῆς ἰατρείας λόγον, προσαγαγέτω τοῖς
ἐμπαθέσι, μὴ ὀργιζόμενος
τοῖς ἀσθενοῦσιν, ἀλλὰ
τῇ νόσῳ μαχόμενος· καὶ ἐπεναντίον
μὲν ἱστάμενος πρὸς τὰ
πάθη, δι’ ἐπιπονωτέρας δέ, εἰ δέοι, διαγωγῆς
ἰώμενος τὸ ἀρρώστημα
τῆς ψυχῆς· οἷον
τὴν κενοδοξίαν, τῇ ἐπιτάσει
τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων, ὕπνον
ἄμετρον, διὰ τῆς
ἐν προσευχαῖς ἀγρυπνίας,
ἀργίαν σώματος, διὰ τῶν
κόπων, βρῶσιν ἀπρεπῆ, διὰ τῆς ἀσιτίας καὶ τὰ
ἑξῆς. Ὁ δὲ θεραπευόμενος τὰ ἐπιτίμια
μὴ ὡς τυραννίδα νομιζέτω, τὴν ἀπὸ
εὐσπλαγχνίας ἐπὶ
σωτηρίᾳ τῆς ψυχῆς προσαγομένην ἐπιμέλειαν·
αἰσχρὸν γάρ, τοὺς μὲν
τὰ σώματα νοσοῦντας, τοσοῦτον
τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν
τέμνωσι, κἂν καίωσι καὶ πικροῖς
τοῖς φαρμάκοις ἀνιῶσιν,
εὐεργέτας λογίζεσθαι, ἡμᾶς
δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν
θεραπευτάς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς
τὴν σωτηρίαν ἡμῖν
κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ὁ δὲ
ἐπιτιμῶν, οὐ
δεῖ ἐπ’ ἴσης ἐπιτιμᾶν τοῖς
εὐλαβέσι καὶ τοῖς
ἀδιαφόροις, ὅταν ἐν
τῷ αὐτῷ ἁμαρτήματι εὑρίσκωνται ἀμφότεροι.
Ὁ μὲν γὰρ εὐλαβής, εὐλαβὴς
ὤν, ἀγωνιῶν τε ἅμα περὶ
τῆς πρὸς Θεὸν εὐαρεστήσεως καὶ ἀγωνιζόμενος,
κατὰ περίστασίν τινα καὶ σχεδὸν
ὡς οὐκ ἠθέλησεν ἐσφάλη καὶ
ὤλισθεν· ὁ δὲ
ἀδιάφορος, οὐδένα λόγον οὔτε
ἑαυτοῦ οὔτε τοῦ Θεοῦ
ποιούμενος, καὶ οὐδεμίαν διαφορὰν τοῦ
τε ἁμαρτάνειν καὶ τοῦ
κατορθοῦν τιθέμενος, τὰ πρῶτα
καὶ μεγάλα κακὰ νοσεῖ,
ἢ καταφρόνησιν Θεοῦ, ἢ
ἀπιστίαν τοῦ εἶναι
Θεόν. Δύο γὰρ ταῦτα αἴτια ψυχῇ τοῦ
ἁμαρτάνειν γίνεται, ὡς ἡ
Γραφὴ μαρτυρεῖ (Ρωμ. 3,18, Ψαλμ. 35,2),
λέγουσα πότε μέν, φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν
ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ, ποτὲ
δὲ «εἶπεν ἄφρων ἐν τῇ
καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός» (Ψαλμ. 13,1, 52,2). Ὥστε
ἢ καταπεφρόνηκε, καὶ διὰ
τοῦτο ἁμαρτάνει, ἢ αὐτὸ
τὸ εἶναι Θεὸν ἀρνεῖται,
καὶ διὰ τοῦτο ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν
δοκῇ. «Θεὸν γὰρ
ὁμολογοῦσιν εἰδέναι,
τοῖς ἔργοις δὲ ἀρνοῦνται»
(Τίτ. 1,16). Ὧν οὕτως ἐχόντων, καὶ τὸν
τρόπον τῆς ἐπιτιμήσεως λογιζέσθω ἕκαστος διάφορον εἶναι
ἀναγκαίως ὀφείλειν. Πρὸς
δὲ τούτοις εἰδέναι δεῖ
ἔτι, ὅτι χρὴ τὴν
χάριν τοῦ Θεοῦ, δωρεὰν λαμβάνοντα τὸν
πνευματικόν, δωρεὰν καὶ διδόναι, καὶ μὴ
πραγματεύεσθαι αὐτὴν πρὸς τὰς ἰδίας ἡδονάς, κατὰ
τὸ τοῦ Κυρίου λόγιον· «ἀσθενοῦντας
θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν
ἐλάβετε, δωρεὰν δότε» (Ματθ. 10,8)·
καὶ ὁ Παῦλος· «οὔτε γὰρ
ἐν λόγῳ κολακείας ἐγενόμην
ὑμῖν, καθὼς οἴδατε,
οὔτε προφάσει πλεονεξίας· Θεὸς μάρτυς, οὔτε
ζητῶ ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’
ὑμῶν, οὔτε ἀπ’ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι,
ὡς Χριστοῦ ἀπόστολοι,
ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν
μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ
τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμενοι
ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν
οὐ μόνον τὸ εὐαγγέλιον
τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ
ἡμῖν ἐγενήθητε» (Α΄ Θεσ. 2, 5-8).
Κεφάλαιον ιβ΄. Περὶ
μετανοίας.
Τὸ
δυοκαιδέκατον ὑμῶν κεφάλαιον ἀποφαίνεται τοὺς
μετὰ τὸ βάπτισμα ἁμαρτάνοντας τῆς
ἀφέσεως τυγχάνειν τῶν ἁμαρτημάτων,
ὅτε ἐπιστροφὴν καὶ
μετάνοιαν ἐνδείξονται διὰ συντετριμμένης
καρδίας καὶ πίστεως ὑγιοῦς.
Ἀποκρινόμεθα γοῦν κἀν
τούτῳ λέγοντες, οὕτως ἔχειν
τὸ ἀληθές· αὐτὸς
γὰρ ὁ Κύριός φησιν, ἀφίεσθαι τὰς
ἁμαρτίας, οὐχὶ
ἕως ἑπτά, ἀλλ’ ἕως
ἐβδομηκοντάκις ἑπτά (Ματθ. 18,22), ὡρισμένῳ
ἀριθμῷ ἀντὶ ἀορίστου χρησάμενος· καὶ πάλιν, «τὸν
ἐρχόμενον πρός με, οὐ μὴ
ἐκβάλω ἔξω» (Ἰω. 6,37). Τὸ
δὲ ἀποβάλλεσθαι ὑμᾶς
τὰς κανονικὰς ἱκανοποιΐας
διόλου παντοιοτρόπως τὸ σύνολον, περὶ τούτου φαμέν· ἐὰν
αὗται ἐπιτίθενται ὡς φάρμακα ὑπὸ
τῶν πνευματικῶν ἀνδρῶν,
ἀναργύρως δηλαδὴ καὶ
ἀκαπήλευτως, κατὰ τῶν
ὑπερηφάνων τυχὸν ἢ
φιλαργύρων ἢ γαστριμάργων ἢ ἀκολάστων
ἢ φθονερῶν ἢ
ὀργίλων ἢ τῶν
ἀκηδίας ἐχόντων ἢ
καὶ κατὰ τῶν ἄλλοις περιπαρέντων ἁμαρτήμασι συμβάλλονται
καὶ βοηθοῦσιν, ὡς
οἱ θεῖοι Πατέρες κανονίζεσθαι προσετάξαντο, τοὺς
ἐπιστρεφομένους καὶ μετανοοῦντας.
Ἂν δὲ αἱ ἱκανοποιΐαι γίνωνται πρὸς
κέρδος ἢ πορισμὸν τῶν
ἐπιτιθέμενων αὐτάς, καὶ
οὐκ ὀρθῷ καὶ ψυχωφελεῖ σκοπῷ,
οὔτε μὴν καθὼς ἐτυπώθησαν
καὶ ἐγράφησαν, ἐπὶ
ἰάσει μιᾶς ἑκάστης
ἁμαρτίας, τότε καὶ ἡμεῖς
αὐτὰς ἀποβαλλόμεθα, καὶ κακῶς
καὶ κενῶς γίνεσθαι φαμὲν καὶ
πιστούμεθα, ὃ ἀναντίρρητον πάντως. Τὴν ἄφεσιν
δὲ δίδομεν μετ’ ἐπιτιμίων, διὰ
πολλὰς αἰτίας εὐλόγους. Πρῶτον
μὲν ἵνα διὰ τὴν
ἑκούσιον κακοπάθειαν τῆς ἀκουσίου
τιμωρίας ἐκεῖσε ἀπαλλαγῇ· οὐδενὶ
γὰρ οὕτως ὁ Θεὸς θεραπεύεται, ὡς κακοπαθείᾳ·
ὅθεν καὶ ὁ
Γρηγόριος εἴρηκε, «δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται».
Δεύτερον δὲ ἵνα τὸ φιλήδονον φρόνημα τῆς σαρκὸς
ἐξαιρεθῇ, ὅπερ
αἴτιον· τὰ ἐναντία
γὰρ διὰ τῶν ἐναντίων θεραπεύεται, ὡς ἐμάθομεν.
Τρίτον, ἵνα δεσμός τις καὶ χαλινὸς
ᾖ τὸ ἐπιτίμιον τῆς ψυχῆς,
ἵνα μὴ πάλιν τοῖς αὐτοῖς
ἢ καὶ χείροσιν ἐγχειρίσῃ
κακοῖς. Τέταρτον, ἵνα συνεθισθῇ
τοῖς πόνοις· ἐπίπονον γὰρ
ἡ ἀρετή. Πέμπτον, ἵνα πίστιν λάβωμεν, εἰ
τελείως τὴν ἁμαρτίαν ἐμισήσαμεν. Ἀλλὰ
ταῦτα πάντα παρορῶμεν, ἐν
οἷς τὸ χρεὼν κατεπείγει πρὸς τὴν
τοῦ σώματος ἔξοδον, ἀρκεῖν
ἡγούμενοι τὴν τοῦ
μετανοοῦντος γνησίαν πρόθεσιν καὶ ἐπιστροφήν,
πρὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν. Ἀφίεμεν
δὲ ταῦτα κατὰ τὴν
ἐξουσίαν τοῦ εἰπόντος,
«ἄν τινων ἀφῆτε
τὰς ἁμαρτίας» καὶ τὰ
λοιπά (Ἰω. 20,23)· καὶ οὕτω πιστεύομεν ἀφίεσθαι καὶ
τὴν τιμωρίαν· καὶ εἰς
ἐχέγγυον τούτου τὴν θείαν δωρεὰν
τῆς εὐχαριστίας δίδομεν. Τὸ γὰρ
μετανοῆσαι γνησίως εἰς τὴν
γνώμην κεῖται τοῦ ἁμαρτήσαντος,
τὸ δὲ μὴ πληρῶσαι τὸ
ἐπιτίμιον, ἐν τῇ
κρίσει τοῦ Θεοῦ· καὶ διὰ τοῦτο βασιλικῶς ἐκ
μόνης φιλανθρωπίας τὴν ἄφεσιν χαρίζεται, καθάπερ τῷ λῃστῇ
μνήμην μόνον ἐν τῇ βασιλείᾳ αἰτησαμένῳ (Λουκ.
23,42). Ἂν δὲ καί τις τρέφῃ πεινῶντας,
ποτίζῃ διψῶντας, καὶ τὰ
λοιπὰ ἔργα τῆς ἐλεημοσύνης
ποιῇ, ἃ ἐν τῇ κρίσει Θεὸς ἐξαγγέλλει
καὶ ἐν εὐαγγελίοις (Ματθ. 25, 35-36) δηλοῖ,
πάντως ἀφέσεως τεύξεται, καὶ ῥυσθήσεται
τῆς κολάσεως· ἀναγκαιοτέρα γὰρ
τῶν ἀρετῶν ἡ ἐλεημοσύνη· ὁ γὰρ
διδάξας, φησίν (Ματθ. 5,7, 18,33), ἕτερον ἐλεῆσαι,
ἐκατονταπλασίονα λήψεται καὶ αὐτὸς
ἐκ τῆς χρηστῆς αὐτοῦ
παραινέσεως, χορηγηθέντων τοῖς δεομένοις, καὶ
ἴσα τῷ παρασχόντι αὐτῷ
γενήσεται. Πρὸς ὠφέλειαν καὶ τούς δε τοὺς
λογισμοὺς τεθῆναι ἄξιον.
Ὄψον
χωρὶς ἅλατος,
Λόγος ἄνευ
ἀληθείας,
Ἔργα
πλὴν πίστεως,
Ἀρχὴ
δίχα τέλους,
Καὶ
ἀρετὴ χωρὶς ἐλεημοσύνης, νεκρά.
Ὡς
οὐδὲν τῶν ζῴων μεθ’ ἑνὸς
ποδὸς περιπατεῖ, καὶ
οὐδὲν τῶν πτηνῶν ἑνὶ
πτερῷ ἵπταται καὶ οὐδὲν
τῶν πλοίων μεθ’ ἑνὸς
πλευροῦ πλέει καὶ οὐδεὶς
τῶν οἴκων μεθ’ ἑνὸς
τοίχου σκέπει, οὕτως οὐδεὶς
σῴζεται τῶν σῳζομένων,
ἂν μὴ τῇ μετὰ χεῖρας ἀρετῇ συζεύξῃ τὴν
ἐλεημοσύνην. Αὕτη γὰρ
ὄντως καὶ ἐλλειφθεῖσα
κολάζει διὰ τὴν ἔλλειψιν, καὶ τελεσθεῖσα
σῴζει διὰ τὴν
πρόσθεσιν. Ὥσπερ γάρ, ἐὰν ἔχῃ
τις φίλον τὸν Θεόν, πάντας φίλους ἕξει, ἀκολούθως
καὶ τοὺς ἁγίους, οὕτω πᾶς
τις ἐλεημοσύνην ἔχων, ταύτῃ
πάσας ἔχει ἑπομένας καὶ τὰς
λοιπὰς ἀρετάς· οὐ μὴν
τοὐναντίον. Καὶ μή τις προβαλλέσθω ἐνταῦθα
τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις
τελειωθέντας, ὡς ταύτης ἄνευ τῷ
Κυρίῳ εὐαρεατήσαντας· ἐπεὶ
κἀκεῖνοι πρότερον πάντα τοῖς πένησι διανείμαντες,
οὕτω τοὺς ἐν
μέσῳ θορύβου κατέλιπον.
Φέρε δὲ
καὶ ἀπὸ κοινῶν ἐννοιῶν
ἴδωμεν ταύτας τὰς ὠφελείας,
καὶ ὡς ῥᾴδιον καὶ χρήσιμον ἡ
ἀποβολὴ τῆς
κτήσεως. Εἶπέ μοι, εἰ ἐχρεώστεις
χιλίας λίτρας χρυσίου, καὶ τῇ τοῦ δανειστοῦ σου χρηστότητι προὔκειτο
πάλιν, εἰ πᾶν τὸ εὑρισκόμενόν σοι δώσεις, ἀπαλλαγῆναί
σε παντὸς τοῦ χρέους εὐθύς, οὐδὲν
δὲ καθ’ ὑπόθεσιν ἐκέκτησο
πλὴν νομισμάτων τριῶν, οὐκ
ἂν ταῦτα μετὰ προθυμίας ἀπέδωκας;
Ἄλλο· εἴπερ ὑπῆρχες
ἐν ἀλλοφύλοις αἰχμάλωτος, καί σοι προὔκειτο
δουλεύειν ἐν ἐσχάτῃ ταλαιπωρίᾳ σιδηροφοροῦντα
διόλου, εἶτα μετὰ τοῦτο
κεκήρυκτο ἀπελεύθερον εἶναί σε τοῦ
λοιποῦ, μόνον τὰ περιττεύοντά σοι τῶν
ὄντων παρέξῃς τοῖς
χρήζουσιν, οὐκ ἂν καὶ αὐτὰ παρέσχες τὰ ἀναγκαῖα;
Εἰ ἐπωλεῖτο τὸ οἰκούμενον μέρος τῆς γῆς
τοσούτου τιμήματος, ὅσον τιμᾶται τὰ
σά, οὐκ ἂν ταῦτα πάντα προθύμως παρέσχες, ὥστε ταύτης γενέσθαι
κύριος, καὶ ζημίαν ἐσχάτην ἡγήσω,
τὸ ἐκπεσεῖν ἐμπορίας
καὶ κέρδους τοσούτου; Εἴ τίς σε γεγηρακότα καὶ
ἀποθνήσκειν ἐν πενίᾳ
ἐσχάτῃ μέλλοντα, ἐξαίφνης πόνου δίχα καὶ
κόπου, νέον ποιήσειν ὑγιέστατον, ἀθάνατον καὶ
πλουσιώτατον ἐπηγγείλατο, εἰ μόνον ἓν
κτῆμα τῶν σῶν τοῖς συνδούλοις χαρίσῃ τοῖς
σοῖς, οὐκ ἂν τοῦτο αὐτίκα παρέσχες προθύμῳ ψυχῇ;
Εἴπερ ὑπῆρχες ἀνθρώπων πάντων
πενέστατος, ὑπέσχετο δέ σοι βασιλεύς, εἰ μίαν μόνην τῶν
ἐντολῶν αὐτοῦ τηρήσεις, μετὰ μικρόν σε βασιλέα
ποιήσειν ἀθάνατον, οὐκ ἂν
προθυμότατα τούτην ἐτήρησας; Εἴ τίς σοι τῶν
τοῦ κόσμου ἀρχόντων μυρία τῶν
αὐτοῦ ἀγαθῶν ἐχαρίζετο εἰς ἀπόλαυσιν,
χιλιοστημόριον μόνον τούτων παρὰ σοῦ
ἀπαιτῶν, καὶ τοῦτο
πάλιν διὰ σὲ καὶ τὴν σὴν εὐδοκίμησιν, οὐκ ἂν
προθύμως παρεῖχες τὸ αἴτημα;
Εἰ διὰ τῶν σῶν ἁμαρτημάτων τὸ πλῆθος
ἀπόφασιν ὁ κριτὴς
ἀπεφήνατο κατὰ σοῦ,
ὥστε ἀποθανεῖν σε σήμερον αἴσχιστα,
ἂν μὴ τὸ ἑκατοστημόριον τῶν σῶν
ὑπαρχόντων χαρίσῃ τῇ
βουλῇ καὶ τῷ δήμῳ, οὐκ ἂν ἀσμένως καὶ τὸ
ἥμισυ τούτων ἐκένωσας; Εἴ
τίς σοι πάσας ἀναπαύσεις ἐν μιᾷ
καιροῦ ῥοπῇ καὶ πάσας σοι τὰς κολάσεις ἐδείκνυε,
καὶ τῶν μὲν τὴν ἀπαλλαγὴν ὑπισχνεῖτο,
τῶν δὲ τὴν ἀπόλαυσιν ἐχαρίζετο, ᾐτεῖτο
δὲ παρὰ σοῦ τῶνδε χάριν μικράν τινα δωρεάν, οὐκ
ἂν τούτῳ ἀσμένως
πάντα παρέσχες τὰ σά;
Ἀλλὰ
μὴ θαυμάσῃς, ὅτι
μόνη πάντα δύναται ποιεῖν ἐλεημοσύνη· ὁ γὰρ
ἐλεῶν καὶ ἀγαπῶν τοὺς πτωχοὺς διὰ
Κύριον, καὶ τοῦ ἀπείρου τῶν ἁμαρτιῶν
λυτροῦται χρέους, καὶ τῆς
δεινῆς αἰχμαλωσίας τῶν δαιμόνων, καὶ
πάντα τὸν κόσμον μικροῦ ὠνεῖται
τιμήματος, καὶ ἀνανεοῦται καθάπαξ, καὶ
μένει ἀθάνατος, καὶ βασιλεύει βασιλείαν οὐράνιον.
Καὶ ἅτε δοῦλος εὐγνώμων,
πάντα τὰ τοῦ Κυρίου κληρονομεῖ, καὶ
τὴν «δεῦτε οἱ
εὐλογημένοι τοῦ Πατρός μου» (Ματθ.
25,34) κλῆσιν ἀξίως τῷ ὄντι
πλουτεῖ, καὶ πάσης ἀπαλλαττόμενος
τιμωρίας, παντὸς καλοῦ ἀπολαύει
διηνεκῶς. Οὐκοῦν, κατὰ γνώμην ἐμήν,
μὴ ἀνάμενε παρελθεῖν σου τὸν
βίον, ἀλλ’ ἕως ἂν ζῇς, ἀπὸ τῆς τραπέζης σου καθ’ ἡμέραν, ἀπὸ
τοῦ φυράματός σου, ἀπὸ
τῶν κερδῶν σου, ἀπὸ
τῶν ἱματίων σου, ἀπὸ
τῶν ἐσόδων σου μεταδίδου τοῖς χρήζουσιν· «ὁ
γὰρ ἐλεῶν πτωχόν, δανείζει Θεῷ» (Παρ. 19,17). Μᾶλλον
δὲ διόλου ἐκ πάντων θησαύριζε καὶ
σύναγε εἰς τὰς ἀποθήκας τῶν οὐρανῶν·
θησαυρίζεις τῷ σώματι; θησαύρισον καὶ τῇ
ψυχῇ· προνοῇ τῶν
σαυτοῦ; ἐπιμελήθητι καὶ τοῦ
πέλας· ἀπολαύεις τῶν ἐνεστώτων;
προνοήθητι καὶ τῶν μελλόντων. Διὰ τοῦτο
βοῦς ἐργάτης, μακροχρόνιον, ὅτι ἡμῖν
συμπονεῖ· χοῖρος, βραχύβιον, ὅτι ἑαυτῷ
βούλεται ζῆν· μέλιττα, χρήσιμος, ὅτι ἡμῖν
θησαυρίζει· κάνθαρος, ἄχρηστον, ὅτι ἑαυτοῦ
μόνου ἐπιμελεῖται. Γνῶθι
καὶ εὐχαρίστησον τῷ Θεῷ,
ὅτι οὐ τῶν αἰτούντων, ἄλλα τῶν
διδόντων ἐγένου· οὐ τῶν
ξένων καὶ πτωχῶν, ἀλλὰ
τῶν εὐπόρων καὶ ἐγχωρίων·
οὐ τῶν δουλευόντων καὶ θλιβομένων, ἀλλὰ
τῶν χαιρόντων καὶ ἐλευθέρων·
οὐ τῶν ἀρρωστούντων καὶ χρεωστόυντων, ἀλλὰ
τῶν ὑγιαινόντων καὶ δανειζόντων. Λόγισαι,
πόσα δοῦναι δίκαιος εἶ, ὥστε
μὴ ἀκοῦσαι τότε παρὰ τοῦ
Κυρίου τὰ φρικώδη ἐκεῖνα
ῥητά· τὸ «πορεύου ἀπ’
ἐμοῦ», τὸ «πονηρὲ δοῦλε
καὶ ὀκνηρέ», τὸ «ἄρατε
ἀπ’ αὐτοῦ τὸ τάλαντον», τὸ «δήσαντες αὐτὸν
χεῖρας καὶ πόδας», τὸ
«ὑπάγετε, οὐκ οἶδα
ὑμᾶς, ἐργάται τῆς ἀνομίας»
(Ματθ. 7,33, 16,23, 22,13, 25,26,34). Ὢ πόσα ἄν
τις προθύμως παρέσχετο χρήματα, ἵνα ἀκούσῃ
τὸ «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου», τὸ
«εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ
ὀλίγα ἦς πιστός, καὶ
ἐπὶ πολλῶν σε καταστήσω», τὸ
«εἴσελθε εἰς τὴν
χαρὰν τοῦ Κυρίου σου» (Ματθ. 25,21), καὶ
τὸ «ἀνακλιθῆναι μετὰ
Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν
οὐρανῶν» (Ματθ. 8,11). Ταῦτα καὶ
τὰ τοιαῦτα πᾶς
τις καλῶς λογιζόμενος διὰ τῆς
χρηστῆς μεταδόσεως, καὶ ὑψωθήσεται
ἕως οὗ ζῇ καὶ δοξασθήσεται καὶ σωθήσεται ἐν
τῷ Θεῷ. Ἐλεημοσύνην δὲ νοοῦμεν,
οὐχ ἵνα ἐλεήσῃς ἕνα καὶ μόνον ἢ
ἅπαξ, ἀλλ’ ὡς
ἂν ἐλεῇς παντὶ τρόπῳ
τοὺς πάντας καὶ πάντοτε. Τὸν
μὲν ὡς συγγενῆ, τὸν
δὲ ὡς φίλον, καὶ τὸν
μὲν ὡς γείτονα, τὸν δὲ
ὡς γνώριμον, τὸν δὲ
ὡς ἄνθρωπον, ἐλεῶν
τὸ ἀνθρώπινον, καὶ τὸν
μὲν διαθέσει, τὸν δὲ
ἤθει, τὸν δὲ
λόγῳ, τὸν δὲ ἔργῳ, τὸν δὲ πράγματι· καὶ τὸν
μὲν βρώματι, τὸν δὲ
πόμασι, τὸν δὲ ἐνδύμασι, καὶ τὸν
μὲν στέγῃ, τὸν
δὲ φιλοφροσύνῃ, τὸν
δὲ τιμῇ, καὶ ἁπλῶς ἅπασι τρόποις, οἷς δύνασαι. Ἔχεις
συνόντα σοι εὐχαρίστως τὸν εἰς
τοῦτό σε ποδηγοῦντα Χριστόν. Ὅν,
καθ ὃν τρόπον οὐ διαλείπει εὐεργετῶν
σε, μὴ παύσῃ μιμούμενος ἐν
τῷ εὐποιεῖν, ἵνα καὶ τῆς
βασιλείας ἀξιωθήσῃ αὐτοῦ.
Οὕτω δέ τις ἐν ἐλεημοσύνῃ
διάγων, καὶ τὴν εὐποιΐαν ἐλεημοσύνην ποιῶν καὶ
ὡς φάρμακον ἔχων, καὶ
τὸν κανόνα τῶν ἁμαρτιῶν
δεχόμενος θείως καὶ πνευματικῶς καὶ
οὐχὶ καπηλικῶς, τῶν
ἐσφαλμένων ἀνέσεως τυγχάνει καὶ
ἰατρείας ἀληθοῦς.
Οὐ
μόνον δὲ αἱ εὐποιΐαι καὶ πάντα τὰ
θεοφιλῆ ἔργα τοὺς ζῶντας
ὠφελεῖ, ἀλλὰ καὶ τοὺς ἐν ἐξομολογήσει ἀπελθόντας. Εἰ
γὰρ πολὺς ὁ
φόβος τοῦ Θεοῦ, πολλῷ δὲ
πλέον ἡ ἀγαθότης. Καὶ φοβεραὶ
μὲν αἱ ἀπειλαί, ἀνείκαστος δὲ
ἡ τούτου φιλανθρωπία, ἀλλὰ
καὶ πάλιν φρικταὶ αἱ
καταδίκαι, ἄφατον δὲ τὸ
τῶν οἰκτιρμῶν αὐτοῦ
πέλαγος. Ὅθεν καὶ λέγει ὁ
πολὺς Διονύσιος· «ἡ μὲν
οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος
δεῖται, πάντα μὲν ἀφιέναι
τὰ δι’ ἀνθρωπίνην ἀσθένειαν
τῷ κεκοιμημένω πταίσματα, τάξαι δὲ
αὐτὸν ἐν χώρᾳ ζώντων, εἰς
κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, παρορώσης ἀγαθότητι τῆς
θεαρχικῆς ἀσθενείας τὰς κηλῖδας·
ἐπείπερ οὐδείς, ὡς
τὰ λόγιά φησι, καθαρὸς ἀπὸ
ῥύπου» (Ῥωμ. 3,23). Ἀλλὰ
καὶ Γρηγόριος, ἐν τῷ
εἰς Καισάριον ἐπιταφίῳ,
δεικνύων ὅτι συντελοῦσιν αἱ
εὐποιΐαι μετὰ θάνατον, φησίν· «ἠκούσθη
κήρυγμα πάσης ἀκοῆς ἄξιον· καὶ μητρὸς
πάθος κενοῦται δι’ ὑποσχέσεως καλῆς
καὶ ὁσίας δοῦναι τὰ
πάντα τῷ παιδί, τὸν ἐκείνου
πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐντάφιον».
Καὶ αὖθις· «τὰ μὲν
οὖν παρ’ ἡμῶν
τοιαῦτα· καὶ τὰ
μὲν ἀποδεδώκαμεν, τὰ δὲ
δώσομεν, τὰς δι’ ἔτους προσφέροντες
τιμάς τε καὶ μνήμας, τουτέστι τὰς θυσίας τὰς
ὑπὲρ τῶν κατοιχομένων προσαγομένας καὶ
γινομένας» (MPG, 35, 785). Εἶτα καὶ
ὁ Χρυσόστομος ἐν τῇ
πρὸς Φιλιππησίους φησίν· «εἰ Ἕλληνες
συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ
ἑαυτῶν, πόσῳ γε μᾶλλόν
σε τὸν πιστὸν συμπαραπέμψαι δεῖ
τῷ πιστῷ τὰ
οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνοι
καὶ ταῦτα, ἀλλ’ ἵνα μείζονα τοῦτον περιβαλῇς
δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ
τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρτήματα λύσῃς, εἰ
δὲ δίκαιος, ἵνα προσθήκη γένηται
μισθοῦ καὶ ἀντιδόσεως» (MPG, 62,204, 57,375,
61,861). Καὶ αὖθις· «ἐπινοήσωμεν τοῖς
ἀπελθοῦσιν ὠφέλειαν,
δῶμεν αὐτοῖς
τὴν πρέπουσαν βοήθειαν· ἐλεημοσύνην λέγω καὶ
προσφοράν· φέρει γὰρ τούτοις πολλὴν τὴν
ὄνησιν καὶ τὸ
κέρδος καὶ τὴν ὠφέλειαν· ὁ δὲ
ταῦτα ἐκτελῶν καὶ τὴν ἰδίαν σὺν τῇ
τοῦ πέλας εὐεργετεῖ
ψυχὴν ὅτι μάλιστα». Καὶ πάλιν ἀλλαχοῦ·
«οὐκ ἔφθασας, περιὼν ἐν
τῷ βίῳ, τὰ τῆς ψυχῆς σου πάντα διευθετῆσαι;
ἐν τῷ τέλει τοῦ βίου ἔντειλαι
τοῖς σοῖς, μετὰ θάνατον παραπέμψαι
σοι τὰ σά, καὶ βοήθειάν σοι δι’ ἔργων
ἀγαθῶν δοῦναι, ἐλεημοσυνῶν
λέγω καὶ προσφορῶν. Κἀντεῦθεν
τὸν λυτρωτὴν καταλλάξεις· δεκτὰ
γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα. Ἐν
τῇ σῇ διατυπώσει μετὰ τῶν
τέκνων καὶ συγγενῶν γράψαι συγκληρονόμον
καὶ τὸν Δεσπότην. Ἐχέτω σου ὁ
χάρτης τοῦ δικαστοῦ τὸ
ὄνομα. Καὶ μνήμης μὴ
ἀμοιρείτω πτωχῶν· κἀγὼ
τούτων ἐγγυητής». Οὐ διδόαμεν δὲ
ταῦτα λέγοντες ἀφορμὰς
καὶ προφάσεις τοῦ ζῶντά
τινα μὴ ποιεῖν ἐλεημοσύνην·
ἔκτοπον γάρ· ἀλλὰ
καὶ μετὰ θάνατον ἐλεεῖν
ἄριστον, ὡς εἴρηται.
Καὶ εὐχαὶ δικαίων ἐνεργοῦσι·
Γρηγόριος γὰρ ὁ Διάλογος, (ᾧ φησὶ
λειτουργοῦντι, οὐράνιος συνελειτούργει
καὶ θεῖος ἄγγελος), εὐξάμενος Τραϊανὸν
ἔσωσεν, ἡ πρωτομάρτυς Θέκλα τὴν
Φαλκωνίλλαν, καὶ πολλὰ ὅμοια
ἐν ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις
(MPG, 95,253, 261, 264, 135,12, MPL, 75,105). Ὁ
δὲ βουλόμενος καὶ τὸν
τοῦ θείου Δαμασκηνοῦ λόγον διελθέτω, τὸν
«περὶ τῶν ἐν πίστει κεκοιμημένων» (MPG, 95, 247-278), καὶ
μαθήσεται ὅτι αἱ ὑπὲρ αὐτῶν γινόμενοι λειτουργίαι καὶ εὐποιΐαι
τούτους ὀνίνησι.
Δεῖτε
τό Γ΄ Μέρος στήν ἱστοσελίδα:
καί τό Δ΄ καί
τελευταῖο Μέρος στήν ἱστοσελίδα:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου