Κυριακή 26 Μαρτίου 2017

Επιστολή της εν Κωνσταντινουπόλει Συνόδου (1642 μ.Χ.)


ΣΥΝΟΔΙΚΗ ΕΠΙΣΤΟΛΗ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΟΣ ΤΗΝ ΕΝ ΙΑΣΙΩ ΤΟΠΙΚΗΝ ΣΥΝΟΔΟΝ
1642 μ.Χ.
(ΠΕΡΙ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)

Παρθένιος
ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικός Πατριάρχης

Τῆς ἡμῶν μετριότητος συνοδικῶς προκαθήμενης, συνεδριαζόντων αὐτῇ καὶ τῶν ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων, τῶν ἐν ἁγίῳ Πνεύματι ἀγαπητῶν αὐτῆς ἀδελφῶν καὶ συλλειτουργῶν, καὶ τῶν τιμιωτάτων κληρικῶν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας, προήχθησαν εἰς μέσον κεφάλαιά τινα, ἐπιγραφὴν ἔχοντα τοῦ πρὸ ἡμῶν Πατριάρχου γέροντος κυρ. Κυρίλλου, περὶ ὧν ἐζητήθη, εἰ χρὴ ταῦτα ὡς εὐσεβῆ λογίζεσθαι καὶ κατέχειν, ἢ ὡς τῆς ἡμετέρας ἀνατολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀλλότρια ἀποκηρύττεσθαι. Διὸ πᾶσα ἡ ἱερὰ Σύνοδος αὕτη, ἕκαστον αὐτῶν ἐπιμελῶς ὑπεξελθόντες καὶ τὸν νοῦν τῶν γεγραμμένων ἀνακρίναντες, εὗρον αὐτὰ πάντα, τοῦ ἑβδόμου ἐκτός, τῆς καλβινικῆς ἀντεχόμενα αἱρέσεως, καὶ ὡς πορρωτάτω τῆς χριστιανικῆς τῶν ἀνατολικῶν θρη­σκείας ἀπέχοντα.

α΄. Ἐν μὲν γὰρ τῷ πρώτῳ, τὴν ἀΐδιον καὶ ὑπαρκτικὴν τοῦ ἁγίου Πνεύματος πρόοδον ἐκ Πατρὸς καὶ Υἱοῦ ὑποτίθησι, παρὰ γνώμην τῆς Ἀνατολικῆς Ἐκκλησίας.
β΄. Ἐν δὲ τῷ δευτέρῳ, τὴν ἁγίαν Γραφὴν γυμνὴν ἐξηγήσεων τῶν τῆς Ἐκλησίας ἁγίων Πατέρων δεχόμενος, τὰ ταῖς οἰκουμενικαῖς Συνόδοις θεοπνεύστως ἐκφωνηθέντα διαβάλλει, καὶ τὰς ἀρχῆθεν κατὰ διαδοχὴν κεκρατηκυίας ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἀποπέμπεται παραδόσεις, ὧν ἐκτὸς εἰς ψιλὸν ὄνομα περισταίη τὸ κήρυγμα ἡμῶν, ᾗ φησι Βασίλειος.
γ΄. Ἐν δὲ τῷ τρίτῳ, τὸν Θεὸν ὑποτίθησιν ἀδικώτατον, τυραννικῇ χρώμενον ἐξουσίᾳ, μόνῃ λέγων τῇ θελήσει αὐτοῦ τοὺς μὲν εἰς δόξαν προορίσαι, τοὺς δὲ ἀποβάλλειν εἰς κόλασιν, μηδαμῶς τὰ ἔργα αὐτῶν σκοπούμενον οὗ τί ἂν γένοιτο ἀσεβέστερον;
δ΄. Τὸ δὲ τέταρτον τῷ πρὸ αὐτοῦ ὅλως ἀντίκειται. Εἰ γὰρ οὐκ αἴτιος τῶν κακῶν ὁ Θεός, πῶς τῷ οἰκείῳ θελήματι τοὺς ἀδοκίμους ἐπὶ τὸ κακοποιεῖν ἐξεπίτηδες προήγαγεν;
ε΄. Ἐν δὲ τῷ πέμπτῳ, τὴν θείαν παρεξηγεῖ πρόνοιαν, περιάπτων αὐτῇ κυ­ρίως καὶ πρωτουργῶς τὰ κατὰ παραχώρησιν αὐτῆς ὑπὸ τῶν πονηρῶν ἀνθρώπων τε καὶ δαιμόνων γινόμενα, ὡς ἐξ ὧν παράγει μαρτυριῶν ἐπιστώθη· τοῦτο δὲ πᾶ­σαν ὑπερβαίνει βλασφημίαν.
ς΄. Τὸ δὲ ἕκτον, περικλεῖον πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὑπὸ τὴν ἁμαρτίαν, οὐ μόνον τὴν προπατορικήν, ὡς καὶ ἡ Ἐκκλησία ἡμῶν ὁμολογεῖ, ἀλλὰ καὶ τὴν ἐξ αὐτῆς ἀναβλύζουσαν προαιρετικὴν καὶ θανάσιμον, ἣν καρποὺς ἐκείνης ὀνο­μάζει, καὶ μηδένα ἐξαιροῦν ταύτης (τῆς θανασίμου, τῆς κατάκριτον ἐκτελούσης τὸν ταύτην ἐργαζόμενον), οὔτε τὸν ἐν γεννητοῖς γυναικῶν μείζονα, οὔτε τὴν ἐν γυναιξὶν εὐλογημένην, τὴν ἄμωμον καὶ ἀειπάρθενον Μαρίαν, ἢ προπάτο­ράς τινας ἢ προφήτας καὶ ἀποστόλους, ὡς ἀλλότριον τῆς πίστεως ἡμῶν κέκριται.
η΄. Ἐν δὲ τῷ ὀγδόῳ, τὴν τῶν ἁγίων ἀναιρεῖ μεσιτείαν, τάς τε τῶν ἀγγέλων προστασίας, ναὶ μὴν καὶ τὰς τῶν ἱερέων ὑπὲρ παντὸς τοῦ κόσμου ἐντεύξεις τε καὶ μεσιτείας, αἷς τὴν Ἐκκλησίαν διατηρεῖσθαι πιστεύομεν.
θ΄. Ἐν δὲ τῷ ἐνάτῳ, τὴν πίστιν γυμνὴν τῶν ἔργων σώζειν ὑπολαμβάνει· εἶναι δὲ ταύτην οὐκ ἔργον ἡμέτερον, ἀλλὰ τοῦ Χριστοῦ μόνον, ἔξωθεν δικαιοῦντος τὸν ἄνθρωπον διὰ τῆς ζωῆς καὶ τοῦ θανάτου αὐτοῦ, ἵνα μὴ δόξῃ καὶ ὁ ἀν­θρωπος πρὸς τὴν ἑαυτοῦ τι συμβάλλεσθαι σωτηρίαν.
ι΄. Ἐν δὲ τῷ δεκάτῳ, τὴν ἐπίγειον καὶ τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν συγχέων, τὴν ἀρχιερατικὴν ἀναιρεῖ ἐπιστασίαν καὶ δι’ αὐτῆς ὅλον τὸ τῆς Ἐκκλησίας πλή­ρωμα· οὗ τί ἂν εἴη ἀκοσμότερον;
ια΄. Ἐν δὲ τῷ ἑνδεκάτῳ, μέλη τῆς ἐνταῦθα Ἐκκλησίας μόνους τοὺς ἐκλεκτοὺς εἶναι βούλεται, καὶ οὐ τοὺς ἁπλῶς κοινωνοῦντας καὶ μετέχοντας τῶν ἐκείνης μυστηρίων μετὰ πίστεως, ὡς τὸν Παῦλον, ὅτε τὴν Ἐκκλησίαν ἐπόρθει, μέλος ἐκείνης εἶναι, διὰ τὸ ἐκ κοιλίας αὐτὸν ἀφωρίσθαι, τὸν δὲ Ἰούδαν, ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις δυνάμεις ἐκτελοῦντα, μὴ μέλος αὐτῆς τηνικαῦτα χρηματίσαι.
ιβ΄. Ἐν δὲ τῷ δωδεκάτῳ, ἀγωνιζόμενος ὁ συγγραφεὺς τὰς τῶν πατέρων διδασκαλίας ἐκ μέσου ἆραι, τὴν Ἐκκλησίαν φησὶν ὑπὸ τοῦ παναγίου Πνεύματος διδάσκεσθαι· ὃ ἀληθὲς ὄν, αὐτὸς κακοήθως εἰσάγει. Διδάσκεται μὲν γὰρ ὑπὸ τοῦ παναγίου Πνεύματος ἡ Ἐκκλησία ἡμῶν, ἀλλ’ οὐκ ἀμέσως, γλώσσαις δὲ καὶ χερσὶν ἀνθρωπίναις κεχρημένου τοῦ Πνεύματος. Ἄνθρωποι γὰρ ἦσαν οἵ τε προφῆται καὶ ἀπόστολοι, οἱ τὸν λόγον τοῦ Κυρίου κηρύξαντες καὶ γράψαντες· καίτοι τῶν λόγων ἐκείνων λεγομένων εἷναι τοῦ Πνεύματος καὶ θείων, ὡς ἐκεῖθεν ἐμπνευσθέντων, καὶ μηδὲν κεκτημένων ἀνθρώπινον. Καὶ ἡ Ἐκκλησία γοῦν ὑπὸ τῶν θεοπνεύστων λογίων τῶν πατέρων διδασκόμενη, οὐ λέγεται ὑπ’ ἀνθρώπων, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος διδάσκεσθαι. Ἐκεῖνοι γὰρ Πνεύματι θείῳ κινούμενοι διδάσκουσιν ἡμᾶς οὐ κατ’ ἄνθρωπον, ἀλλὰ καθ’ ἣν ἀπὸ τοῦ Πνεύματος ἔλαβον ἔμπνευσιν, ὃ δῆλον ἐξ ἧς πρὸς ἀλλήλους ἔχουσι συμφωνίας. Τὸ δὲ τὴν Ἐκκλησίαν ἀποφαίνεσθαι (ἐν τῷ αὐτῷ κεφαλαίῳ) δυνατὸν εἶναι ἁμαρτάνειν, καὶ ταῦτα τὸ Πνεῦμα κεκτημένην διδάσκαλον καὶ τὸν Χριστὸν κεφαλήν, περὶ ἧς εἴρηται, ὅτι σπίλον ἢ ῥυτίδα οὐκ ἔχει, ἀλλ’ ὅλη ἐστὶ καλὴ καὶ τελεία, ὡς δυσσεβὲς ἀποκεκήρυκται.
ιγ΄. Τὸ δὲ δέκατον τρίτον ἐκβάλλει τὰ καλὰ τῶν ἔργων τῆς τῶν ἀνθρώπων σωτηρίας, ἀναιροῦν διὰ τούτου, τὸ γ’ ἐπ’ αὐτῷ, οὐ μόνον ἀρετὴν πᾶσαν καὶ βίον ἔνθεον, ἀλλὰ καὶ πᾶσαν τὴν ἱερὰν Γραφὴν ἐπὶ τὰς ἀγαθὰς τῶν πράξεων τοὺς πάντας προορμῶσαν, ἐφ’ ᾧ σωτηρίας τύχοιεν.
ιδ΄. Τὸ δὲ τέταρτον καὶ δέκατον, κατὰ τοῦ αὐτεξουσίου στρατευόμενον, τὴν ἀνθρωπίνην παρασαλεῦσαι φύσιν ἀποπειρᾶται, τὸ εἶναι αὐτῆς κεκτημένην ἐν τῷ λογικῷ τε καὶ αὐτεξουσίῳ.
ιε΄. Ἐν δὲ τῷ δεκάτῳ πέμπτῳ, τὰ πέντε τῆς Ἐκκλησίας ἀρνεῖται μυστήρια, τὴν ἱερωσύνην, τὸ ἱερὸν μύρον, τὸ εὐχέλαιον, τὴν διὰ τῆς μετανοίας ἐξομολόγησιν καὶ τὸν τέλειον γάμον· ἃ πάντα, ὡς ἱερὰ καὶ θείας χάριτος μεταδοτικά, ἡμῖν ἡ ἀρχαία κατέλιπε παράδοσις.
ις΄. Καὶ τὰ λοιπὰ δὲ δύο καθομολογῶν μυστήρια ἐν τοῖς δυσὶν ἐφεξῆς κεφαλαίοις, οὐχ ὑγιῶς τὴν δύναμιν αὐτῶν ἐκτίθησι. Τῷ μὲν γὰρ βαπτίσματι οὕτω δικαιοῦσθαι οἴεται τὸν βαπτιζόμενον, ὡς μὴ οἷόν τε εἶναι κατ’ οὐδένα τρόπον ἀπολέσθαι, ἐπιλελησμένος τῶν μὴ τοῦτο φυλαξάντων ἀμόλυντον, μήτε τὴν πίστιν μέχρι τέλους τετηρηκότων, καὶ διὰ τοῦτο μηδὲν τῷ λουτρῷ ἀποναμένων, ἀλλὰ τῇ αἰωνίῳ κατακριθέντων κολάσει.
ιζ΄. Τὴν θείαν δὲ εὐχαριστίαν οὕτω διαρρήγνυσιν, ὡς μηδὲν αὐτῇ ἕτερον, εἰ μὴ τύπον ψιλὸν ἐγκαταλείπειν, ὡσανεὶ ἔτι τῇ σκιᾷ τοῦ παλαιοῦ νόμου ἐλατρεύομεν. Οὐ γάρ φησιν εἶναι σῶμα Χριστοῦ ἀληθινὸν τὸν ὁρώμενον καὶ ἐσθιόμενον ἄρτον, ἤδη ἁγιασθέντα, ἀλλὰ τὸν νοούμενον πνευματικῶς, ἢ μᾶλλον εἰπεῖν φανταζόμενον, ὃ πάσης ἀσεβείας ἀνάπλεων. Ὁ γὰρ Ἰησοῦς οὐκ ἔφησε, τοῦτό ἐστιν ὁ τύπος τοῦ σώματός μου, ἀλλὰ «τοῦτό ἐστι τὸ σῶμά μου, καὶ τοῦτό ἐστι τὸ αἷμά μου»· τοῦτο δηλαδὴ τὸ ὁρώμενον καὶ λαμβανόμενον καὶ ἐσθιόμενον καὶ κλώμενον, ἁγιασθὲν ἤδη καὶ εὐλογηθέν.
ιη΄. Ἔσχατον δὲ πάντων, ἐπὶ προφάσει δῆθεν τοῦ καταβαλεῖν τὸ καθαρτήριον πῦρ, τὰς νενομισμένας ἡμῖν ἐπὶ τοῖς ἀποιχομένοις μνείας ἐκβαλεῖν κατεπείγεται, δι’ ὧν ἐλπίζομεν ἄνεσιν αὐτοῖς καὶ ἀναψυχὴν παρὰ Θεοῦ καταπέμπεσθαι τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν.
Πρὸς τούτοις ἐνεφανίσθησαν καὶ ἃς τοῖς κεφαλαίοις προσέθηκαν ἐρωτήσεις, καὶ ἐγνώσθησαν πάσῃ τῇ ἁγίᾳ ταύτῃ συνόδῳ, οὐδὲν ἄμεινον τῶν κεφαλαίων διακείμεναι. Οὐ μόνον γὰρ τὰς τῆς Γραφῆς ἑρμηνείας, τὰς τοῖς πατράσιν ἡμῶν ἐκπονηθείσας, ὡς καὶ πρότερον, παρακρούεται, ἀλλὰ καί τινα τῶν ἐκείνης ἀθετεῖ βιβλίων, ἅπερ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι ὡς κανονικὰ ἐδέξαντο. Καὶ ἐπὶ πᾶσι, τὴν τῶν σεπτῶν καὶ ἁγίων εἰκόνων σχετικὴν ἀποβάλλεται προσκύνησιν, ἣν ἡ ἑβδόμη ἐκύρωσεν οἰκουμενικὴ ἁγία σύνοδος.
Διὰ τοῦτο τά τε κεφάλαια ταῦτα καὶ τὰς ἐρωτήσεις κοινῇ ψήφῳ τελείως (φησὶν ἡ ἁγία σύνοδος αὕτη) ἀνατρέπομεν, καὶ τῆς ἡμετέρας αὐλῆς ἀπελαύνομεν, ὡς αἱρέσεων πεπληρωμένα καὶ πάντῃ ἀλλότρια τῆς ὀρθοδόξου ἡμῶν πίστεως· τόν τε συγγράψαντα ξένον τῆς ἡμῶν κρίνομεν θρησκείας, πᾶσι δηλοποιοῦντες ὡς καταψεύδεται ἡμῶν ὁ τούτων συγγραφεύς, λέγων τὴν ἰδίαν αὐτοῦ πίστιν ἀνατο­λικὴν ὁμολογίαν εἶναι τῆς χριστιανικῆς πίστεως τῶν Γραικῶν, καλβινικὴν οὖσαν καὶ οὐχ ἡμετέραν. Τοὺς δὲ ταῦτα τὰ κεφάλαια ὡς ἀληθῆ καὶ εὐσεβῆ δῆθεν ἀναγινώσκοντας καὶ διακρατοῦντας, ὑπερμαχοῦντας αὐτῶν εἴτε λόγοις εἴτε συγγράμμασιν, ὡς συμφρονοῦντας καὶ συγκοινωνοῦντας αὐτοῦ ταῖς αἱρέσεσι καὶ λυμεῶ­νας τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἀποβάλλομεν τῆς τῶν πιστῶν ὁμηγύρεως, καὶ ὡς ἐθνικοὺς καὶ τελώνας λογίζεσθαι διαταττόμεθα, μηδεμίαν κοινωνίαν ἔχοντας μεθ’ ἡμῶν, ὁποίας ἂν εἴησαν καταστάσεως· καὶ ἔστωσαν τῷ αἰωνίῳ ἀναθέματι ὑπόδικοι, καὶ ἀφωρισμένοι παρὰ Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύματος, τοῦ ἑνὸς τῇ φύσει μόνου Θεοῦ, ἔν τε τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, καὶ κατηραμένοι καὶ ἀσυγχώρητοι καὶ ἄλυτοι μετὰ θάνατον καὶ μέτοχοι τῆς αἰωνίου κολάσεως. Οὔτε γάρ ποτε ἡ ἡμέτερα Ἐκκλησία τοῖς τοιούτοις καθυπήχθη δόγμασι, μήτε μὴν ἐς τοὐπιὸν τοσοῦτον κατενεχθείη, χάριτι τοῦ ὁδηγοῦντος αὐτὴν καὶ κυβερνῶντος Πνεύματος. Εἰς πίστωσιν δὲ τῆς παρούσης πράξεως καὶ ἀσφάλειαν κατεστρώθη τὸ πάρον ἐν τῷ ἱερῷ κώδικι τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας, ὑπογραφὲν ἰδίαις χερσὶ τῶν ἱερωτάτων ἀρχιερέων καὶ λογιωτάτων κληρικῶν.
Ἐν ἔτει σωτηρίῳ χιλιοστῷ ἑξακοσιοστῷ τεσσαρακοστῷ δευτέρῳ, μηνὶ Μαΐῳ, ἰνδικτιῶνος δεκάτης.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 578-581.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου