Δευτέρα 27 Μαρτίου 2017

Επιστολή της εν Ιασίω Συνόδου (1642 μ.Χ.)


ΕΠΙΣΤΟΛΗ ΤΗΣ ΕΝ ΙΑΣΙΩ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΠΡΟΣ
ΤΟΝ ΗΓΕΜΟΝΑ ΤΗΣ ΜΟΛΔΟΒΛΑΧΙΑΣ
1642 μ.Χ.
(ΠΕΡΙ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)

Τῷ ἐκλαμπροτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Δουκί, θεοσεβεστάτῳ αὐθέντῃ καὶ ἡγεμόνι πάσης Μολδοβλαχίας, κυρίῳ κυρίῳ Ἰωάννῃ Βασιλείῳ Βοεβόδᾳ, σωτηρίαν παρὰ Θεοῦ.

Σὸν ἦν ὡς ἀληθῶς, Δοὺξ μεγαλοπρεπέστατε, τύποις ἐκδοῦναι καὶ τὰ συνοδικὰ ταὐτὶ γράμματα. Ἐπειδὴ γάρ σοι τὸ σύνθημα δέδωκεν ὁ Κύριος, τοῦ εἶναι τῆς Ἐκ­κλησίας αὐτοῦ πρόμαχον καὶ τῶν αἱρέσεων γενναῖον καταλύτην, σὲ μόνον ἐκ πάντων τῶν ἐπὶ γῆς ἡγεμόνων ὡς εὔχρηστον αὑτῷ ἐκλεξάμενος· τίνι ἂν ἄλλῳ ἐπέκειτο τὰς κακοδοξίας στηλιτεῦσαι, εἰ μὴ ἄρα τῇ σῇ θεοσεβεστάτῃ μεγαλονοίᾳ, ὃς ἰδὼν τὰς τοῦ Χριστοῦ Ἐκκλησίας ταραττομένας ἐπὶ τοῖς νεωστὶ ἀναφανεῖσι καλουϊνικοῖς κεφαλαίοις, διατεινομένοις ἡμετέροις εἶναι, τῷ ἐπιγράφεσθαι «ἀνατολικὴ ὁμο­λογία τῆς χριστιανικῆς πίστεως», οὐδ’ ὁτιοῦν κατενάρκησας, ἀλλὰ πάντα κάλων κινήσας, οὐκ ἀπέστης ἕως οὗ μεταπεμψάμενος τοποτηρητὰς τοῦ ἁγιωτάτου καὶ ἀποστολικοῦ θρόνου τοῦ οἰκουμενικοῦ καὶ πάσης τῆς περὶ αὐτὸν ἱερᾶς συνόδου, καὶ ἀπὸ Ῥωσίας λεγάτους τῆς ἐκεῖθεν Ἐκκλησίας, σὺν αὐτοῖς πάντα τὰ νενοθευμένα κατέρραξας δόγματα, δημοσίοις βίβλοις ἐγκρίνας τε καὶ κυρώσας τὰ τῆς Ἀνατο­λικῆς Ἐκκλησίας γνήσια διδάγματα· καὶ νῦν πᾶσι τοῖς χριστιανῶν παισὶν Ὀρθοδόξοις, ἐκκαλύπτων τὸν ἐγκεκρυμμένον ἰὸν τοῖς κεφαλαίοις ἐκείνοις, κοινῶς προκεῖσθαι ἐθέσπισας, ἣν ἔχει δόξαν περὶ αὐτὰ ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλη Ἐκκλησία, ἐφ’ ᾧ ἔχει πανταχῇ τὰ τοῦ Κυρίου πρόβατα διαγινώσκειν, ὁποίων βρώματων ἀπέχεσθαι χρή, καὶ ποίαις τισὶ νομαῖς ἀναμφιβόλως προσπέλαζειν. Διὸ χαρίτας τῷ Θεῷ ἀποδιδόντες ἐπὶ τοῖς διὰ σοῦ παρ’ αὐτοῦ οἰκονομηθεῖσιν ἡμῖν, ἐξ ὅλης ψυχῆς ἱκετεύομεν αὐτὸν τὴν παροῦσαν ζωὴν μακραίωνά τε καὶ εἰρηνικήν σο δωρήσασθαι, τὸν τῆς ἡγεμονίας θρόνον μέχρι τέλους κοσμοῦντα ἐν τῇ αὐτοῦ χάριτι, ἐν <δέ> τῇ μελλούσῃ ἐκ τῶν ἐπὶ γῆς <εἰς> τὰ οὐράνια μεταθέσθαι σε βασίλεια.

Οἱ ἀπὸ Κωνσταντινουπόλεως λεγάτοι καὶ ἐξάρχοι Πατριαρχικοί.
   Ὁ πρῴην Νικαίας Πορφύριος.
   Μελέτιος Συρίγος, Ἱερομόναχος καὶ κῆρυξ τοῦ Εὐαγγελίου.
Καὶ οἱ ἀπὸ Ῥωσίας λεγάτοι.
   Ἡσαΐας Τρόφιμος, ἡγούμενος τοῦ ἁγίου Νικολάου.
   Ἰγνάτιος ὁ Ξενοβίκιος, ὁ τοῦ Εὐαγγελίου κῆρυξ.
   Ἰωσὴφ Κονονοβίκιος, ἡγούμενος τῶν ἁγίων Θεοφανείων.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 581-582.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου