Παρασκευή 31 Μαρτίου 2017

Συνοδική επικύρωσις Ομολογίας Πέτρου Μογίλα (1643 μ.Χ.)


ΣΥΝΟΔΙΚΗ ΕΠΙΚΥΡΩΣΙΣ
ΤΗΣ
ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ
1643 μ.Χ.

Παρθένιος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.
Ἡ μετριότης ἡμῶν μετὰ καὶ τῆς περὶ αὐτὴν ἱερᾶς τῶν ἀρχιερέων Συνόδου καὶ τοῦ κλήρου, διελθόντες τὸ πεμφθὲν ἡμῖν παρὰ τῆς ἀδελφῆς ἡμῶν Ἐκκλησίας τῆς μικρᾶς Ῥωσίας βιβλίον, τὸ ἐπιγραφὴν ἔχον, «Ὁμολογία τῆς ὀρθοδόξου πίστεως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τοῦ Χριστοῦ», τὴν πραγματείαν αὐτοῦ ποιούμενον ἐν τρισὶ μέρεσιν, εἴς τε τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τὴν ἐλπίδα· καὶ τὴν μὲν πίστιν διαιροῦν εἰς τὰ δώδεκα ἄρθρα τῆς πίστεως, ἤτοι τοῦ ἱεροῦ συμβόλου· τὴν δὲ ἀγάπην εἰς τὰς δέκα ἐντολὰς καὶ εἰς λοιπὰ ἀναγκαῖα τῆς ἱερᾶς καὶ θεοπνεύστου παλαιᾶς τε καὶ νέας Γραφῆς· καὶ τὴν ἐλπίδα εἰς τὴν κυριακὴν φωνὴν καὶ τοὺς ἐννέα μακαρισμοὺς τοῦ ἱεροῦ Εὐαγγελίου· εὕρομεν αὐτὸ ἐπακόλουθον τοῖς δόγμασι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ὁμόφωνον τοῖς ἱεροῖς κανόσι, κατ’ οὐδὲν ἐναντιούμενον αὐτῇ· οὗ τὸ ἀντικρὺ δεύτερον μέρος εἰς λατινικὴν γλῶσσαν ἐμπεριέ­χεται, καὶ οὐ διήλθομεν αὐτὀ. Ἐπικυροῦμεν οὖν αὐτό, μόνον τὸ ἐν τῇ ἡμέτερᾳ διαλέκτῳ τυγχάνον, καὶ ἀποφαινόμεθα γνώμῃ κοινῇ συνοδικῇ, πάντα εὐσεβῆ καὶ ὀρθόδοξον ὄντα ὑπὸ τὴν Ἀνατολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν χριστιανόν, ἀναγνώσκειν αὐτό, καὶ μὴ ὀποστρέφεσθαι. Ὅθεν καὶ ὑπεγράφη εἰς διηνεκῆ τὴν ἀσφάλειαν, ἐν ἔτει αχμγ΄, μηνὶ Μαρτίῳ, ἡμέρᾳ ια΄.
Παρθένιος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.
Ἰωαννίκιος ἐλέῳ Θεοῦ Πάπας καὶ Πατριάρχης τῆς μεγάλης πόλεως Ἀλεξαν­δρείας καὶ κριτὴς τῆς οἰκουμένης.
Μακάριος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς μεγάλης θεουπόλεως Ἀντιόχειας.
Παΐσιος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ.

(Ἕπονται 22 ὑπογραφαὶ συνοδικῶν ἀρχιερέων καὶ ἄλλων ὀφφικιούχων κληρικῶν).

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 592-593.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου