ΑΜΦΙΛΟΧΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ
ΠΕΡΙ
ΤΩΝ
ΚΑΝΟΝΙΚΩΝ ΒΙΒΛΙΩΝ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
(+ 400 μ.Χ.)
Πλὴν ἀλλ’ ἐκεῖνο
προσμαθεῖν μάλιστά σοι
Προσῆκον. Οὐχ ἅπασα
βίβλος ἀσφαλής,
Ἡ σεμνὸν ὄνομα τῆς
Γραφῆς κεκτημένη·
Εἰσὶ γάρ εἰσιν ἒσθ’
ὅτε ψευδώνυμοι
Βίβλοι, τινὲς μὴν
ἔμμεσοι καὶ γείτονες,
Ὡς ἄν τις εἴποι, τῶν
ἀληθείας λόγων·
Αἱ δ’ ἄρα νόθοι τε καὶ
λίαν ἐπισφαλεῖς,
Ὥσπερ παράσημα καὶ
νόθα νομίσματα,
Ἃ βασιλέως μὲν τὴν
ἐπιγραφὴν ἔχει,
Κίβδηλα δ’ ἐστί, ταῖς
ὕλαις δολούμενα.
Τούτου χάριν σοι τῶν
θεοπνεύστων ἐρῶ
Βίβλων ἑκάστην. Ὡς δ’
ἂν εὐκρινῶς μάθῃς,
Ἡ Πεντάτευχος τὴν
Κτίσιν, εἶτ’ Ἔξοδος,
Λευϊτικόν τε τὴν μέσην
ἔχει βίβλον·
Μεθ’ ἣν Ἀριθμούς, εἶτα
Δευτερονόμιον.
Τούτοις Ἰησοῦν
προστίθει καὶ τοὺς Κριτάς.
Ἔπειτα τὴν Ῥούθ·
Βασιλειῶν τε τέσσαρας
Βίβλους· Παραλειπομένων
δέ γε δύο βίβλοι·
Ἔσδρας ἐπ’ αὐταῖς
πρῶτος, εἶθ’ ὁ δεύτερος.
Ἑξῆς στιχηρὰς πέντε σοι
βίβλους ἐρῶ·
Στεφθέντα τ’ ἄθλοις
ποικίλων παθῶν Ἰώβ,
Ψαλμῶν τε βίβλον,
ἐμμελὲς ψυχῶν ἄκος.
Τρεῖς δ’ αὖ Σολομῶντος
τοῦ σοφοῦ· Παροιμίαι,
Ἐκκλησιαστής, ᾏσμα τ’
αὖ τῶν ᾀσμάτων.
Ταύταις Προφήτας
προστίθει τοὺς δώδεκα·
Ὠσηὲ πρῶτον, εἶτ’ Ἀμὼς
τὸν δεύτερον,
Μιχαίαν, Ἰωήλ, Ἀβδίαν,
καὶ τὸν τύπον
Ἰωνᾶν αὐτὸν τοῦ
τριημέρου πάθους·
Ναοὺμ μετ’ αὐτούς·
Ἀββακοὺμ εἶτ’ ἔνατον·
Σοφονίαν, Ἀγγαῖον τε,
καὶ Ζαχαρίαν.
Διώνυμόν τε ἄγγελον
Μαλαχίαν.
Μεθ’ οὓς Προφήτας
μανθάνε τοὺς τέσσαρας·
Παρρησιαστὴν τὸν μέγαν
Ἡσαΐαν·
Ἱερεμίαν τε συμπαθῆ,
καὶ μυστικὸν
Ἰεζεκιήλ, ἔσχατον δὲ
Δανιήλ,
Τὸν αὐτὸν ἔργοις καὶ
λόγοις σοφώτατον.
Τούτοις προσεγκρίνουσι
τὴν Ἐσθήρ τινες.
Καινῆς Διαθήκης ὥρα
μοι βίβλους λέγειν.
Εὐαγγελιστὰς τέσσαρας
δέχου μόνους,
Ματθαῖον, εἶτα Μᾶρκον,
οἷς Λουκᾶν τρίτον
Προσθείς, ἀρίθμει τὸν
Ἰωάννην χρόνῳ
Τέταρτον, ἀλλὰ πρῶτον
ὕψει δογμάτων,
Βροντῆς γὰρ υἱὸν
εἰκότως τοῦτον καλῷ,
Μέγιστον ἠχήσαντα τῷ
Θεοῦ λόγῳ.
Δέχου δὲ βίβλον Λουκᾶ
καὶ τὴν δευτέραν,
Τὴν τῶν καθολικῶν
Πράξεων Ἀποστόλων.
Τὸ σκεῦος ἑξῆς
προστίθει τῆς ἐκλογῆς,
Τὸν τῶν ἐθνῶν κήρυκα,
τὸν ἀπόστολον
Παῦλον, σοφῶς γράψαντα
ταῖς Ἐκκλησίαις
Ἐπιστολὰς δὶς ἑπτά·
Ῥωμαίοις μίαν,
ᾟ χρὴ συνάπτειν πρὸς
Κορινθίους δύο,
Τὴν πρὸς Γαλάτας, τήν
τε πρὸς Ἐφεσίους,
Μεθ’ ἣν τὴν ἐν Φιλίπποις,
εἶτα τὴν γεγραμμένην
Κολοσσαεῦσι,
Θεσσαλονικεῦσι δύο,
Δύο Τιμοθέῳ, Τίτῳ δὲ
καὶ Φιλήμονι,
Μίαν ἑκάστῳ, καὶ πρὸς
Ἑβραίους μίαν.
Τινὲς δέ φασι τὴν πρὸς
Ἑβραίους νόθον,
Οὐκ εὖ λεγοντες· γνησία
γὰρ ἡ χάρις.
Εἶεν. Τὶ λοιπόν;
Καθολικὰς ἐπιστολὰς
Τινὲς μὲν ἑπτά φασιν·
οἱ δὲ τρεῖς μόνας
Χρῆναι δέχεσθαι, τὴν
Ἰακώβου μίαν,
Μίαν τε Πέτρου, τοῦ τ’
Ἰωάννου μίαν.
Τινὲς δὲ τὰς τρεῖς,
καὶ πρὸς αὐταῖς τὰς δύο
Πέτρου δέχονται, τὴν
Ἰούδα δ’ ἑβδόμην.
Τὴν δ’ Ἀποκάλυψιν τοῦ
Ἰωάννου πάλιν,
Τινὲς μὲν ἐγκρίνουσιν,
οἱ πλείονες δέ γε
Νόθον λέγουσιν. Οὗτος
ἀψευδέστατος
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 281-282.
[1] ΡΠΣ, IV, 365/7.
Πηδάλιον, σ. 398/9. Πρβλ. καὶ καν. Ἀποστ. 85, Λαοδ. 59, 60, Καρθ. 24, Μ. Ἀθανασίου
(Ἰω. Καρμίρη, Μνημεῖα, Ι, ἔκδ. β΄, σ. 273/4), Γρηγορίου Θεολόγου (αὐτόθι, σ.
279/80).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου