ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ
ΘΕΟΦΙΛΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(+ 412 μ.Χ.)
Κανὼν 2. Περὶ τῶν
κοινωνησάντων τοῖς Ἀρειανοις καὶ μέχρι τοῦ νῦν τὰς ἐκκλησίας κατεχόντων, ὡς
ἔχει τὸ ἔθος γινέσθω. Οὕτω μέν τοι, ὥστε ἑτέρους καταστῆναι μαρτυρουμένους ἐν
Ὀρθοδοξίᾳ, κἀκείνους αὐλίζεσθαι· οὕτως οἰκονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν
ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαΐδι ὀρθόδοξοι ἐπίσκοποι, οἱ
καταστάντες παρὰ τοῦ Ἀπόλλωνος τοῦ ἐπισκόπου καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς
ἐκκλησίας Ἀρειανοῖς, ἐπιτιμάσθωσαν, εἴγε γνώμῃ ἑαυτῶν πεποιήκασι τοῦτο. Εἰ δὲ
ὑπήκοοι γεγόνασι τῷ οἰκείῳ ἐπισκόπῳ, αὐλιζέσθωσαν ὡς μὴ ἐπεγνωκότες τὸ εὔλογον.
Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι
χειροτονείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ’ ἐκείνων οἷς κεκοινωνήκασι,
ταύτης καὶ οὗτοι ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν Θηβαΐδι πάντες
ὀρθόδοξοι ἐπίσκοποι[1].
Κανὼν 12. Δεδήλωκέ μοι
ἡ σὴ εὐλάβεια, ὥς τινες τῶν ὀνομαζόντων ἑαυτοὺς Καθαρούς, προσελθεῖν βούλονται
τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ τοίνυν ἡ μεγάλη Σύνοδος, ἡ γενομένη ἐν Νικαίᾳ παρὰ τῶν μακαρίων
Πατέρων ἡμῶν ὥρισεν, ὥστε χειροτονεῖσθαι τοὺς ποοσερχομένους, θέλησον κατὰ τὸν
τύπον τοῦτον τοὺς ἐθέλοντας προσέρχεσθαι τῇ Ἐκκλησίᾳ χειροτονεῖν, εἴ γε ὁ βίος
αὐτῶν ὀρθός ἐστι καὶ μηδὲν τούτοις ἀντίκειται[2].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 282.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου