Τετάρτη 28 Οκτωβρίου 2015

Της εν Καρθαγένη Συνόδου, «Δογματικοί» Κανόνες (419 μ.Χ.)


ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ ΚΑΡΘΑΓΕΝῌ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (419 μ.Χ.)

Κανὼν 1: Αὐρήλιος ἐπίσκοπος εἶπε. Ταῦτα οὕτω παρ’ ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ’ ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ’ ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι.
Κανὼν 2: Σύμπασα ἡ Σύνοδος εἶπε. Θέλοντος τοῦ Θεοῦ, ἴσῃ ὁμολογίᾳ ἡ ἐκκλησια­στική πίστις, ἡ δι’ ἡμῶν παραδιδομένη, ἐν ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτύπως ὁμολογητέα ἐστίν· ἔπειτα ἡ ἐκκλησιαστικὴ τάξις μετὰ συναινέσεως ἑκάστου καὶ ὁμοῦ πάντων φυλακτέα ἐστί. Πρὸς βεβαιωτέας δὲ τὰς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν τῶν ἔναγχος χειροτονη­θέντων διανοίας, ταῦτα δεῖ προσθεῖναι, ἃ παρὰ τῶν Πατέρων βεβαίᾳ διατυπώσει παρελάβομεν, ὥστε τῆς Τριάδος, τουτέστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τὴν ἑνότητα, τὴν μηδεμίαν ἔχειν διαφορὰν γινωσκομένην, ἣν ταῖς ἡμετέραις διανοίαις ἐγκαθιερωθεῖσαν κατέχομεν· καὶ καθὼς ἐμάθομεν, οὕτω τοὺς λαοὺς τοῦ Θεοῦ διδάξομεν. Ὁμοίως ἀπὸ πάντων τῶν ἐπισκόπων τῶν ἐναγχος προαχθέντων ἐλέχθη φανερῶς, οὕτω δεχόμεθα, οὕτω κατέχομεν, οὕτω διδάσκομεν, τῇ πίστει τῇ εὐαγγε­λικῇ ἅμα τῇ ὑμετέρᾳ διδασκαλίᾳ ἑπόμενοι.

Κανὼν 24 (32): Ὁμοίως ἤρεσεν, ἵνα, ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ’ ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται: Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον, Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλει­πομένων βίβλοι δύο, Ἰώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἒσδρα βίβλοι δύο. Τῆς Νέας Διαθήκης: Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαί Παύλου δεκα­τέσσαρες, Πέτρου ἀποστόλου δύο, Ἰωάννου ἀποστόλου τρεῖς, Ἰακώβου ἀποστόλου μία, Ἰούδα ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀναγνωστέα παρελάβομεν[1].
Κανὼν 48 (57): Ἐκεῖνο δὲ ἀναφέρομεν ἐνταλὲν ἡμῖν, τὸ καὶ ἐν τῇ Συνόδω τῇ ἐν Καπούῃ ὁρισθέν, ὥστε μὴ ἐξεῖναι γίνεσθαι ἀναβαπτίσεις ἢ ἀναχειροτονήσεις ἢ μετακινήσεις ἐπισκόπων...
Κανὼν 57 (66): ...Τοὺς παρὰ τοῖς Δονατισταῖς μικροὺς βαπτιζομένους καὶ μηδέπω δυναμένους γινώσκειν τῆς πλάνης αὐτῶν τὸν ὄλεθρον, μετὰ τὸ εἰς κεῖραν λογισμοῦ δεκτικὴν παραγενέσθαι ἐπιγνωσθείσης τῆς ἀληθείας, τὴν φαυλότητα ἐκείνων βδελυττομένους, πρὸς τὴν Καθολικὴν τοῦ Θεοῦ Ἐκκλησίαν, τὴν ἀνὰ πάντα τὸν κόσμον διακεχυμένην, τάξει ἀρχαίᾳ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἀναδεχθῆναι τοὺς τοιούτους ἐκ τοῦ τῆς πλάνης ὀνόματος μὴ ὀφείλειν ἐμποδίζεσθαι εἰς τάξιν κληρώσεως, ὁπόταν τὴν ἀληθινὴν Ἐκκλησίαν ἰδίαν ἑαυτῶν ἐλογίσαντο τῇ πίστει προσερχόμενοι, καὶ ἐν αὐτῇ τῷ Χριστῷ πιστεύσαντες, τῆς Τριάδος τὰ ἁγιάσματα ὑπεδέξαντο...
Κανὼν 68 (77): Ἐς ὕστερον ἤρεσεν, ἵνα ... τῶν Δονατιστῶν οἱτινεσδήποτε κληρικοί, διορθουμένης τῆς βουλῆς πρὸς τὴν καθολικὴν ἑνότητα μετελθεῖν θελήσοιεν, κατὰ τὴν ἑνὸς ἑκάστου καθολικοῦ ἐπισκόπου προαίρεσιν καὶ βουλὴν τοῦ ἐν τῷ αὐτῷ τόπῳ κυβερνῶντος τὴν ἐκκλησίαν, ἐὰν τοῦτο συμβάλλεσθαι τῇ τῶν χρι­στια­νῶν εἰρήνῃ φανείη, ἐν ταῖς ἰδίαις τιμαῖς αὐτοὺς ἀναδεχθῆναι· καθὼς καὶ ἐν τοῖς προλαβοῦσι χρόνοις περὶ τῆς αὐτῆς διαστάσεως γενέσθαι φα­νε­ρόν ἐστιν...
Κανὼν 72 (80): Ὁμοίως ἤρεσε περὶ τῶν νηπίων, ὁσάκις μὴ εὑρίσκονται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνεσθαι ἐπιτη­δείως ἔχουσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι, μή ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστερήσῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἀγιασμοῦ καθάρσεως· ἐκ τούτου γὰρ οἱ τοποτηρηταὶ τῶν Μαύρων ἀδελφοὶ ἡμῶν τοῦτο ἐβουλεύσαντο, ὅτι πολλοὺς τοιούτους ἀπὸ τῶν βαρβάρων ἐξαγοράζονται.
Κανὼν 109 (120): Ὅστις λέγῃ τὸν Ἀδάμ, τὸν πρωτόπλαστον ἄνθρωπον, θνητὸν γενόμενον οὕτως, ὡς εἴτε ἁμαρτήσοι, εἴτε μὴ ἁμαρτήσοι, τεθνηξόμενον ἐν τῷ σώματι, τουτέστιν ἐξελθεῖν ἐκ τοῦ σώματος μὴ τῇ ἀξίᾳ τῆς ἁμαρτίας, ἀλλὰ τῇ ἀνάγκῃ τῆς φύσεως, ἀνάθεμα ἔστω.
Κανὼν 110 (121): Ὁμοίως ἤρεσεν, ἵνα, ὅστις δήποτε τὰ μικρὰ καὶ νεογέννητα ἐκ τῶν γαστέρων τῶν μητέρων βαπτιζόμενα ἀρνεῖται ἢ λέγει εἰς ἄφεσιν ἁμαρτιῶν αὐτὰ βαπτίζεσθαι, μη­δὲν δὲ ἐκ τῆς τοῦ Ἀδὰμ ἕλκειν προγονικῆς ἁμαρτίας τὸ ὀφεῖλον καθαρθῆναι τῷ λουτρῷ τῆς παλιγγενεσίας, (ὅθεν γίνεται ἀκόλουθον, ὅτι ἐν τούτοις ὁ τύπος τοῦ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίσματος οὐκ ἀληθής, ἀλλὰ πλαστὸς νοεῖται), ἀνάθεμα εἴη· ἐπειδὴ οὐκ ἄλλως δεῖ νοῆσαι τὸ εἰρημένον τῷ ἀποστόλῳ, «δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτω εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐν ᾧ πάντες ἥμαρτον»[2], εἰ μὴ ὃν τρόπον ἡ Καθολικὴ Ἐκκλη­σία, ἡ πανταχοῦ διακεχυμένη καὶ ἡπλωμένη, ἀεὶ ἐνόησε. Διὰ γὰρ τὸν κανόνα τοῦτον τῆς πίστεως, καὶ οἱ μικροὶ ἔτι μὴν οἱ μηδὲν ἁμαρτημάτων εἰς ἑαυτοὺς ἔτι μὴν πλημμελεῖν δυνάμενοι, εἰς ἄφεσιν ἀμαρτιῶν ἀληθινῶς βαπτίζονται, ἵνα καθαρθῇ ἐν αὐτοῖς διὰ τῆς παλιγγενεσίας, ὅπερ εἵλκυσαν ἐκ τῆς ἀρχαιογονίας.
Κανὼν 111 (122): Ὁμοίως ἤρεσεν, ἵνα ὅστις δήποτε εἴποι τὴν χάριν τοῦ Θεοῦ, ᾗ τινι δικαιοῦται διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, πρὸς μόνην ἄφεσιν ἁμαρτιῶν ἰσχύειν τῶν ἤδη πεπλημμελημένων, καὶ μὴ παρέχειν ἔτι μὴν βοήθειαν πρὸς τὸ μὴ ἕτερα πλημμε­λεῖσθαι, ἀνάθεμα εἴη.
Κανὼν 112 (123): Ὁμοίως ὅστις δήποτε εἴποι τὴν αὐτὴν χάριν τοῦ Θεοῦ, τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τοῦτο μόνον ἡμῖν βοηθεῖν, πρὸς τὸ μὴ ἁμαρτάνειν ὅτι δι’ αὐτῆς ἡμῖν ἀποκαλύπτεται καὶ φανεροῦται ἡ γνῶσις τῶν ἁμαρτημάτων, ὥστε γινώσκειν ἅ δεῖ ἐπιζητεῖν καὶ ἃ δεῖ ἐκκλίνειν, οὐ μὴν δι’ αὐτῆς ἡμῖν παρέχεται, ἵνα ὅπερ γνῶμεν ποιητέον, καὶ ποιῆσαι ἔτι μὴν ἀγαπήσωμεν καὶ ἰσχύσωμεν, ἀνάθεμα εἴη. Τοῦ γὰρ Ἀποστόλου λέγοντος, ὅτι «ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ»[3], ἀσεβὲς πάνυ πιστεύειν, πρὸς μὲν τὸ φυσιοῦν ἡμᾶς ἔχειν τὴν χάριν τοῦ Χριστοῦ, πρὸς δὲ τὸ οἰκοδομεῖν μὴ ἔχειν· ὁπόταν ἑκάτερον δῶρόν ἐστι τοῦ Θεοῦ, καὶ τὸ εἰδέναι τί ποιεῖν δεῖ καὶ τὸ ἀγαπᾶν ὃ δεῖ ποιεῖν· ἵνα τῆς ἀγάπης οἰκοδομούσης, ἡ γνῶσις φυσιοῦν μὴ δυνηθῇ· ὥσπερ γὰρ ἐκ Θεοῦ γέγραπται, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, οὕτως ἔτι μὴν γέγραπται, «ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστίν»[4].
Κανὼν 113 (124): Ὁμοίως ἤρεσεν, ἵνα, ὅστις δήποτε εἴποι, διὰ τοῦτο τὴν χάριν ἡμῖν τῆς δικαιοσύνης δεδόσθαι, ἵνα, ὅπερ ποιεῖν διὰ τοῦ αὐτεξουσίου δυνάμεθα, εὐχερεστέρως πληρῶμεν διὰ τῆς χάριτος, ὡς ἂν εἰ καὶ ἡ χάρις μὴ ἐδίδοτο, οὐκ εὐχερῶς μέν, ἀλλ’ ὅμως ἠδυνάμεθα καὶ δίχα ἐκείνης ἔτι μὴν πληρῶσαι τὰς θείας ἐντολάς, ἀνάθεμα εἴη. Περὶ γὰρ τῶν καρπῶν τῶν ἐντολῶν ὁ Κύριος ἐλάλει, ὅπου οὐκ εἶπε, χωρὶς ἐμοῦ δυσχερῶς δύνασθε ποιεῖν· ἀλλ’ εἶπε, χωρὶς ἐμοῦ, οὐδὲν δύνασθε ποιεῖν[5].

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 259-261.





[1] Πρβλ. καὶ καν: Ἀποστ. 85, Λαοδ. 59, 60, Μ. Ἀθαν. Ἐπιστ. λθ΄, Γρηγ. Θεολ. Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον, σ. 397-8) καὶ Ἀμφιλοχίου Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον, σ. 398-9).
[2] Ῥωμ. 5,12.
[3] Α΄ Κορ. 8,1.
[4] Α΄ Ἰω. 4,7.
[5] Ἰω. 15,5. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου