Τετάρτη 18 Νοεμβρίου 2015

Απόσπασμα εκ του «Συνοδικού της Ορθοδοξίας» (843 μ.Χ.)


ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ «ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(843 μ.Χ.)

Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπε­φρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοή­μασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέ­μον­τες.

Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν...
Ἐν γὰρ ταῖς εἰκόσιν ὁρῶμεν τὰ ὑπὲρ ἡμῶν τοῦ δεσπότου πάθη, τὸν Σταυ­ρόν, τὸν Τάφον, τὸν ᾅδην νεκρούμενον καὶ σκυλευόμενον, τῶν μαρ­τύρων τοὺς ἄθλους, τοὺς στεφάνους, αὐτὴν τὴν σωτηρίαν, ἣν ὁ πρῶτος ἡμῶν ἀθλο­θέτης καὶ ἀ­θλοδότης καὶ στεφανίτης «ἐν μέσῳ τῆς γῆς κα­τειρ­γάσατο». Ταύ­την σήμε­ρον τὴν πανήγυριν ἑορτάζομεν, ἐν ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευ­φραι­νόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν. Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια μόνος. Τοὺς φαυλιστὰς γὰρ τῆς σῆς δόξης ἐξεμυκτήρισας, τοὺς τολ­μη­τὰς κατὰ τῆς εἰκόνος καὶ θρασεῖς, δειλοὺς καὶ πεφευγότας ἀπέδειξας.
Ἀλλ’ ἡ μὲν εἰς Θεὸν εὐχαριστία καὶ τὸ δεσποτικὸν κατὰ τῶν ἀντιπάλων τρόπαιον ἐν τούτοις· τὰ δέ γε κατὰ τῶν εἰκονομαχούντων ἆθλά τε καὶ παλαίσματα ἕτερος λόγος καὶ λογογραφία διεξοδικωτέρα δηλώσει. Ὡς ἐν καταπαύσει δέ τινι τῇ μετὰ τὴν ἐρημικὴν πάροδον, εἰς κατάσχεσιν τῆς νοητῆς Ἰερουσαλὴμ καθεστῶτες, μωσαϊκῇ τινι μιμήσει, μᾶλλον δὲ θεϊκῇ δι­ακελεύσει, οἷα στήλῃ τινὶ ἐκ μεγίστων λίθων συνηρμοσμένῃ καὶ πρὸς ἀποδοχὴν γραφῆς διατιθεμένῃ, ταῖς τῶν ἀδελφῶν καρδίαις τάς τε εὐλογίας αἳ ὀφείλονται τοῖς νομοφυλακτοῦσι καὶ τὰς ἀρὰς δὲ αἷς ἑαυτοὺς ὑπο­βάλ­λουσιν οἱ παρανομοῦντες, δίκαιόν τε καὶ ὀφειλόμενον δεῖν ᾠήθημεν ἀνα­γράψαι. Δι’ ὃ φαμὲν τάδε·
Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν λόγῳ, στόματι, καρδίᾳ καὶ νοΐ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.
Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.
Τῶν πιστευόντων καὶ διακηρυκευομένων ἤτοι εὐαγ­γελι­ζο­μέ­νων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι’ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.
Τῶν τῷ λόγῳ ἁγιαζόντων τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κηρυσσόντων ὡς ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰκόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀνάγεται δὲ δι’ αὐτῶν ὁ νοῦς πρὸς θεογνωσίαν, ὥς περ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη.
Τῶν ἐπισταμένων ὡς ἡ ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον τὴν Παναγίαν προέγραφέ τε καὶ προδιετύπου Παρθένον τὴν Θεοτόκον Μαρίαν, καὶ ὡς ταῦτα μὲν προετύπου ταύτην, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγονε δὲ Κόρη καὶ διαμένει μετὰ τὴν Θεογεννησίαν Παρθένος, καὶ διὰ τοῦτο μᾶλλον Κόρην αὐτὴν τοῖς εἰκονί­σμα­σι γραφόντων ἢ τοῖς τύποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη.
Τῶν τὰς προφητικὰς ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχη­μάτιζε καὶ διετύπου, εἰδότων καὶ ἀποδεχομένων καὶ πιστευόντων ἅ περ ὁ τῶν προ­φητῶν χορὸς ἑωρακότες διηγήσαντο, καὶ τὴν τῶν ἀποστόλων καὶ εἰς Πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον παράδοσιν κρατυνόντων, καὶ διὰ τοῦτο εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνία ἡ μνήμη.
Τῶν συνιέντων Μωσέως λαλοῦντος· «προσέχετε ἑαυτοῖς ὅτι τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος ὁ Θεὸς ἐν Χωρὴβ ἐπὶ τοῦ ὄρους, φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, ὁμοίωμα δὲ οὐκ εἴδετε», καὶ εἰδότων ἀπο­κρι­θῆναι ὀρθῶς· εἰ δὲ εἴδομέν τι, ἀληθῶς δὲ εἴδομεν, ὡς ὁ τῆς βροντῆς υἱὸς ἡμᾶς ἐδίδαξεν· «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν,  ὃ ἐθεα­σάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ταῦτα μαρτυροῦμεν», καὶ πάλιν ὡς οἱ ἄλλοι τοῦ Λό­γου μαθηταί· «καὶ συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν», οὐ πρὸ τοῦ πά­θους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· τῶν γοῦν δια­στέλ­λειν θεόθεν δυναμωθέντων τὴν ἐν τῷ νόμῳ παραγγελίαν καὶ τὴν ἐν χάριτι διδασκαλίαν, καὶ τὸ ἐν ἐκείνῳ μὲν ἀόρατον,  ἐν ταύτῃ δὲ καὶ ὁρατὸν καὶ ψη­λαφητόν, καὶ διὰ τοῦτο τὰ ὁραθέντα τε καὶ ψηλαφηθέντα εἰκονο­γρα­φούν­των καὶ προσκυνούντων, αἰωνία ἡ μνήμη.
Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κατασχηματιζομένοις, πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνου­μένοις, ἀνάθεμα.
Τοῖς τῷ ῥήματι τοῦ ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦ­το μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα.
Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παρα­δε­χο­μένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας –ὢ θαῦμα!– καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα.
Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπι­στεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ «προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος, συνιοῦσιν, εἶτα λέγουσι δέξα­σθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προ­φή­του χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συν­α­νεστράφη ἀν­θρώ­ποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυ­ρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα τὰ ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποί­η­σε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀν­εχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα.
Τοῖς ἐπιμένουσι τῇ εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χρι­στο­μάχῳ ἀποστασίᾳ, καὶ μήτε διὰ τῆς μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σω­τη­ρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς ἀποστολικαῖς διδασκαλίαις ἐναστραφθῆναι τὴν εὐσέβειαν προαιρουμένοις μήτε πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ ῾Ελλήνων μερίδι καθυποβαλλομένοις· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρω­τό­τυ­πον βλασ­φημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθριῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδα­σκα­λί­αν τὰ ὦτα βεβυσμένοις, ὡς ἤδη λοιπὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς Εκκλησίας ἀποτεμοῦσιν ἑαυτούς, ἀνάθεμα.
Τοῖς εἰσάγουσιν ἐπὶ τῆς ἀρρήτου ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καινοφωνίας τινάς, καὶ λέγουσιν ἢ φρονοῦσι προσκυνεῖν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τῇ ἀπροσίτῳ θεότητι δουλικῶς, καὶ τὴν δουλείαν ἀίδιον κεκτῆσθαι ὡς οὐσιώδη καὶ ἀνα­πό­βλητον, ἀνάθεμα.
Τοῖς μὴ μετὰ πάσης εὐλαβείας χρωμένοις τῇ κατ’ ἐπίνοιαν διαιρέσει πρὸς δήλωσιν μόνον τῆς ἑτερότητος τῶν ἐν Χριστῷ συν­δρα­μουσῶν ἀρρήτως δύο φύσεων καὶ ἐν αὐτῷ ἀσυγχύτως καὶ ἀδιαιρέτως ἡνωμένων, ἀλλὰ καταχρωμένοις τῇ τοιαύτῃ διαιρέσει καὶ λέγουσι «τὸ πρόσλημμα οὐ τῇ φύσει μόνον ἕτερον, ἄλλα καὶ τῇ ἀξίᾳ» καὶ ὅτι «λα­τρεύει Θεῷ καὶ ὑπηρεσίαν προσφέρει δουλικὴν καὶ τιμὴν τὴν προσή­κου­σαν ἀπονέμει ὡς ὀφειλήν, καθά περ τὰ λειτουργικὰ πνεύματα τὰ τῷ Θεῷ ὑπηρετοῦντά τε καὶ λατρεύοντα δουλικῶς», καὶ ἰδίᾳ «τὸ πρόσλημμα ἀρχιερέα μέγιστον εἶναι» διδάσκουσι, καὶ οὐχὶ τὸν Θεὸν Λόγον ὅτι γέγονεν ἄνθρωπος, ὡς διὰ τῶν τοιούτων τὸν ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν διαιρεῖν τολμῶσιν ὑποστατικῶς, ἀνάθεμα.
Τοῖς λέγουσιν, ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου Πά­θους τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσα­χθεῖ­σαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ’ αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώ­μα­τός τε καὶ αἵματος, ὡς Ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον δι’ ἡμᾶς χρηματί­σαν­τος, ὅτι περ ὁ αὐτὸς καὶ Θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ Θεῷ καὶ Πατρί, οὐ προσε­δέ­ξατο δὲ ὡς Θεὸς μετὰ τοῦ Πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν Θεὸν Λόγον καὶ τὸ ὁμο­ού­σιον καὶ ὁμόδοξον τούτου παράκλητον Πνεῦμα τῆς θεοπρεποῦς ὁμο­τιμίας τε καὶ ἀξίας, ἀνάθεμα.
Τοῖς τὴν καθ’ ἕκαστην προσαγομένην θυσίαν ὑπὸ τῶν παρα­λα­βόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχο­μένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι Πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμ­μα­σιν, ἀνάθεμα.
Τοῖς ἀκούουσι μὲν τοῦ Σωτῆρος περὶ τῆς παρ’ αὐτοῦ παρα­δοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομενοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολ­μῶ­σι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου Σταυ­ροῦ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου Σώματός τε καὶ Αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ’ ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυ­στή­ρια, καθὼς ὁ Σωτὴρ ἡμῶν καὶ Δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ Σωτῆρι τετελεσμένην εἰσά­γουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι’ οὗ τὸν τῆς μελ­λούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰ­ω­άννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύ­λου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα.
Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρω­πί­νης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανα­κηράτου Τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρῶτον μὲν τῷ μο­νογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ σωτήριον Πάθος τοῦ Σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα, τῶν θείων καὶ μακαρίων Πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδασκόντων, καὶ δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα.
Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξασι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα.
Θεοδότῳ, Ἀντωνίῳ καὶ Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα.
Παύλῳ τῷ εἰς Σαῦλον ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπι­κα­λουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ, ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ τῷ Λέοντι, καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπι­τηδεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν ἐπιμένουσιν αὐτῶν τῇ δυσ­σε­βεί­ᾳ, ἀνάθεμα.
Γεροντίῳ τῷ ἐκ Λάμπης μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι καὶ ἠλειμμένον ἑαυτὸν ἀπο­κα­λέσαντι ἐπ’ ἀνατροπῇ φεῦ! τῆς σωτηριώδους οἰκονομίας τοῦ Χρι­στοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι καὶ τοῖς ὁμό­φροσιν αὐτῷ, ἀνάθεμα.
Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα.
Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων, εἰς τὰς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν ἁ­γί­ων αὐτοῦ, ἀνάθεμα.
Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τάς σεπτὰς εἰκόνας, ἀνάθεμα.
 Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ ταῖς εἰκόσι προσῆλ­θον, ἀνάθεμα.
Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα
Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυ­βρί­ζουσι πίστιν, ἀνάθεμα.
Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐ­τῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ ἤτω, ἀνάθεμα.
Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκό­σι περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον ἤτω, ἀνάθεμα.
Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου τῶν ὡς ἀληθῶς ἀρχιερέων  Θεοῦ καὶ τῆς ὀρθοδοξίας προμάχων καὶ διδασκάλων, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου καὶ Νικολάου τῶν ἁ­γιωτάτων καὶ ὀρθοδόξων Πατριαρχῶν, αἰωνία ἡ μνήμη.
Ἅπαντα τὰ κατὰ τῶν ἁγίων Πατριαρχῶν Γερμανοῦ, Τα­ρα­σίου, Νικηφόρου καὶ Μεθοδίου, Ἰγνατίου, Φωτίου, Νικηφόρου, Ἀντωνίου, καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα.
Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν δι­δα­σκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων Πατέρων καινο­το­μη­θέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ανάθεμα.
Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα.
Πέτρῳ τῷ κναφεῖ καὶ παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθά­να­τος, ὁ σταυρωθεὶς δι΄ ἡμᾶς», ἀνάθεμα.
Νεστορίῳ τῷ θεηλάτῳ τῷ παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐα­λεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα.
Παύλῳ τῷ  Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμόφρονι, σὺν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα.
Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονο­μα­ζο­μέ­νῳ, Εὐτυχίῳ τε καὶ Σαββελίῳ τοῖς κακόφροσιν, ἀνάθεμα.
Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ, Διοσκόρῳ πατριάρχῃ Ἀλεξαν­δρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ, Παύλῳ, καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα.
Ὅλοις τοῖς Εὐτυχιανισταῖς καὶ Μονοθελήταις καὶ Ἰακωβίταις καὶ Ἀρτζιβουρίταις καὶ ἁπλῶς πᾶσιν αἱρετικοῖς, ἀνάθεμα.
 Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη ... (Ἐνταῦθα γίνεται τῶν ὀρθοδόξων βασιλέων καὶ πατριαρχῶν καὶ ἄλλων κληρικῶν ἡ φήμη).


ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 244-249.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου