ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ
«ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(843 μ.Χ.)
Οἱ Προφῆται ὡς εἶδον,
οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς
ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς
ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς
ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν
ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν
νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην
προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην ὡς αὐτοῦ γνησίους
θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.
Αὕτη ἡ πίστις τῶν Ἀποστόλων,
αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν
οἰκουμένην ἐστήριξεν...
Ἐν γὰρ ταῖς εἰκόσιν
ὁρῶμεν τὰ ὑπὲρ ἡμῶν τοῦ δεσπότου πάθη, τὸν Σταυρόν, τὸν Τάφον, τὸν ᾅδην
νεκρούμενον καὶ σκυλευόμενον, τῶν μαρτύρων τοὺς ἄθλους, τοὺς στεφάνους,
αὐτὴν τὴν σωτηρίαν, ἣν ὁ πρῶτος ἡμῶν ἀθλοθέτης καὶ ἀθλοδότης καὶ στεφανίτης «ἐν
μέσῳ τῆς γῆς κατειργάσατο». Ταύτην σήμερον τὴν πανήγυριν ἑορτάζομεν, ἐν
ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς
ἐκβοῶμεν καὶ ᾄσμασιν. Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ποιῶν
θαυμάσια μόνος. Τοὺς φαυλιστὰς γὰρ τῆς σῆς δόξης ἐξεμυκτήρισας, τοὺς τολμητὰς
κατὰ τῆς εἰκόνος καὶ θρασεῖς, δειλοὺς καὶ πεφευγότας ἀπέδειξας.
Ἀλλ’ ἡ μὲν εἰς Θεὸν
εὐχαριστία καὶ τὸ δεσποτικὸν κατὰ τῶν ἀντιπάλων τρόπαιον ἐν τούτοις· τὰ δέ γε
κατὰ τῶν εἰκονομαχούντων ἆθλά τε καὶ παλαίσματα ἕτερος λόγος καὶ λογογραφία
διεξοδικωτέρα δηλώσει. Ὡς ἐν καταπαύσει δέ τινι τῇ μετὰ τὴν ἐρημικὴν πάροδον,
εἰς κατάσχεσιν τῆς νοητῆς Ἰερουσαλὴμ καθεστῶτες, μωσαϊκῇ τινι μιμήσει,
μᾶλλον δὲ θεϊκῇ διακελεύσει, οἷα στήλῃ τινὶ ἐκ μεγίστων λίθων συνηρμοσμένῃ καὶ
πρὸς ἀποδοχὴν γραφῆς διατιθεμένῃ, ταῖς τῶν ἀδελφῶν καρδίαις τάς τε εὐλογίας αἳ
ὀφείλονται τοῖς νομοφυλακτοῦσι καὶ τὰς ἀρὰς δὲ αἷς ἑαυτοὺς ὑποβάλλουσιν οἱ
παρανομοῦντες, δίκαιόν τε καὶ ὀφειλόμενον δεῖν ᾠήθημεν ἀναγράψαι. Δι’ ὃ φαμὲν
τάδε·
Τῶν τὴν ἔνσαρκον τοῦ
Θεοῦ Λόγου παρουσίαν λόγῳ, στόματι, καρδίᾳ καὶ νοΐ, γραφῇ τε καὶ εἰκόσιν
ὁμολογούντων, αἰωνία ἡ μνήμη.
Τῶν εἰδότων τῆς τοῦ
Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον καὶ ταύτης τὸ
κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ
περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ
ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν
ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.
Τῶν πιστευόντων καὶ
διακηρυκευομένων ἤτοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ
πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε
διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι’ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.
Τῶν τῷ λόγῳ ἁγιαζόντων
τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κηρυσσόντων ὡς
ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰκόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀνάγεται δὲ
δι’ αὐτῶν ὁ νοῦς πρὸς θεογνωσίαν, ὥς περ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν
σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη.
Τῶν ἐπισταμένων ὡς ἡ
ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον
τὴν Παναγίαν προέγραφέ τε καὶ προδιετύπου Παρθένον τὴν Θεοτόκον Μαρίαν,
καὶ ὡς ταῦτα μὲν προετύπου ταύτην, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγονε δὲ Κόρη
καὶ διαμένει μετὰ τὴν Θεογεννησίαν Παρθένος, καὶ διὰ τοῦτο μᾶλλον Κόρην αὐτὴν
τοῖς εἰκονίσμασι γραφόντων ἢ τοῖς τύποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη.
Τῶν τὰς προφητικὰς
ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχημάτιζε καὶ διετύπου, εἰδότων καὶ
ἀποδεχομένων καὶ πιστευόντων ἅ περ ὁ τῶν προφητῶν χορὸς ἑωρακότες διηγήσαντο,
καὶ τὴν τῶν ἀποστόλων καὶ εἰς Πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον
παράδοσιν κρατυνόντων, καὶ διὰ τοῦτο εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνία
ἡ μνήμη.
Τῶν συνιέντων Μωσέως
λαλοῦντος· «προσέχετε ἑαυτοῖς ὅτι τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος ὁ Θεὸς ἐν Χωρὴβ ἐπὶ
τοῦ ὄρους, φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, ὁμοίωμα δὲ οὐκ εἴδετε», καὶ εἰδότων
ἀποκριθῆναι ὀρθῶς· εἰ δὲ εἴδομέν τι, ἀληθῶς δὲ εἴδομεν, ὡς ὁ τῆς βροντῆς υἱὸς
ἡμᾶς ἐδίδαξεν· «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα
τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ
ταῦτα μαρτυροῦμεν», καὶ πάλιν ὡς οἱ ἄλλοι τοῦ Λόγου μαθηταί· «καὶ συνεφάγομεν
αὐτῷ καὶ συνεπίομεν», οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν
ἀνάστασιν· τῶν γοῦν διαστέλλειν θεόθεν δυναμωθέντων τὴν ἐν τῷ νόμῳ
παραγγελίαν καὶ τὴν ἐν χάριτι διδασκαλίαν, καὶ τὸ ἐν ἐκείνῳ μὲν ἀόρατον,
ἐν ταύτῃ δὲ καὶ ὁρατὸν καὶ ψηλαφητόν, καὶ διὰ τοῦτο τὰ ὁραθέντα τε καὶ
ψηλαφηθέντα εἰκονογραφούντων καὶ προσκυνούντων, αἰωνία ἡ μνήμη.
Τοῖς λόγῳ μὲν τὴν
ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ
ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κατασχηματιζομένοις, πράγματι δὲ τὴν
σωτηρίαν ἡμῶν ἀρνουμένοις, ἀνάθεμα.
Τοῖς τῷ ῥήματι τοῦ
ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦτο μὴ βουλομένοις
εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν
τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα.
Τοῖς τὰς μὲν
προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παραδεχομένοις, τὰς δ’ ὀφθείσας
αὐτοῖς εἰκονογραφίας –ὢ θαῦμα!– καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις,
ἀλλ’ ἢ αὐτὴν τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις
κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα
ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν
Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα.
Τοῖς ἀκούουσι τοῦ
Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ
«προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος,
συνιοῦσιν, εἶτα λέγουσι δέξασθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’
εἰκονισμάτων τὴν τοῦ προφήτου χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς
συνανεστράφη ἀνθρώποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας
ἐθεράπευσεν, ὡς ἐσταυρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα τὰ ὑπὲρ ἡμῶν ἔπαθέ τε
καὶ ἐποίησε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ
ἀνεχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα.
Τοῖς ἐπιμένουσι τῇ
εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χριστομάχῳ ἀποστασίᾳ, καὶ μήτε διὰ τῆς
μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σωτηρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς
ἀποστολικαῖς διδασκαλίαις ἐναστραφθῆναι τὴν εὐσέβειαν
προαιρουμένοις μήτε πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν
ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην
ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ
῾Ελλήνων μερίδι καθυποβαλλομένοις· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρωτότυπον
βλασφημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν
εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθριῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ
κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδασκαλίαν τὰ ὦτα
βεβυσμένοις, ὡς ἤδη λοιπὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς Εκκλησίας
ἀποτεμοῦσιν ἑαυτούς, ἀνάθεμα.
Τοῖς εἰσάγουσιν ἐπὶ
τῆς ἀρρήτου ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ καινοφωνίας τινάς, καὶ λέγουσιν ἢ φρονοῦσι προσκυνεῖν τὸ ἀνθρώπινον τοῦ
Χριστοῦ τῇ ἀπροσίτῳ θεότητι δουλικῶς, καὶ τὴν δουλείαν ἀίδιον κεκτῆσθαι ὡς
οὐσιώδη καὶ ἀναπόβλητον, ἀνάθεμα.
Τοῖς μὴ μετὰ πάσης
εὐλαβείας χρωμένοις τῇ κατ’ ἐπίνοιαν διαιρέσει πρὸς δήλωσιν μόνον τῆς
ἑτερότητος τῶν ἐν Χριστῷ συνδραμουσῶν ἀρρήτως δύο φύσεων καὶ ἐν αὐτῷ
ἀσυγχύτως καὶ ἀδιαιρέτως ἡνωμένων, ἀλλὰ καταχρωμένοις τῇ τοιαύτῃ διαιρέσει καὶ
λέγουσι «τὸ πρόσλημμα οὐ τῇ φύσει μόνον ἕτερον, ἄλλα καὶ τῇ ἀξίᾳ» καὶ ὅτι «λατρεύει
Θεῷ καὶ ὑπηρεσίαν προσφέρει δουλικὴν καὶ τιμὴν τὴν προσήκουσαν ἀπονέμει ὡς
ὀφειλήν, καθά περ τὰ λειτουργικὰ πνεύματα τὰ τῷ Θεῷ ὑπηρετοῦντά τε καὶ
λατρεύοντα δουλικῶς», καὶ ἰδίᾳ «τὸ πρόσλημμα ἀρχιερέα μέγιστον εἶναι»
διδάσκουσι, καὶ οὐχὶ τὸν Θεὸν Λόγον ὅτι γέγονεν ἄνθρωπος, ὡς διὰ τῶν τοιούτων
τὸν ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν διαιρεῖν τολμῶσιν ὑποστατικῶς, ἀνάθεμα.
Τοῖς λέγουσιν, ὅτι τὴν
ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου Πάθους τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν
Ἰησοῦ Χριστοῦ προσαχθεῖσαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ’ αὐτοῦ θυσίαν τοῦ
τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, ὡς Ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον δι’
ἡμᾶς χρηματίσαντος, ὅτι περ ὁ αὐτὸς καὶ Θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν
πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ Θεῷ καὶ Πατρί, οὐ προσεδέξατο
δὲ ὡς Θεὸς μετὰ τοῦ Πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ
τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν Θεὸν Λόγον καὶ τὸ ὁμοούσιον καὶ ὁμόδοξον
τούτου παράκλητον Πνεῦμα τῆς θεοπρεποῦς ὁμοτιμίας τε καὶ ἀξίας, ἀνάθεμα.
Τοῖς τὴν καθ’ ἕκαστην
προσαγομένην θυσίαν ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων
ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις
ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς
συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι Πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ
συγγράμμασιν, ἀνάθεμα.
Τοῖς ἀκούουσι μὲν τοῦ Σωτῆρος
περὶ τῆς παρ’ αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος·
«τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομενοις δὲ ὀρθῶς τὴν
ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ
τοῦ τιμίου Σταυροῦ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου Σώματός
τε καὶ Αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ’
ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ Σωτὴρ
ἡμῶν καὶ Δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν
ἐξ ἀρχῆς τῷ Σωτῆρι τετελεσμένην εἰσάγουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ
εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας
μυστήριον, δι’ οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ
θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ
ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου
Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα.
Τοῖς τὰς χρονικὰς
διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρωπίνης φύσεως πρὸς τὴν θείαν καὶ
μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανακηράτου Τριάδος ἐπινοοῦσι καὶ
παρεισάγουσι, καὶ πρῶτον μὲν τῷ μονογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ
αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ
σωτήριον Πάθος τοῦ Σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα, τῶν θείων καὶ
μακαρίων Πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ
τὸν μονογενῆ διδασκόντων, καὶ δι’ ἑαυτοῦ τε καὶ ἐν
ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ
Πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα.
Ἀναστασίῳ, Κωνσταντίνῳ
καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξασι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ
ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα.
Θεοδότῳ, Ἀντωνίῳ καὶ
Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα.
Παύλῳ τῷ εἰς Σαῦλον
ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπικαλουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ,
ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ τῷ Λέοντι,
καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη
καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπιτηδεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν
ἐπιμένουσιν αὐτῶν τῇ δυσσεβείᾳ, ἀνάθεμα.
Γεροντίῳ τῷ ἐκ Λάμπης
μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι
καὶ ἠλειμμένον ἑαυτὸν ἀποκαλέσαντι ἐπ’ ἀνατροπῇ φεῦ! τῆς σωτηριώδους
οἰκονομίας τοῦ Χριστοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι
καὶ τοῖς ὁμόφροσιν αὐτῷ, ἀνάθεμα.
Τῷ φρυαξαμένῳ συνεδρίῳ
κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα.
Τοῖς ἐκλαμβάνουσι τὰς
παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων, εἰς τὰς σεπτὰς εἰκόνας Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα.
Τοῖς κοινωνοῦσιν ἐν
γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τάς σεπτὰς εἰκόνας, ἀνάθεμα.
Τοῖς λέγουσιν
ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον, ἀνάθεμα.
Τοῖς λέγουσιν ὅτι πλὴν
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα
Τοῖς τολμῶσι λέγειν
τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι
καὶ τὴν χριστιανῶν ἐνυβρίζουσι πίστιν, ἀνάθεμα.
Εἴ τις τῆς
χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα
διεκδικεῖ ἤτω, ἀνάθεμα.
Εἴ τις οὐ προσκυνεῖ
τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόσι περιγραπτὸν
κατὰ τὸ ἀνθρώπινον ἤτω, ἀνάθεμα.
Γερμανοῦ, Ταρασίου,
Νικηφόρου καὶ Μεθοδίου τῶν ὡς ἀληθῶς ἀρχιερέων Θεοῦ καὶ τῆς ὀρθοδοξίας
προμάχων καὶ διδασκάλων, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου
καὶ Νικολάου τῶν ἁγιωτάτων καὶ ὀρθοδόξων Πατριαρχῶν, αἰωνία ἡ μνήμη.
Ἅπαντα τὰ κατὰ τῶν ἁγίων
Πατριαρχῶν Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, Ἰγνατίου, Φωτίου,
Νικηφόρου, Ἀντωνίου, καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα.
Ἅπαντα τὰ παρὰ τὴν
ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων
Πατέρων καινοτομηθέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ανάθεμα.
Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ
καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα.
Πέτρῳ τῷ κναφεῖ καὶ
παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι΄ ἡμᾶς», ἀνάθεμα.
Νεστορίῳ τῷ θεηλάτῳ τῷ
παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐαλεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα.
Παύλῳ τῷ
Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμόφρονι, σὺν ἄλλῳ Νεστορίῳ
παράφρονι, ἀνάθεμα.
Πέτρῳ Δειλαίῳ τῷ
αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονομαζομένῳ, Εὐτυχίῳ τε καὶ Σαββελίῳ τοῖς
κακόφροσιν, ἀνάθεμα.
Ἰακώβῳ Ἀρμενίῳ τῷ
Ζανζάλῳ, Διοσκόρῳ πατριάρχῃ Ἀλεξανδρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ,
Παύλῳ, καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα.
Ὅλοις τοῖς
Εὐτυχιανισταῖς καὶ Μονοθελήταις καὶ Ἰακωβίταις καὶ Ἀρτζιβουρίταις καὶ ἁπλῶς
πᾶσιν αἱρετικοῖς, ἀνάθεμα.
Μιχαὴλ τοῦ
ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ
μνήμη ... (Ἐνταῦθα γίνεται τῶν ὀρθοδόξων βασιλέων καὶ πατριαρχῶν καὶ ἄλλων
κληρικῶν ἡ φήμη).
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ.
β΄, ἐν Ἀθήναις 1960, σ. 244-249.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου