ΣΥΝΟΔΙΚΟΣ
ΤΟΜΟΣ
ΤΗΣ ΕΝ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1341 μ.Χ.
Συνοδικὸς
τόμος γεγραμμένος ἐπὶ ταῖς ἐλεγξάσαις καὶ ἀποβαλομέναις
τὴν τοῦ Βαρλαὰμ καὶ
Ἀκινδύνου δυσσέβειαν μεγάλαις Συνόδοις, ἐν
αἷς οὐχὶ ἡ Ἐκκλησία μόνον, ἀλλὰ
καὶ ἡ σύγκλητος καὶ οἱ
καθολικοὶ παρῆσαν τῶν Ῥωμαίων
κριταί, προκαθημένου καὶ τοῦ θειοτάτου βασιλέως, ἕως οὗ
περιῆν (1341).
1. Ἐπαινετὸς
ἀληθῶς ὁ εἰπὼν τὴν ταπείνωσιν ἀληθείας εἶναι
ἐπίγνωσιν· αὕτη γὰρ
καὶ τῶν οἰκείων μέτρων ἐστὶ
κατάληψις καὶ δι’ αὐτῆς
τήν τε πρὸς τὸν Θεὸν εἰρήνην καὶ τὴν
πρὸς τὸν πλησίον καρπούμεθα, δι’ ἧς αὖθις,
καὶ τὴν ἐπὶ τοῦ παρόντος καὶ τὴν
ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἀνάπαυσιν
ποριζόμεθα, κατὰ τὴν θεσπεσίαν ἐκείνην καὶ
προτρεπτικὴν εἰς τοῦτο τοῦ Κυρίου φωνήν, «μάθετε
ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι
καὶ ταπεινὸς τῇ
καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν» (Ματθ. 11,29). Αὕτη πείθει τὸν
κεκτημένον ἑαυτῷ μὲν προσέχειν καὶ Θεῷ
προσανέχειν, παντὸς δὲ κακοῦ τῷ
τοῦ Κυρίου φόβῳ κατὰ
τὸν τοῦ σοφοῦ Σολομῶντος
λόγον ἐκκλίνοντα, εὐλαβῶς
περὶ τὰ ὑπὲρ ἑαυτὸν καὶ σωφρόνως ἔχειν, ὅρια
Πατέρων αἰώνια μὴ μεταίροντα, καὶ
τὰς ἐφ’ ἑκάτερα παρατροπάς, ὑπερβολάς φημι καὶ
ἐλλείψεις ἀποτρεπόμενον, τὴν
βασιλικὴν ὁδεύειν καὶ μέσην καὶ
πρὸς οὐρανοὺς καὶ Θεὸν ἀπλανῶς καὶ ἀσφαλῶς φέρουσαν.
2. Ἀλλ’
ὁ ἐκ Καλαβρίας ὁρμώμενος μοναχὸς
Βαρλαάμ, εἰς τὸ τῆς οἰήσεως πέλαγος ἐξ ἀφροσύνης
πάντως καὶ ἰδιορρυθμίας καθεὶς ἑαυτόν,
καὶ μέγα φρονῶν ἐπὶ
τῇ τῆς θύραθεν ἐπιστήμῃ
φιλοσοφίας, κατὰ τῆς ὑπερφυοῦς καὶ
ὄντως φιλοσοφίας ἐχώρησεν, ἐπιστρατεύσας
τῇ διδασκαλίᾳ τοῦ
Πνεύματος τὴν μηδὲ χωρεῖν
ὅλως τὰ τοῦ
Πνεύματος δυναμένην ψυχικὴν καὶ ἀποδεδοκιμασμένην φιλοσοφίαν. Τὸν
μαθητιῶντα γὰρ οὗτος
ὑποκριθείς, προσῆλθέ ποτε σὺν
δόλῳ τισὶ τῶν παρ’ ἡμῖν
μοναχῶν, οἱ τὸν ἡσύχιον προελόμενοι βίον, τοῖς ἄλλοις
πᾶσι χαίρειν εἰπόντες, Θεῷ
προσανέχουσι. Καὶ τούτων οὐδενὶ
μὲν τῶν ἐλλογιμωτέρων, τοῖς ἁπλουστέροις
δὲ μᾶλλον ἐφοίτησεν ἐξεπίτηδες,
δέει πάντως τοῦ μὴ φωραθῆναι. Μετὰ
μικρὸν μέντοι καὶ αὐτῶν
ἀποστάς, ἀποτρόπαιον ἐγγράφως
τούτων κατηγόρηκε φρόνημα, ὡς δῆθεν
ὑπ’ αὐτῶν πρεσβευόμενον. Ἀκούσας γὰρ
ἐκείνων λεγόντων, ὡς ἀπὸ
παραδόσεως ἐχόντων τῶν ἁγίων
Πατέρων, ὅτι οἱ διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ κεκαθαρμένοι τὰς καρδίας ἐλλάμψεις
θείας μυστικῶς καὶ ἀπορρήτως ἐγγινομένας αὐτοῖς
δέχονται, κατηγόρησεν αὐτῶν ὡς τὴν οὐσίαν αὐτὴν
τοῦ Θεοϋ μεθεκτὴν λεγόντων.
3. Τῶν
δὲ ἀπολογουμένων, οὐ τὴν
οὐσίαν, ἀλλὰ
τὴν ἄκτιστον καὶ ἀΐδιον
καὶ θεοποιὸν χάριν τοῦ
Πνεύματος, διθεΐας αὐτοῖς ἐντεῦθεν ἔγκλημα προστρίψασθαι ἐπεχείρησεν. Οὐ
μὴν ἀλλὰ καὶ εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ
παρελθὼν καὶ τὰ περὶ τούτου ἀνενέγκας τῇ
ἡμῶν μετριότητι, κατηγορῶν μάλιστα τοῦ
τιμιωτάτου ἐν ἱερομονάχοις κυρίου Γρηγορίου τοῦ
Παλαμᾶ, ἐζήτησε μετακληθῆναι καὶ
αὐτοὺς εἰς τὴν καθ’ ἡμᾶς
ἱερὰν καὶ θείαν Σύνοδον.
4. Μετακληθέντων τοίνυν
ἑτέραν ὁ Βαρλαὰμ
ἐτράπετο, ἀποφεύγων καὶ
μὴ καταπειθὴς ὅλως
γινόμενος εἰς τὴν Σύνοδον ἀπαντῆσαι,
καὶ τοῖς κατηγορηθεῖσι παρ’ αὐτοῦ
μοναχοῖς εἰς λόγους ἐλθεῖν
καὶ ἀντικαταστῆναι αὐτοῖς,
ἐφ’ οἷς κατ’ αὐτῶν
συνεγράψατο, πρόφασιν μὲν τῆς ἀποφυγῆς ποιούμενος τηνικαῦτα
τὴν βασιλικὴν ἀποδημίαν,
τῇ δ’ ἀληθείᾳ ἑαυτοῦ
καταγνούς, καὶ τὸν ἐντεῦθεν ἐλέγχον δεδιώς.
5. Ἔπειτα
Συνόδου συγκροτηθείσης, παρουσίᾳ καὶ
τοῦ ἐκ Θεοῦ βασιλέως τοῦ
ἀοιδίμου καὶ μακαρίτου, ἐν
τῷ περιωνύμῳ ναῷ
τῆς τοῦ Θεοῦ Λόγου Σοφίας, τῆς τε συγκλήτου καὶ
οὐκ ὀλίγων ἀπό τε τῶν
τιμιωτάτων ἀρχιμανδριτῶν καὶ
καθηγουμένων καὶ τῶν τῆς πολιτείας συνειλεγμένων, μεταπεμφθεὶς
καὶ ὁ αὐτὸς Βαρλαὰμ καὶ
προτραπεὶς εἰπεῖν καὶ ἀποδεῖξαι, εἴ τι εἰπεῖν
ἔχει κατὰ τῶν
καθ’ ἡσυχίαν ζώντων μοναχῶν, παρόντων ἤδη
καὶ αὐτῶν τῇ Συνόδῳ, αὐτὸς
ὡσπερεί τοῦ προκειμένου λήθην παθών,
μάλιστα δὲ συγχέειν πειρώμενος τὰ τῆς
ὑποθέσεως, εἰς ἐρωτήσεις
καὶ ἀπορίας ἐχωρεῖτο
δογματικάς, καὶ λύσεις τῶν ἀπορημάτων
ἐζήτει. Εἰς ὃ
καὶ ἐνιστάμενος καὶ ἰσχυριζόμενος
μηδέν τι πρότερον εἰπεῖν, πρὶν ἂν
τὴν ἐπὶ ταῖς ἐρωτήσεσι ταύταις ἀπόκρισιν καὶ
λύσιν κομίσηται, ἐπειδὴ καὶ ἅπαξ καὶ δὶς
καὶ μετ’ ἐμβριθείας ἀποκρουσθείς,
οὐκ ἐνεδίδου τῆς ἐνστάσεως
ταύτης, οὐδὲ ἐπείθετο λέγειν περὶ τῆς
τῶν προκειμένων ἐξετάσεως, τῆς
κατὰ τῶν μοναχῶν δηλαδὴ
ἐγγράφου παρ’ αὐτοῦ
κατηγορίας.
6. Ἐπέτρεψεν
ἡ μετριότης ἡμῶν
ἀναγνωσθῆναι εἰς
ἐπήκοον τῆς Συνόδου τοὺς
ἱεροὺς καὶ θείους κανόνας, δι’ ὧν ἀπηγόρευται
καὶ οὐδαμῶς παρακεχώρηται, μὴ μόνον τοῖς
κατ’ αὐτόν, ἀλλὰ
καὶ τοῖς ἄλλοις πᾶσι μηδέν τι περὶ
δογμάτων κινεῖν, καὶ τοῖς
ἄλλοις ἐντεῦθεν
πάντως ἀνάγκην ἐπιτιθέναι περὶ
τοιούτων ἀπολογεῖσθαι, μηδὲ
διδασκαλικὸν ἑαυτοῖς περιτιθέντας ἀξίωμα διεξιέναι περί τινων
ἐκκλησιαστικῶν ὑποθέσεων·
μόνοις γὰρ ἐδόθη τοῦτο τοῖς
ἀρχιερεῦσι Θεοῦ
παρὰ τῆς ἄνωθεν χάριτος. Φησὶ γὰρ
ὁ τῆς οἰκουμενικῆς στ΄ Συνόδου κανὼν
ξδ΄· «Οὐ χρὴ λαϊκὸν δημοσίᾳ
λόγον κινεῖν ἢ διδάσκειν, ἀξίωμα διδασκαλικὸν
ἐντεῦθεν περιποιούμενον, ἀλλ’ εἴκειν
τῇ παρὰ τοῦ Κυρίου παραδοθείσῃ τάξει, καὶ
τὸ οὖς τοῖς τὴν χάριν τοῦ διδασκαλικοῦ
λόγου λαβοῦσι διανοίγειν, καὶ τὰ
θεῖα παρ’ αὐτῶν
ἐκδιδάσκεσθαι. Ἐν γὰρ
τῇ μιᾷ Ἐκκλησίᾳ διάφορα μέλῃ
πεποίηκεν ὁ Θεός, κατὰ τὴν
τοῦ ἀποστόλου φωνήν, ἣν ὁ
Θεολόγος ἑρμηνεύων Γρηγόριος, σαφῶς τὴν
ἐν τούτοις τάξιν παρίστησι λέγων· «Ταύτην αἰδώμεθα
τὴν τάξιν, ἀδελφοί, ταύτην φυλάττωμεν
ὁ μὲν ἔστω τις ἀκοή, ὁ
δὲ γλῶσσα, ὁ δὲ
χείρ, ὁ δὲ ἄλλο τι· ὁ μὲν
διδασκέτω, ὁ δὲ μανθανέτω· καὶ ὁ
μὲν μανθάνων ἐν εὐπειθείᾳ,
καὶ ὁ χορηγῶν ἐν
ἱλαρότητι, καὶ ὁ
ὑπουργῶν ἐν
προθυμίᾳ· μὴ πάντες ὧμεν γλῶσσα
τὸ ἑτοιμότερον, μὴ πάντες ἀπόστολοι,
μὴ πάντες προφῆται, μὴ
πάντες διερμηνεύωμεν». Καὶ μετά τινα· «Τί σεαυτὸν ποιεῖς
ποιμένα, πρόβατον ὧν; τὶ γίνῃ κεφαλή, ποῦς τυγχάνων; τὶ
στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν
στρατιώταις;» (ΜΡG 36,188). Καὶ ἑτέρωθι
ἡ Σοφία διακελεύεται· «Μὴ ἴσθι
ταχὺς ἐν λόγοις, μὴ συμπαρεκτείνου πένης
ὧν πλουσίῳ, μηδὲ
ζήτει τῶν σοφῶν εἶναι
σοφώτερος. Εἰ δέ τις ἁλῷ
τὸν παρόντα παρασαλεύων κανόνα, ἐπὶ
ἡμέρας ἀφοριζέσθω τεσσαράκοντα»
(ΡΠΣ ΙΙ, 453/4. ΑΙΚ 103/4). Καὶ πάλιν ὁ
τῆς ἐν Χαλκηδόνι κανὼν ἐννεακαιδέκατος·
«Δεῖ τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας,
ἐν πάσῃ μὲν
ἡμέρᾳ, ἐξαιρέτως δὲ ταῖς
Κυριακαῖς, πάντα τὸν κλῆρον
καὶ τὸν λαὸν ἐκδιδάσκειν τοὺς τῆς
εὐσεβείας λόγους, ἐκ τῆς
θείας Γραφῆς ἀναλεγομένους τὰ τῆς
ἀληθείας νοήματά τε καὶ ῥήματα,
καὶ μὴ παραβαίνοντας τοὺς ἤδη
τεθέντας ὅρους ἢ τὴν
ἐκ τῶν θεοφόρων Πατέρων παράδοσιν. Ἀλλὰ
καὶ εἰ γραφικὸς ἀνακινηθείη
λόγος, μὴ ἄλλως τοῦτον ἑρμηνευέτωσαν,
ἢ ὡς ἂν οἱ τῆς Ἐκκλησίας φωστῆρες καὶ
διδάσκαλοι διὰ τῶν οἰκείων συγγραμμάτων παρέθεντο. Καὶ
μᾶλλον ἐν τούτοις εὐδοκιμείτωσαν,
ἢ λόγους οἰκείους συντάττοντες, (ἵνα
μὴ) ἔστιν ὅτε ἀπόρως
ἔχοντες πρὸς τοῦτο,
ἀποπίπτοιεν τοῦ προσήκοντος. Διὰ
γὰρ τῆς τῶν προειρημένων Πατέρων διδασκαλίας οἱ
λαοί, ἐν γνώσει γινόμενοι τῶν τε σπουδαίων καὶ
αἱρετῶν καὶ τῶν ἀσυμφόρων καὶ ἀποβλήτων,
τὸν βίον μεταρρυθμίζουσι πρὸς τὸ
βέλτιον, καὶ τῷ τῆς ἀγνοίας οὐχ ἁλίσκονται
πάθει, ἀλλὰ προσέχοντες τῇ διδασκαλίᾳ,
ἑαυτοὺς πρὸς τὸ μὴ κακῶς παθεῖν παραθήγουσι, καὶ
φόβῳ τῶν ἐπηρτημένων τιμωριῶν τὴν
σωτηρίαν αὐτοῖς ἐξεργάζονται» (Πενθ. 19. ΡΠΣ ΙΙ, 346. ΑΙΚ 85).
7. Μετὰ
μέντοι τὴν ἀνάγνωσιν τῶν αὐτῶν
ἱερῶν καὶ θείων κανόνων προσεκομίσθησαν ἐπὶ
τοῦ μέσου ἃς ὁ
Βαρλαὰμ φθάσας ἐποιήσατο ἀναφορὰς
κατὰ τῶν μοναχῶν. Καὶ
ἀναγνωσθεισῶν τῶν
τοιούτων ἀναφορῶν, προετράπη ὁ
διαληφθεὶς ἱερομόναχος κύριος Γρηγόριος ὁ Παλαμᾶς
τὴν ἐπ’ αὐταῖς ποιήσασθαι ἀπολογίαν, ὡς
αὐτοῦ μάλιστα καθαπτομέναις. Ὅστις καὶ
εἰπὼν ἐν προοιμίου λόγῳ καὶ
ἀπολογησάμενος ὅσα εἰκός,
ἔπειτα διηγήσατο καὶ ὡς
ἐπισυνέβη τὰ τῆς
αὐτῶν διαφορᾶς, προτέρου τοῦ
αὐτοῦ Βαρλαὰμ συγγραψαμένου καὶ
κατηγορήσαντος αὐτῶν, ἅπερ ἀνωτέρω εἴρηται, καὶ
ἐναντία τοῖς τῶν
Πατέρων θείοις λόγοις, ὡς ἀπεδείχθη, ἐκθεμένου, καὶ
ὡς ἐξ ἀνάγκης καὶ αὐτὸς
πρὸς τὴν ἀπολογίαν καὶ ἀντίρρησιν
κεκίνηται.
8. Ἔπειτα
ὡρίσθη ἐνεχθῆναι
τὰ τοῦ Βαρλαὰμ συγγράμματα, ἃ
καὶ πρὸς ἐξαπάτην τῶν ἀκουόντων
«Κατὰ Μασσαλιανῶν» ἐπέγραφεν.
Ἐν οἷς συγγράμμασιν ἔλεγε καὶ
περὶ τοῦ ἀπροσίτου φωτὸς τῆς
μεταμορφώσεως τοῦ Δεσπότου Σωτῆρος ἡμῶν
Ἰησοῦ Χριστοῦ καὶ
τῶν τῆς τοῦ φωτὸς τούτου θέας ἠξιωμένων προκρίτων μαθητῶν
αὐτοῦ καὶ ἀποστόλων λέξεσιν αὐταῖς
τάδε· «Τὸ ἐν Θαβωρίῳ λάμψαν φῶς
θεότητος οὐκ ἀπρόσιτον ἦν, οὐδὲ
κατὰ ἀλήθειαν ὑπῆρχε
φῶς θεότητος, οὐδὲ
ἀγγέλων ὅλως ἱερώτερον
ἢ θειότερον, ἀλλὰ
καὶ χεῖρον καὶ κατώτερον καὶ
αὐτῆς τῆς ἡμετέρας νοήσεως. Πάντα γὰρ τά τε νοήματα καὶ
τὰ νοούμενα σεμνότερά ἐστι τοῦ
φωτὸς ἐκείνου, ὡς τῇ
ὄψει διὰ τοῦ
ἀέρος προσπίπτοντος καὶ αἰσθητικῇ
δυνάμει ὑποπίπτοντας, καὶ τὰ
αἰσθητὰ μόνα δεικνύντος τοῖς ὁρῶσιν,
ὑλικοῦ τε ὄντως καὶ ἐσχηματισμένου,
καὶ ἐν τόπῳ καὶ
ἐν χρόνῳ φαινομένου καὶ
τὸν ἀέρα χρωματίζοντος, καὶ νῦν
μὲν συνισταμένου τε καὶ φαινομένου, νῦν
δὲ διαλυομένου καὶ εἰς
τὸ μὴ εἶναι χωροῦντος, ἅτε
φανταστοῦ, μεριστοῦ τε καὶ
πεπερασμένου. Διὸ καὶ ὁρώμενον ἦν ὑπὸ
τῶν στέρησιν πασχόντων τῶν νοερῶν
ἐνεργειῶν, μᾶλλον
δὲ μηδέπω ταύτας ὅλως κτησαμένων καὶ
μήπω κεκαθαρμένων ὄντων, ἀλλὰ
ἀτελῶν καὶ ἐπ’ αὐτῆς ἐκείνης τῆς ἐπὶ
τοῦ ὄρους θέας, ὡς μηδέπω ἀξιωθέντων
τῆς τῶν θεοειδῶν νοήσεων. Ἀναγόμεθα
δὲ ἀπὸ τοῦ τοιούτου φωτὸς ἐπὶ
νοήματα καὶ θεωρήματα, ἃ κρείττω ἐστὶν
ἀσυγκρίτως τοῦ φωτὸς
ἐκείνου. Τοιγαροῦν οἱ
λέγοντες αὐτὸ ὑπὲρ νοῦν καὶ ἀληθινὸν καὶ
ἀπρόσιτον καὶ τὰ
τοιαῦτα, πεπλανημένοι εἰσὶ
καθάπαξ, καὶ οὐδὲν τῶν φαινομένων καλῶν ὑψηλότερον
εἰδότες, ἀσεβεῖς
τε διὰ τοῦτο καὶ ὀλεθριώτατα
δόγματα εἰς τὴν Ἐκκλησίαν εἰσάγοντες». Ταῦτα
μὲν οὖν ὁ Βαρλαάμ, ἑτερόδοξα προδήλως καὶ
ἐναντία τοῖς περὶ
τοῦ θείου τούτου φωτὸς ῥηθεῖσι
παρὰ τῶν ἁγίων.
9. Τούτων γὰρ ταῖς
ῥήσεσι σύμφωνα διαβεβαιούμενοι καὶ
φρονεῖν καὶ λέγειν οἱ μοναχοί, ταύτας καὶ
προεβάλλοντο· φησὶ τοίνυν ὁ ἐκ
Δαμασκοῦ θεῖος Ἰωάννης· «Σήμερον φωτὸς ἀπροσίτου
ἄβυσσος, σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος
ἐν τῷ Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις
αὐγάζεται. Νῦν ὡράθη
τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι,
σῶμα γήϊνον θείαν ἀπαυγάζει λαμπρότητα, σῶμα
θνητὸν δόξαν πηγάζει θεότητος. Ὁ γὰρ
Λόγος σάρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ
καὶ μὴ τῆς οἰκείας ἐξέστη ἑκάτερον
φύσεως· ὢ τοῦ θαύματος! Οὐκ ἔξωθεν
ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ’
ἔνδοθεν ἐκ τῆς
ἀρρήτῳ λόγῳ ἡνωμένης αὐτῷ
καθ’ ὑπόστασιν τοῦ Θεοῦ
Λόγου ὑπερθέου θεότητος.
10. ᾯ
γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς
ἐρείδειν τὸ ὄμμα
οὐ σθένουσιν, ἐν τούτῳ
τῶν ἀποστόλων οἱ πρόκριτοι τῇ
δόξῃ τῆς ἑαυτοῦ βασιλείας ὁρῶσιν
ἐκλάμποντα.
11. Ἐντεῦθεν
τοὺς κορυφαίους τῶν ἀποστόλων
προσλαμβάνεται μάρτυρας τῆς οἰκείας
δόξης τε καὶ θεότητος, ἀποκαλύπτει δὲ
αὐτοῖς τὴν οἰκείαν θεότητα. Τελείους δὲ εἶναι
τοὺς τὴν θείαν δόξαν εἰκὸς
κατοπτεύοντας, τὴν ἁπάντων ἐπέκεινα, τὴν
μόνην καὶ ὑπερτελῆ καὶ
προτέλειον.
12. Ὁ
θεῖος γὰρ ὄντως καὶ θεηγόρος Διονύσιος, οὕτως
ὁ Δεσπότης, φησίν, ὀφθήσεται τοῖς
ἑαυτοῦ τελείοις θεράπουσιν, ὃν τρόπον ἐν
ὄρει Θαβὼρ τοῖς
ἀποστόλοις ὀπτάνεται. Ἰωάννην
παραλαμβάνει, ὡς τῆς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον,
ὅπως τὴν ἄχρονον
δόξαν τοῦ Υἱοῦ θεασάμενος, «ἐν ἀρχῇ
ἦν ὁ Λόγος, καὶ ὁ
Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς
ἦν ὁ Λόγος» (Ἰωαν. 1,1) βροντήσειε.
13. Μήτηρ γὰρ
προσευχῆς ἡ ἡσυχία. Προσευχὴ δὲ
θείας δόξης ἐμφάνεια. Ὅταν γὰρ
τὰς αἰσθήσεις μύσωμεν καὶ ἑαυτοῖς
καὶ τῷ Θεῷ συγγενώμεθα, καὶ τῆς
ἔξωθεν τοῦ κόσμου περιφορᾶς
ἐλευθερωθέντες ἐντὸς
ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν
ἑαυτοῖς τὴν τοῦ Θεοῦ βασιλείαν ὀψόμεθα. «Ἡ
βασιλεία γὰρ τῶν οὐρανῶν, ἥτις ἐστὶ βασιλεία Θεοῦ, ἐντὸς
ἡμῶν ἐστιν», Ἰησοῦς
ὁ Θεὸς ἀπεφθέγξατο (Λουκ. 17,21).
14. Ἔμπροσθεν
τῶν μαθητῶν μεταμορφοῦται
ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων ἀστραπῇ
τῆς θεότητος.
15. Ἀνάρχως
μὲν γὰρ ἐκ Πατρὸς γεννηθείς, τὴν
φυσικὴν ἀκτίνα ἄναρχον κέκτηται τῆς
θεότητος, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ
σώματος γίνεται.
16. Ἀλλ’
ἀφανὴς ἡ δόξα ὑπάρχουσα ἐν
τῷ φαινομένῳ σώματι, τοῖς
μὴ χωροῦσι τὰ
καὶ ἀγγελοῖς ἀθέατα,
τοῖς σαρκὸς δεσμίοις ἀόρατος
ἐχρημάτιζε. Μεταμορφοῦται τοίνυν, οὐχ
ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ
εἰς ὅπερ οὐκ ἦν
μεταβαλλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος,
διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ
τυφλῶν ἐργαζόμενος βλέποντας. Καὶ τοῦτό
ἐστι τὸ «μετεμορφώθη ἔμπροσθεν
αὐτῶν» (Ματθ. 17,2). Μένων γὰρ αὐτὸς
ἐν ταυτότητι, παρ’ ὃ τὸ
πρὶν ἐφαίνετο, ἕτερος νῦν
τοῖς μαθηταῖς ἑωρᾶτο
φαινόμενος. Καὶ ἔλαμψε, φησίν, ὡς ὁ
ἥλιος, οὐχ ὅτι
μὴ τοῦ ἡλίου λαμπρότερον, ἀμήχανον γὰρ
ἀπαραλείπτως ἐν τῇ
κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι, ἀλλ’
ὅσον ἐχώρουν καθορᾶν οἱ
βλέποντες.
17. Θεὸν
μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καθὰ πέφυκε φύσεως· καὶ
ὃ δὲ ἑώρακεν, ἐν Πνεύματι τοῦτο
τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς
τοῦ Ὑψίστου· ταῦτά ἐστιν
ἃ ὀφθαλμὸς οὐκ
εἶδε, καὶ οὖς
οὐκ ἤκουσε, καὶ ἐπὶ
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη
πώποτε. Οὕτως ἐν τῷ αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ
ἐσόμεθα, Χριστὸν ὁρῶντες
τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. Τοῦτο
τὸ φῶς κατὰ πάσης φύσεως ἔχει
τὰ νικητήρια· αὕτη ἡ
ζωὴ ἡ τὸν κόσμον νικήσασα. Ἀλλ’ ὁ
Πέτρος, «καλόν ἐστιν ἡμᾶς
ὧδε εἶναι» (Ματθ. 17,4) καὶ ἐντεῦθεν
νεφέλη, οὐ γνόφου, ἀλλὰ
φωτὸς ἐπεσκίασε. Τὸ κεκρυμμένον γὰρ
ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ
τῶν γενεῶν μυστήριον ἐκκαλύπτεται.
Φωνὴ τοῦ Πατρὸς ἐκ
νεφέλης τοῦ Πνεύματος γέγονε, καὶ δόξα διηνεκὴς
καὶ διαιωνίζουσα δείκνυται» (ΜΡG 96,545 ἑξ.).
18. Ὁ
δὲ Κρήτης θεσπέσιος Ἀνδρέας, «ἐπὶ
τὸ ὄρος, φησίν, ἀνάγει τὸ
ὑψηλὸν τοὺς μαθητὰς ὁ
Σωτήρ, τὶ ποιήσων ἢ τί διδάξων; Τὴν
ὑπεραστράπτουσαν παραδείξων τῆς οἰκείας
θεότητος δόξαν τε καὶ λαμπρότητα.
19. Τοῦτο
τοίνυν ἑορτάζομεν σήμερον, τὴν τῆς
φύσεως θέωσιν, τὴν εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τὴν
ἐπὶ τὰ ὑπὲρ φύσιν ἔκστασιν καὶ
ἀνάβασιν, καθ’ ἣν καὶ
τοῦ κρείττονος ἡ ἐκνίκησις,
ἢ τό γε κυριώτερον εἰπεῖν,
ἡ ἀνεκλάλητος θέωσις.
20. Τοῦτο
θαυμάζουσιν ἄγγελοι. Τοῦτο δοξολογοῦσιν
ἀρχάγγελοι.
21. Τοῦτο
πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ
διακόσμησις, ἀΰλως ἑστιωμένη, τεκμήριον ἐναργέστατόν τε καὶ
ἀψευδέστατον τίθεται τῆς περὶ
ἡμᾶς τοῦ Λόγου φιλανθρωπίας.
22. Οὐκ
ἔστι τῶν ἐν
τῇ κτίσει θεωρουμένων, ὃ χωρήσει τούτου τὴν
ὑπερβολὴν τῆς
λαμπρότητος. Ὁ γὰρ ὑπερούσιος εἰς οὐσίαν
ἀληθῶς ἐλθὼν καὶ ὑπὲρ οὐσίαν οὐσιωθεὶς
διὰ σαρκὸς ἡμῖν
πεπολίτευται, ὃς δὴ καὶ ὑπερβαλλόντως ἐπὶ
τοῦ ὄρους ἐξήστραψεν.
23. Οὐ
τότε γενόμενος ἑαυτοῦ διαυγέστερος ἢ ὑψηλότερος,
ἄπαγε! ἂλλ’ ὅπερ
καὶ πρότερον τοῖς τελουμένοις τῶν
μαθητῶν καὶ μυουμένοις τὰ ὑψηλότερα
κατὰ ἀλήθειαν θεωρούμενος. Ἔξω γὰρ
σαρκὸς καὶ κόσμου γενόμενοι, καθ’ ὅσον ἐφικτόν,
ἐνταῦθα τὰ τῆς μελλούσης καταστάσεως ἤδη, ἐξ
ὧν ἐπειράθησαν, ἐδιδάχθησαν.
24. Εἰ
γὰρ καὶ μηδενὶ τῶν
ἁπάντων ἀκοινώνητόν ἐστι
καθόλου τὸ ἀγαθόν, ἀλλ’ οὐχὶ
ὅ τί ποτέ ἐστιν, ἀλλ’
ὅσον καὶ ὅπως
τοῖς μετέχουσιν ἐφικτόν, χωρητὸν
γίνεται. Καὶ τοῦτο δι’ ἄκραν ἀγαθότητα
ταῖς ἀπειροδώροις ἐλλάμψεσιν ὁδεῦον
ἐπὶ πάντα καὶ προχεόμενον. Ἀπόδειξις
δὲ τῶν λεγομένων αὐτὸ
ἂν εἴη τὸ μακάριον πάθος καὶ πολυΰμνητον,
ὅπερ ἐπὶ τοῦ ὄρους πεπόνθασιν οἱ ἀπόστολοι,
ἡνίκα τὸ ἀπρόσιτον
καὶ ἄχρονον φῶς τὴν
οἰκείαν σάρκα μεταμορφῶσαν, τῷ
ὑπερβάλλοντι τῆς οἰκείας
φωτοβλυσίας ὑπερουσίως ἐλάμπρυνεν· ὢ
τοῦ θαυματος! κατ’ ἔκστασιν τελειοτάτην τῆς
φύσεως πίπτουσιν ὕπνῳ βαρεῖ, καὶ
φόβῳ κρατούμενοι, μύσαντες τὰς αἰσθήσεις,
πᾶσαν νοερὰν κίνησιν καὶ
ἀντίληψιν παντελῶς ἑαυτῶν
ἀποσπάσαντες. Οὕτω κατὰ
τὸν θεῖον ἐκεῖνον καὶ ὑπέρφωτον
καὶ ἀόρατον γνόφον τῷ Θεῷ
συνεγένοντο, τῷ μηδόλως ὁρᾶν,
τὸ ὄντως ὁρᾶν
εἰσδεχόμενοι, καὶ τῷ
πάσχειν ἀγνώστως, τὴν καθ’ ὑπεροχὴν
ἀγνωσίαν ποριζόμενοι, καὶ τὴν
πάσης νοερᾶς ἐπιστασίας ὑψηλοτέραν ἐγρήγορσιν
ὕπνῳ μυσταγωγούμενοι, ἔξω πάντων ἐγένοντο
τῶν δρωμένων τε καὶ νοουμένων, ἔτι
δὲ καὶ ἑαυτῶν, ἵνα τὸ πάσης θεώσεώς τε καὶ ἀφαιρέσεως
ἐκβεβηκός, καθ’ ὑπεροχὴν
ὑπερούσιον, τῇ ἐκφάνσει
τοῦ Λόγου καὶ τῇ
ἐπισκιάσει τοῦ Πνεύματος καὶ
τῇ ἄνωθεν ἐκ τῆς
νεφέλης φερομένῃ φωνῇ τοῦ γεννήτορος, δι’ ἀγνωσίας καὶ
ἀβλεψίας παιδευθῶσι μυστήριον». (ΜΡG 97,932
ἑξ.).
25. Περὶ
τοῦ θείου τούτου φωτὸς φησὶν
ὁ μέγας Γρηγόριος ὁ Θεολόγος· «Φῶς
ἡ παραδειχθεῖσα θεότης ἐπὶ
τοῦ ὄρους τοῖς μαθηταῖς
μικροῦ στερροτέρα καὶ ὄψεως»·
καὶ αὖθις· «Ἥξει μὲν
ὡς ὁ ἐμὸς Λόγος, τοιοῦτος δέ, οἷος
ὤφθη τοῖς μαθηταῖς
ἢ παρεδείχθη, ὑπερνικώσης τὸ
σαρκίον τῆς θεότητος».
26. Ὁ
δὲ ἅγιος Μάξιμος· «Τοῦτό ἐστι,
φησί, τὸ τοῦ Θεοῦ Εὐαγγέλιον, πρεσβεία Θεοῦ καὶ
παράκλησις πρὸς ἀνθρώπους δι’ Υἱοῦ
σαρκωθέντος, καὶ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς μισθὸν
δωρουμένου τοῖς πειθομένοις αὐτῷ
τὴν ἀγέννητον θέωσιν· ἀγέννητον δὲ
λέγω θέωσιν τὴν κατ’ εἶδος ἐνυπόστατον
ἔλλαμψιν, ἥτις οὐκ
ἔχει γένεσιν, ἀλλ’ ἀνεπινόητον
ἐν τοῖς ἀξίοις φανέρωσιν».
27. Καὶ
αὖθις· «Οὐ πᾶσιν
ἀεὶ μετὰ δόξης, φησίν, ὁ Κύριος ἐπιφαίνεται
τοῖς παρ’ αὐτῷ
ἱσταμένοις, ἀλλὰ
τοῖς μὲν εἰσαγομένοις ἐν δούλου μορφῇ
παραγίνεται, τοῖς δὲ δυναμένοις ἀκολουθῆσαι
αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ
μεταμορφώσεως ὄρος ἐν μορφῇ Θεοῦ
ἐπιφαίνεται, ἐν ᾗ
ὑπῆρχε πρὸ τοῦ
τὸν κόσμον εἶναι».
28. Καὶ
πάλιν ὁ αὐτός· «Τὸ φῶς,
φησί, τοῦ προσώπου Κυρίου, τὸ νικῆσαν
τῆς ἀνθρωπίνης αἰσθήσεως τὴν
ἐνέργειαν, τὸν τρόπον διετύπου τοῖς
μακαρίοις ἀποστόλοις τῆς κατὰ
ἀπόφασιν μυστικῆς θεολογίας, καθ’ ἣν
ἡ μακαρία καὶ ἡ
ἁγία θεότης κατ’ οὐσίαν ἐστὶν
ὑπεράρρητος καὶ ὑπεράγνωστος
καὶ πάσης ἀπειρίας ἀπειράκις
ἐξηρημένη, οὐδ’ ἴχνος
ὅλως καταλήψεως κἂν ψιλὸν
τοῖς μετ’ αὐτὴν
καταλείψασα.
29. Ὁ
τοῖς οὖσι γάρ, φησὶν ὁ
αὐτός, μὴ κατ’ οὐσίαν
ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ
τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν
κρυφίου παντελῶς οὐκ ἐξίσταται, ὁπότε καὶ
αὐτὸς ὁ τρόπος, καθ’ ὃν θέλων μετέχεται, μένει
διηνεκῶς τοῖς πᾶσιν ἀνέκφαντος».
30. Φησὶ
δὲ καὶ ὁ μέγας Βασίλειος· «Τὸ Πνεῦμα
τὸ ἅγιον, ἀπρόσιτον τῇ
φύσει, χωρητὸν δι’ ἀγαθότητα, πάντα μὲν
πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν
μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ
μέτρῳ μετεχόμενον, ἀλλὰ
κατὰ ἀναλογίαν τῆς πίστεως διαιροῦν
τὴν ἐνέργειαν, ἁπλοῦν
τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν.
31. Ὅλον
ἑκάστῳ παρόν, καὶ ὅλον
πανταχοῦ ὄν, ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς
μετεχόμενον κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς
ἀκτῖνος, καὶ ἑκάστῳ
τῶν δεκτικῶς ὡς
μόνῳ παρόν, διαρκῆ τοῖς
πᾶσι τὴν χάριν καὶ ὁλόκληρον
ἐπαφίησι».
32. Καὶ
πάλιν· «Αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ
ποικίλαι, ἡ δὲ οὐσία ἁπλή. Ἡμεῖς
δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν
Θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα.
Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ
πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ
οὐσία αὐτοῦ
μένει ἀπρόσιτος» (ΜΡG 32, 869).
33. Οὕτω
γὰρ καὶ ὁ μέγας Ἀθανάσιος λέγει, ὅτι
οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐσίαν
γυμνὴν ἰδεῖν οὐδαμοῦ. Ὅθεν πρόδηλον, ὅτι οὐ
τὴν οὐσίαν τοῦ Θεοῦ
ἔβλεπον οἱ ἅγιοι,
ἀλλὰ τὴν δόξαν, ὡς καὶ
περὶ τῶν ἀποστόλων γέγραπται, ὅτι διαγρηγορήσαντες ὁ
Πέτρος καὶ οἱ σὺν αὐτῷ εἶδον τὴν δόξαν αὐτοῦ.
34. Καὶ
αὖθις ὁ αὐτός· «Ἀπαθής, φησί, καὶ
ἐν τοῖς παθήμασι τῆς σαρκὸς
ὁ Χριστός, ὡς Θεὸς
νικήσας τὸν θάνατον, καὶ ἀναστὰς
τῇ τρίτῃ ἡμέρα,
καὶ ἀνελθὼν εἰς τὸν οὐρανόν, ἐν δόξῃ
φυσικῇ καὶ οὐκ ἐν χάριτι, ἐρχόμενος ἐν
τῇ ἑαυτοῦ θεότητι, καὶ ἐμφανῶς
ἐκλάμπων ἐκ τοῦ
ἐκ Μαρίας σώματος αὐτοῦ
τοῦ ἁγίου τὴν δόξαν τὴν
ἀπόρρητον, ὡς καὶ
ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ
μέρους, διδάσκων ἡμᾶς ὅτι καὶ πρότερον καὶ
νῦν ὁ αὐτός ἐστιν, ἀναλλοίωτος ὢν
ἀεὶ καὶ μεταβολὴν οὐδεμίαν
ἔχων περὶ τὴν
θεότητα».
35. Οὕτω καὶ
ὁ μέγας Διονύσιος· «Ὅταν ἄφθαρτοι,
φησί, καὶ ἀθάνατοι γενώμεθα, καὶ τῆς
χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε
σὺν Κυρίῳ κατὰ
τὸ λόγιον ἐσόμεθα, τῆς
μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι,
φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης, ὡς
τοὺς μαθητὰς ἐν
ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς
δὲ νοητῆς αὐτοῦ
φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχοντες καὶ τῆς
ὑπὲρ νοῦν ἑνώσεως, ἐν ταῖς
τῶν ὑπερφανῶν ἀκτίνων
ἀγνώστοις καὶ μακαρίαις ἐπιβολαῖς
ἐν θειοτέρᾳ μιμήσει τῶν
ὑπερουρανίων νοῶν».
36. Καὶ
ὁ μέγας Βασίλειος· «Ἆθλον, φησίν, ἀρετῆς
Θεὸν γενέσθαι καὶ τῷ
καθαρωτάτω φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας
ἐκείνης υἱὸν γενόμενον, ἣ
μὴ διακόπτεται ζόφῳ. Ἄλλος
γὰρ ταύτην ποιεῖ ἥλιος,
ὁ τὸ ἀληθινὸν φῶς
ἀπαστράπτων ὅς, ἐπειδὰν
ἅπαξ ἐπιφαύσῃ ἡμῖν,
οὐκέτι ἐν δυσμαῖς
κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ
ἑαυτοῦ δυνάμει περιπτυξάμενος, διηνεκὲς
καὶ ἀδιάδοχον τοῖς ἀξίοις
τὸ φῶς ἐμποιεῖ καὶ
αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς
ἐκείνου ἄλλους ἡλίους
ἀπεργαζόμενος. Τότε γάρ φησι, καὶ
οἱ δίκαιοι ἐκλάμψουσιν ὡς
ὁ ἥλιος».
37. Καὶ
ὁ θεῖος Μάξιμος· «Ἡ ψυχὴ
γίνεται θεὸς τῇ μεθέξει τῆς θεϊκῆς
χάριτος, πασῶν τῶν κατὰ νοῦν
τε καὶ αἴσθησιν ἐνεργειῶν
αὐτή τε παυσαμένη καὶ τὰς
τοῦ σώματος φυσικὰς ἐνεργείας
συναποπαύσασα, καὶ συνθεωθέντος αὐτῇ
κατὰ τὴν ἀναλουγοῦσαν αὐτῷ
μέθεξιν τῆς θεώσεως· ὥστε μόνον τὸν
Θεὸν διά τε τῆς ψυχῆς
καὶ τοῦ σώματος τότε φαίνεσθαι, νικηθέντων αὐτῶν
τῇ ὑπερβολῇ τῆς
δόξης τῶν φυσικῶν γνωρισμάτων».
38. Καὶ
ὁ μέγας Διονύσιος· «Οὐδεμίαν ὁρῶμεν
θέωσιν ἢ ζωήν, ἥτις ἀκριβῶς
ἐμφερής ἐστι τῇ
πάντων ὑπερκειμένῃ αἰτίᾳ».
39. Ὁ
αὐτὸς ἐρωτώμενος, πῶς ὁ
πάντων ἐπέκεινα καὶ ὑπὲρ
θεαρχίαν ἐστὶ καὶ ὑπὲρ ἀγαθαρχίαν· «Εἰ θεότητα, φησί, καὶ
ἀγαθότητα νοήσαις, αὐτὸ
τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ
δώρου καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου
καὶ ὑπεραγάθου, καθ’ ὃ θεούμεθα καὶ
ἀγαθυνόμεθα. Καὶ γάρ, εἰ
τοῦτο ἀρχὴ γίνεται τοῦ θεοῦσθαι
καὶ ἀγαθύνεσθαι τοῖς θεουμένοις καὶ
ἀγαθυνομένοις, ὁ πάσης ἀρχῆς
ὑπεράρχιος, καὶ τῆς
οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος,
ὡς θεαρχίας καὶ ἀγαθαρχίας
ἐστὶν ἐπέκεινα».
40. Καὶ
ὁ Νύσσης θεῖος Γρηγόριος· «Εἰ
τὰ κρίματα αὐτοῦ,
φησίν, ἐξερευνηθῆναι οὐ
δύναται, καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται, καὶ ἡ
τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς
ἀπὸ στοχασμῶν εἰκασίας,
πόσῳ μᾶλλον τῷ μέτρῳ
κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον
ἄνω ἐστὶ καὶ ὑψηλότερον αὐτὸ
τὸ θεῖον τῶν περὶ αὐτὸ
νοουμένων».
41. Ἀλλὰ
καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς
πάλιν ἐν τοῖς ἱεροῖς μέλεσιν· «Ἵνα σου δείξῃς
ἐμφανῶς τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως
ὁ ὕψιστος Θεὸς ὀφθήσῃ
ἑστὼς ἐν μέσῳ θεῶν,
τοῖς ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ
σὺν Ἠλίᾳ τε ἀρρήτως ἔλλαμψας» (ΜΡG 96,849).
42. Καὶ
ἐν ἑτέρῳ μέλει· «Καὶ μικρὸν
ὑποκρύψας τῆς σαρκὸς
τὸ πρόσλημμα μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
ἐμφαίνων τοῦ ἀρχετύπου
κάλλους τὴν εὐπρέπειαν· καὶ ταύτην οὐχ
ὁλόκληρον· τὸ μὲν
πληροφορῶν αὐτοὺς ἅμα καὶ φειδόμενος, μήπω σὺν
τῇ ὁράσει καὶ τὸ
ζῆν ἀπολέσωσιν, ἀλλ’ ὡς
ἠδύναντο χωρεῖν τοὺς
σωματικοὺς ὀφθαλμοὺς περιφέροντες».
43. Καὶ
ὁ μέγας Διονύσιος αὖθις· «Ὁ
θεῖος, φησί, γνόφος ἐστὶ
τὸ ἀπρόσιτον φῶς, ἐν
ᾧ κατοικεῖν ὁ
Θεὸς λέγεται, καὶ ἀοράτῳ
ὄντι, διὰ τὴν
ὑπερέχουσαν φανότητα, καὶ ἀπροσίτῳ
δι’ ὑπερβολὴν ὑπερουσίου
φωτοχυσίας».
44. «Οὐχ
ὁ Θεὸς δέ, φησὶν ὁ
Χρυσόστομος πατήρ, ἀλλ’ ἡ χάρις ἐκχεῖται».
45. Ἐπεὶ
δὲ τὸν προσγενόμενον ἐπὶ
τῆς θειοτάτης ἐκείνης θέας τοῖς
ἀποστόλοις φόβον ἐκεῖνος
αὖθις προεβάλλετο, ὡς ἀτελεῖς
καὶ ἐπ’ αὐτῆς ἐκείνης δεῖξαι διὰ
τούτου τοὺς ἀποστόλους, καὶ τὸ
φῶς τοῦτο χαμαίζηλον τὸ τηνικαῦτα
τούτοις ὁρώμενον, ὁ θειότατος καὶ
ἀοίδιμος βασιλεὺς ὑπὸ
τοῦ τοιούτου τότε φωτὸς πάντως καταυγασθεὶς
τὴν διάνοιαν, ἔστι καὶ
φόβος, εἶπεν, οὐ τῶν
εἰσαγομένων ἀλλὰ
τῶν τελείων, περὶ οὗ
φησιν ὁ προφήτης· «Ὁ φόβος Κυρίου ἁγνός,
διαμένων εἰς αἰῶνα αἰῶνος» (Ψαλμ. 18,10). Καὶ ἀλλαχοῦ
πάλιν· «Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι
αὐτοῦ» (Ψαλμ. 33,10). Δεῖγμα δὲ
τοῦ μὴ τὸν εἰσαγωγικόν, ἀλλὰ
τὸν τέλειον ἔχειν τότε φόβον τοὺς
ἀποστόλους, τὸ ζητεῖν
παραμένειν ἀεὶ τῷ ἀπορρήτῳ ἐκείνῳ
θεάματι. «Ποιήσωμεν γὰρ ὧδε, φησί, τρεῖς σκηνάς», καὶ
«καλόν ἐστιν ἡμᾶς
ὧδε εἶναι» (Ματθ. 17, 4). Ὁ γὰρ
ἕτερον τρόπον καὶ φόβον ἔχων
ἀπ’ ἐκείνου προθυμεῖται φεύγειν, ὃ
καὶ φοβεῖται. Πέτρος γάρ, ἡ
κορυφαία τῶν ἀποστόλων ἀκρότης, νομίσας τὸν
διαστηματικὸν τοῦτον καὶ πεπερασμένον αἰῶνα
παραρρυῆναι, τὸν δὲ
ἀδιάστατόν τε καὶ ἄληκτον
τοῦ φωτὸς ἐκεῖνον ἐπιφανῆναι, «καλόν ἐστιν
ἡμᾶς ὧδε εἶναι», ἀπὸ
διαθέσεως τῆς ψυχῆς ἐνθεαστικῶς
ἔλεγεν. Ἐκεῖνο
γὰρ πάντως εἶδεν, ὃ
οὐκ ἂν πάντως ἀνθρωπίνη φύσις ὁρᾶν
δυνηθείη, εἰ μὴ πρὸς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθείη. Τοσούτου γὰρ
ἐκεῖνοι τότε ἠξιώθησαν, ὅσον
ἀνθρωπίνη φύσις χωρήσειεν ἄν, συναιρομένου ταύτῃ
τοῦ Πνεύματος.
46. Μηδεὶς
δὲ ἡμῶν ἀκούων, αὖθις εἶπεν
ὁ καὶ τὰ θεῖα σοφὸς βασιλεύς, ἐφ’
ὅσον εἰκὸς
ἐξυμνούντων τὸ θειότατον ἐκεῖνο
φῶς, τὴν τοῦ Θεοῦ φύσιν θεατὴν λέγειν ἡμᾶς
ὑπολαμβανέτω· εἰ γὰρ
καὶ πρὸς τοσούτον ὕψος θεωρίας ἀνέδραμον,
χάριν καὶ δόξαν εἶδον θείαν, ἀλλ’
οὐ τὴν φύσιν αὐτὴν
τὴν χορηγοῦσαν τὴν
χάριν. Καὶ γὰρ ἴσμεν ἐκείνην ὑπὸ
τῶν θείων λογίων μεμυημένοι, ἀμέθεκτον, ἄληπτον,
ἀόρατον καὶ αὐταῖς
ταῖς ὑπερκοσμίοις καὶ ἀνωτάταις
δυνάμεσιν, ὡς οὐδ’ ἴχνος ὅλως καταλήψεως κἂν
ψιλὸν τοῖς μετ’ αὐτὴν
καταλείψασαν. Ἐπεὶ καὶ Γρηγορίων ὁ θεολογικώτατος ἔστιν
ἃ τῶν προφητικῶν θεαμάτων καταλέξας πρότερον,
ἐφεξῆς εὐθὺς ἐπήνεγκεν· «Ἀλλ’ οὔτε
οὗτοι, περὶ ὧν
ὁ λόγος, οὔτε τις ἄλλος
τῶν κατὰ τούτους ἔστη
ἐν ὑποστήματι καὶ οὐσίᾳ
Κυρίου κατὰ τὸ γεγραμμένον, οὐδὲ
Θεοῦ φύσιν ἢ εἶδεν
ἢ ἐξηγόρευσεν». Ἐξ ὧν
δὴ ῥητῶν καὶ λόγων, ἀνιέρως τοῖς
ἱεροῖς ἐπιβάλλων ὁ Βαρλαὰμ
καὶ ἐπισφαλῶς, ἀπηλέγχετό
τε καὶ κατησχύνετο.
47. Ἔτι
τε εὕρηται ὁ τοιοῦτος
Βαρλαὰμ πολλὰ καὶ
τῶν τῆς ἡσυχίας ἐθίμων ἐγγράφως
διαστρέψας καὶ κατηγορήσας, ἅμα δὲ
καὶ τῇ συνήθει τούτοις, μᾶλλον δὲ
πᾶσι τοῖς χριστιανοῖς
προσευχῇ ἐπιθέμενος, τῇ «Κύριε Ἰησοῦ
Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με». Διελάμβανε γὰρ καὶ
περὶ ταύτης ἐπ’ αὐτῶν
τῶν λέξεων οὕτως· «Ἐγὼ
πολλῶν ὄντων, ἅ τις ἂν
ἔχοι δικαίως ἐγκαλεῖν
τῷ τῆς τοιαύτης διδασκαλίας ὑφηγητῇ,
οὐδενὸς ἔλαττον ἡγοῦμαι
καὶ τοῦτο, ὅτι τὰ χριστιανῶν ἐπιχειρῶν
διὰ τῶν εἰσπνοῶν ἀνατρέπειν μυστήρια, συκοφαντεῖ
καὶ τοὺς Πατέρας, ὡς ἅπερ
νῦν αὐτὸς ἐκδιδάσκει, ταῦτα κἀκείνους
φρονήσαντας πρότερον». Ἐμβρόντητε καὶ μιαρέ, καὶ
τὶς πώποτε ἐκείνων νῆψιν
καὶ φυλακὴν καρδίας καὶ
προσοχήν, τοιαύτην τερατείαν, οἵαν σὺ
παραδίδως, ὠνόμασε; Φασὶ δὲ
τοῦτον νενομοθετηκέναι τοῖς μύσταις, εὐχῇ
χρῆσθαι διαπαντὸς οὕτως
ἐχούσῃ, «Κύριε Ἰησοῦ
Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με». Κἀκ τούτου οὖν
ἔστι συνιδεῖν, ὁποῖος
ἦν ὁ τῶν εἰσπνοῶν εὑρετής. Τὸ μὲν
γάρ, Πάτερ ἡμῶν, ᾧ διαφερόντως οἱ Βογόμιλοι χρῶνται,
οὐ νομοθετεῖ· ᾤετο
γὰρ οὕτω κατάδηλος ἔσεσθαι· οἷς
δ’ ὅμως ταύτῃ μόνη τῇ
μικρᾷ εὐχῇ διὰ βίου προσανέχειν ὑποτίθεται, τούτοις τάς
γε ἄλλας ἁπάσας εὐχὰς
βαττολογίας καταλιμπάνει νομίζεσθαι. Οἷς δὲ
αὖθις πάντων χριστιανῶν ἐν
ταύτῃ τῇ εὐχῇ τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστὸν καὶ
Θεὸν ἡμῶν καλούντων, οὗτος τό, ὁ
Θεὸς ἡμῶν, εἰς τὸ Υἱὲ τοῦ Θεοῦ, μετείληφε, τούτοις τὸ πᾶν
τῆς ἑαυτοῦ κακοδοξίας ἡμῖν
ἐξεκάλυψε. Τῷ γὰρ
τῶν Βογομίλων ἀκολούθως δόγματι μεταβάλλει
καὶ οὗτος ἐν τῇ εἰρημένῃ εὐχῇ
τό, ὁ Θεὸς ἡμῶν, εἰς τό, Υἱὲ Θεοῦ.
Ἐπεὶ ἄλλην γε αἰτίαν, δι’ ἣν
τὴν τοιαύτην πεποίηκε μεταβολήν, οὐκ
ἂν εἰπεῖν τις ἔχοι». Καὶ
ταῦτα μὲν ὁ ἀθεώτατος Βαρλαάμ.
48. Τὰ
δὲ καὶ αὐτὰ ἀπ’ ἐναντίας, ἔχει πάντως τῇ
μακαριστῇ φωνῇ τοῦ θεμελίου τῆς πίστεως Πέτρου τοῦ
κορυφαίου τῶν μαθητῶν, καὶ
τῷ ἐπ’ αὐτῇ τοῦ Δεσπότου μακαρισμῷ. Ὁ
μὲν γὰρ εἶπε πρὸς αὐτὸν·
«σὺ εἶ ὁ Χριστὸς ὁ
Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»· ὁ δὲ
Κύριος πρὸς αὐτόν, «μακάριος εἶ, Σίμων βὰρ
Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα
οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ
Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς» (Ματθ. 16, 16/7). Ἀλλὰ
καὶ ἐν τῷ Συμβόλῳ τῆς
Πίστεως λέγομεν· «Πιστεύομεν εἰς ἕνα
Θεόν, πατέρα, παντοκράτορα· καὶ εἰς
τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων». Ἇρ’ οὖν
οὐ Θεὸν εἶναι τὸν Χριστὸν
δοξάζομεν, ἐπεὶ πιστεύειν φαμὲν εἰς
τὸν Υἱὸν τοῦ Θεοῦ; Φησὶ δὲ
περὶ τῆς τοιαύτης ἱερᾶς
προσευχῆς καὶ ὁ χρυσορρήμων καὶ θεῖος
διδάσκαλος Ἰωάννης, μονάζουσιν ἐπιστέλλων· «Σχολάσατε διὰ παντὸς
καὶ παραμείνατε Κυρίῳ τῷ
Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς·
καὶ μηδὲν ἕτερον ζητήσητε ἢ μόνον ἔλεος
παρὰ τοῦ Κυρίου τῆς δόξης. Ζητοῦντες
δὲ ἔλεος, ἐν ταπεινῇ
καὶ ἐλεεινῇ καρδίᾳ
ζητεῖτε, καὶ βοᾶτε
ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατὸν
καὶ ὅλην τὴν νύκτα τό, Κύριε Ἰησοῦ
Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς.
Παρακαλῶ οὖν ὑμᾶς, βιάσασθε τὸν νοῦν
ἡμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου. Πολλῆς
γὰρ βίας χρῄζει τὸ
ἔργον τοῦτο, ὅτι
στενή ἐστιν ἡ πύλη καὶ
τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν
ζωήν, καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν
αὐτῇ. Βιαστῶν γάρ ἐστιν
ἡ βασιλεία τῶν οὐρανῶν.
Παρακαλῶ οὖν ὑμᾶς, μὴ χωρίζετε τὰς καρδίας ὑμῶν
ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε καὶ φυλάττετε αὐτὴν
μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ πάντοτε, ἕως
οὗ ἐμφυτευθῇ τὸ
ὄνομα τοῦ Κυρίου ἔσω
ἐν τῇ καρδίᾳ, καὶ
μηδὲν ἕτερον ἐννοεῖτε
ἢ ἵνα μεγαλυνθῇ Χριστὸς
ἐν ὑμῖν. Παρακαλῶ οὖν
ὑμᾶς, τὸν κανόνα ταύτης τῆς προσευχῆς
μηδέποτε καταπαύσητε ἢ καταφρονήσητε· ἀλλ’ εἴτε
ἐσθίετε, εἴτε πίνετε, εἴτε
ὁδεύετε, εἴτε τι ποεῖτε,
ἀδιαλείπτως κράζετε, Κύριε Ἰησοῦ
Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς.
Ἀδιαλείπτως γάρ, φησὶν ὁ
θεῖος ἀπόστολος, προσεύχεσθε, χωρὶς ὀργῆς
καὶ διαλογισμῶν».
49. Ἀλλὰ
καὶ ὁ θεῖος Διάδοχος· «Ἀπαιτεῖ,
φησίν, ἡμᾶς πάντως ὁ νοῦς,
ὅταν πάσας τὰς διεξόδους αὐτοῦ
τῇ μνήμῃ ἀποφράξωμεν
τοῦ Θεοῦ, ἔργον ὀφεῖλον
αὐτοῦ πληροῦν τὴν
ἐντρέχειαν. Δεῖ οὖν
αὐτῷ διδόναι τὸ, Κύριε Ἰησοῦ
Χριστέ, εἰς ὁλόκληρον πραγματείαν τοῦ σκοποῦ.
Οὐδεὶς γάρ, φησί, λέγει Κύριον Ἰησοῦν,
εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.
Ὅσοι γὰρ τοῦτο
τὸ ἅγιον καὶ ἔνδοξον
ὄνομα τῷ βάθει μελετῶσιν
ἀεὶ τῆς καρδίας ἀπαύστως, αὐτοὶ
καὶ τὸ φῶς αὐτῶν τοῦ νοῦ δύνανται ὁρᾶν
ποτε. Πάντα γὰρ τὸν ἐπιπολάζοντα ῥύπον τῇ
ψυχῇ ἐν αἰσθήσει ἱκανῇ
καταφλέγει. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν, φησί, πῦρ καταναλίσκον. Ὅθεν
εἰς ἀγάπην λοιπὸν πολλὴν
τὴν ψυχὴν τῆς
ἑαυτοῦ δόξης προσκαλεῖται ὁ
Κύριος. Ἐγχρόνιζον γὰρ τὸ
ἔνδοξον ἐκεῖνο
καὶ πολυπόθητον ὄνομα διὰ
τῆς μνήμης τοῦ νοῦ
τῇ θέρμῃ τῆς
καρδίας, ἕξιν ἡμῶν πάντως ἐμποιεῖ
τοῦ ἀγαπᾶν τὴν αὐτοῦ ἀγαθότητα. Οὗτος γάρ ἐστιν
ὁ μαργαρίτης ὁ πολύτιμος, ὅντινα,
πωλήσας τις τὴν περιουσίαν αὐτοῦ,
εὑρεῖν δύναται, καὶ ἔχειν
ἀνεκλάλητον ἐπὶ
τῇ αὐτοῦ εὑρέσει χαράν. Καὶ μακρὸν
ἂν εἴη λέγειν τὰς περὶ
τούτου καὶ εἰς τοῦτο τῶν θεοφόρων Πατέρων εἰσηγήσεις καὶ
προτροπάς. Ἰσχυριζομένων τοίνυν τῶν μοναχῶν,
τῆς πνευματοκινήτου τῶν θεοφόρων διανοίας ἐπιτερπές
τε καὶ θεῖον ἐξ ἀρχῆς εἶναι μελέτημα τὴν εὐχὴν
ταύτην, ἅμα καὶ βουλομένων ἐφεξῆς
συνείρειν, ὅσα περὶ αὐτῆς
ἐν τοῖς τῶν ἁγίων συγγράμμασι κεῖται, οἷόν
ἐστι καὶ τὸ
εἰρημένον τῷ διὰ
λόγων δειμαμένῳ τὴν κλίμακα τῆς πνευματικῆς
ἀναβάσεως, μνήμη γάρ, φησίν, Ἰησοῦ
κολληθήτω τῇ πνοῇ σου, καὶ τότε εἴσῃ
ἡσυχίας ὠφέλειαν.
50. Τοιαῦτα
προθυμουμένων ἐφεξῆς λέγειν τῶν μοναχῶν,
ὁ τὰ πάντα θαυμάσιος βασιλεύς, νῦν δὲ
καὶ μακαρίῳ τέλει κατακλείσας τὸν
βίον, ὡς χριστὸς Κυρίου, τὸν
ὑπὲρ τοῦ χρίσαντος Χριστοῦ λόγον αὖθις
ὑπολαβών, ἀλλ’ ἔστω,
φησί, καὶ δεδόσθω τῶν κακοδόξων τοῦτό
τινα φάναι τὴν ἀρχήν. Οὐδὲν
παρὰ τοῦθ’ ἡμῖν ἔγκλημα, καλῶς χρωμένοις τὸ
κακῶς ἐκείνοις νενοημένον. Οὐδὲ
γάρ, ἐπειδὴ Θεὸν οὐρανοῦ λέγουσιν οἱ Πέρσαι τὸν
Ἀβραάμ, κακῶς ἐροῦμεν
εἰπεῖν, τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι· οὐδ’ ἐπειδὴ
κοσμοποιὸν νοῦν Ἕλληνές φασι τὸν Θεόν, ἡμεῖς
τοῦτον τοῦ κόσμου ποιητὴν
οὐκ ἐροῦμεν, ἢ τοῦτο
λέγοντες, ἐγκληθείημεν ἂν δικαίως, ὡς
κατ’ ἐκείνους φρονοῦντες. Ἕλληνες
μὲν γὰρ τὴν ὕλην ἀγέννητον καὶ τῷ
Θεῷ συναΐδιον λέγοντες, εἰ καὶ
ποιητήν φασι τοῦ κόσμου Θεόν, ἀλλ’ οὐχ
ὡς προαγωγέα τοῦ μήπω πρότερον μηδαμῶς
ὄντος, ἀλλ’ ὡς
τοῦ ὄντος κοσμήτορα, τάξιν μόνον καὶ
εἶδος καὶ θέσιν ἐναρμόνιον
προστιθέντα τοῖς οὖσι, μικροῦ τῆς
κατ’ ἀνθρώπους τέχνης, μηδὲν πλέον τῇ
δυνάμει τοῦ Θεοῦ νέμοντες. Ἡμεῖς
δὲ ὥσπερ τὴν εἰς
τὸ εἶναι πρόοδον ἐκ μὴ
ὄντων τὰ πάντα δέξασθαι πιστεύοντες
πρὸς Θεοῦ, ποιητὴν
οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ τοῦτον
ἀκριβῶς γινώσκομεν, οὕτω καὶ
Θεοῦ Υἱὸν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστὸν λέγοντες, ὑμνοῦμεν
καὶ ἐπιβοώμεθα αὐτὸν
ὡς Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ, καὶ
τὴν τοῦ Υἱοῦ θεότητα ὁμολογοῦντες,
καὶ τὸν αἴτιον τῇ τοῦ
Υἱοῦ θεότητι προσμαρτυροῦντες. Φασὶ
δὲ καὶ Μασσαλιανοὺς καὶ
Βογομίλους τὴν ὑπὸ τοῦ Κυρίου τοῖς ἁγίοις
αὐτοῦ μαθηταῖς καὶ
ἀποστόλοις παραδεδομένην εὔχεσθαι εὐχήν.
Τί οὖν; ἀποσχώμεθα ταύτης ἡμεῖς
διὰ τοῦτο, καὶ καταπροδῶμεν
τοῖς κεκλοφόσι κακῶς τὰ
ἡμέτερα, καὶ διὰ
τοὺς ὑποκρινομένους ἐν λόγοις τὸ
εὐσεβὲς τῶν ὄντως εὐσεβῶν
ἡμεῖς ἀποστῶμεν φωνῶν; Ἄπαγε
τῆς αἰσχίστης κακοβουλίας! Ἀλλ’ ἐπειδὴ
παράκλητον ἔχομεν πρὸς τὸν
Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ
αὐτὸς ἱλασμός ἐστι περὶ
τῶν ἁμαρτιῶν ἡμῶν,
μετ’ ἐλπίδος ἐπικαλεσόμεθα τὸ
ὄνομα αὐτοῦ,
καὶ σωτηρίας ἐκ τῆς
τοιαύτης ἐπικλήσεως τευξόμεθα, κατὰ τὸ
εἰρημένον ὑπὸ
τοῦ προφήτου, «καὶ ἔσται
πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα
Κυρίου, σωθήσεται» (Ἰωὴλ 3,5). Καὶ ἐπειδήπερ
«οὐκ ἔστιν ὄνομα ἕτερον
τὸ δεδομένον ἐν ἀνθρώποις,
ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς» (Πραξ. 4,12) καὶ «οὐδεὶς
δύναται εἰπεῖν Κύριον Ἰησοῦν,
εἰ μὴ ἐν Πνεύματι ἁγίῳ»
(Α΄ Κορ. 12,3) καὶ «ἐν τῷ ὀνόματι Ἰησοῦ
Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ
ἐπιγείων καὶ καταχθονίων» (Φιλιπ. 2,10),
μακάριος ὁ διὰ τῆς διηνεκοῦς μελέτης τοῦ
πολυϋμνήτου τούτου ὀνόματος ἔνοικον ἔχων
ἐν ἑαυτῷ τὸν Θεόν. «Εἰς αἰῶνα
γάρ, φησίν, ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν
αὐτοῖς, καυχήσονται ἐν σοὶ
οἱ ἀγαπῶντες τὸ ὄνομά
σου» (Ψαλμ. 5,13). Πῶς δ’ οὐκ ἂν
γένοιτο Πνεύματος ἁγίου πλήρης ὁ τὸ
θεῖον τοῦτο καὶ
ὑπερδεδοξασμένον ὄνομα κατέχειν ἐν
τῇ καρδίᾳ σπεύδων ἡμέρας
καὶ νυκτός, τοῦ Κυρίου ἐν
εὐαγγελίοις λέγοντος, ὅτι δώσει Πνεῦμα
ἅγιον τοῖς αἰτοῦσιν
αὐτὸν ἡμέρας καὶ νυκτός;
51. Ἀνεφάνη
οὖν καὶ ἀπηλέγχθη ἐκ τούτων ὁ
Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως λαλῶν
περί τε τοῦ ἐν τῷ Θαβωρίῳ θείου φωτός, καὶ
ὧν κατὰ τῶν
μοναχῶν περὶ τῆς
μελετωμένης αὐτοῖς καὶ προφερομένης συχνῶς ἱερᾶς
εὐχῆς συνεγράφετο. Οἱ δὲ
μοναχοὶ ἀπεδείχθησαν ἀνώτεροι τῆς
κατηγορίας αὐτοῦ, ὡς στέργοντες καὶ ἐμμένοντες
ταῖς περὶ τούτων τῶν
ἁγίων Πατέρων ἐξηγήσεσι καὶ
παραδόσεσι, καθὼς καὶ αὐτοὶ ἀριδήλως διωμολόγησαν καὶ διεβεβαιώσαντο. Ἔνθεν
τοι καὶ κοινῇ συνοδικῇ
ψήφῳ, ἅτε κακῶς καὶ
ἐπισφαλῶς τοῖς
θείοις ἐπιβαλὼν ὁ
αὐτὸς Βαρλαάμ, ὡς εἴρηται,
καταψηφισθείς, συγγνώμην ἐπὶ τούτοις δῆθεν ᾐτήσατο.
Καὶ γοῦν ἀποφαινόμεθα, ὡς εἰ
μὲν ἐνδείξεται ἀληθῶς
μετάνοιαν καὶ διορθώσεται ἑαυτόν, καὶ
οὐδαμῶς οὐκέτι περὶ τῶν
τοιούτων λέγων καὶ συγγραφόμενος φωραθείη, εὖ ἂν
ἔχοι· εἰ δ’ οὖν,
ἀποκήρυκτος ἔσται καὶ
ἀποτετμημένος τῆς ἁγίας
τοῦ Χριστοῦ καθολικῆς
καὶ ἀποστολικῆς Ἐκκλησίας
καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν
συστήματος.
52. Ἀλλὰ
καὶ εἴ τις ἕτερός τι τῶν
ὑπ’ ἐκείνου βλασφήμως καὶ κακοδόξως κατὰ
τῶν μοναχῶν, μᾶλλον
δὲ τῆς Ἐκκλησίας αὐτῆς,
λαληθέντων ἢ συγγραφέντων φανείη πάλιν τῶν μοναχῶν
κατηγορῶν ἢ ὅλως τούτων ἐν τοῖς
τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρὰ
τῆς ἡμῶν μετριότητος καθυποβαλλόμενος, ἀποκήρυκτος
ἔσται καὶ αὐτὸς
καὶ ἀποτετμημένος τῆς ἁγίας
τοῦ Χριστοῦ καθολικῆς
καὶ ἀποστολικῆς Ἐκκλησίας
καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν
συστήματος.
53. Μετ’ ἐμβριθείας μέντοι καὶ
πνευματικῆς αὐστηρίας καὶ ἐπιτιμήσεως
λέγομεν, μηκέτι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς δογματίζειν ὅλως τινὰ
τῶν ἁπάντων, κινοῦντα λόγον περὶ
τούτων τε καὶ ἄλλων δογματικῶν λόγων, οὔτε
ἐγγράφως δηλαδὴ οὔτε
ἀγράφως, ὡς οὐ
μικρῶν ἐντεῦθεν εἰς τὴν
Ἐκκλησίαν τοῦ Θεοῦ
ἀνακυπτόντων σκανδάλων, καὶ συγχύσεως καὶ
ταραχῆς καὶ σάλου καὶ τρικυμίας ἐπιγινομένης
ταῖς ψυχαῖς τῶν
ἀκουόντων, καὶ τῶν
ἀκεραιοτέρων μάλιστα. Δι’ ἃ δὴ
πάντως καὶ οἱ ἀνωτέρω ἐκτεθειμένοι θεῖοι
κανόνες τοῖς θεοφόροις καὶ ἁγίοις
Πατράσιν ἐξετέθησαν. Χάριν γὰρ τοῦ
μηκέτι μηδένα ταῖς ὁμοίαις πλάναις περιπεσεῖν ποιούμενοι πρόνοιαν καὶ
τὸ πάρον εἰς ἀσφάλειαν
ἐκθεμένοι γράμμα, ταῖς οἰκείαις
ὑπογραφαῖς ὑπεσημηνάμεθα,
κατὰ μῆνα Αὔγουστον τῆς ἐνάτης
ἰνδικτιῶνος. Εἶχε
δὲ καὶ ὑπογεγραμμένον διὰ τῆς
πατριαρχικῆς καὶ θείας χειρὸς τό,
Ἰωάννης
ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης
καὶ οἰκουμενικὸς πατριάρχης.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 354-366, ΜΡG, τ. 151, σ. 679-691.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου