Παρασκευή 6 Νοεμβρίου 2015

Της Δ΄ Οικουμενικής Συνόδου, «Δογματικοί» Κανόνες (451 μ.Χ.)


ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ ΧΑΛΚΗΔΟΝΙ Δ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (451 μ.Χ.)

Κανὼν 1: Τοὺς παρὰ τῶν ἁγίων Πατέρων καθ΄ ἑκάστην Σύνοδον ἄχρι τοῦ νῦν ἐκτεθέντας κανόνας κρατεῖν ἐδικαιώσαμεν.
Κανὼν 9: Εἴ τις κληρικὸς πρὸς κληρικὸν πρᾶγμα ἔχει, μὴ ἐγκαταλιμπανέτω τὸν οἰκεῖον ἐπίσκοπον καὶ ἐπὶ κοσμικὰ δικαστήρια μὴ κατατρεχέτω, ἀλλὰ πρότερον τὴν ὑπόθεσιν γυμναζέτω παρὰ τῷ ἰδίῳ ἐπισκόπῳ, ἢ γοῦν γνώμῃ αὐτοῦ τοῦ ἐπισκόπου, παρ’ οἷς ἂν ἀμφότερα τὰ μέρη βούληται, τὰ τῆς δίκης συγκροτείσθω· εἰ δέ τις παρὰ ταῦτα ποιήσοι, κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω. Εἰ δὲ κληρικὸς πρᾶγμα ἔχει πρὸς τὸν ἴδιον ἢ καὶ πρὸς ἕτερον ἐπίσκοπον, παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας δικαζέσθω. Εἰ δὲ πρὸς τὸν τῆς αὐτῆς ἐπαρχίας μητροπολίτην ἐπίσκοπος ἢ κληρικὸς ἀμφισβητοίη, καταλαμβανέτω τὸν ἔξαρχον τῆς διοικήσεως ἢ τὸν τῆς βασιλευούσης Κωνσταντινουπόλεως θρόνον καὶ ἐπ’ αὐτῷ δικαζέσθω.
Κανὼν 14: Ἐπειδὴ ἔν τισιν ἐπαρχίαις συγκεχώρηται τοῖς ἀναγνώσταις καὶ ψάλταις γαμεῖν, ὥρι­σεν ἡ ἁγία σύνοδος μὴ ἐξεῖναί τινι αὐτῶν ἑτερόδοξον γυναῖκα λαμβάνειν. Τοὺς δὲ ἤδη ἐκ τοιούτου γάμου παιδοποιήσαντας, εἰ μὲν ἔφθασαν βαπτίσαι τὰ ἐξ αὐτῶν τεχθέντα παρὰ τοῖς αἱρετικοῖς, προσάγειν αὐτὰ τῇ κοινωνίᾳ τῆς Καθολικῆς Ἐκκλησίας· μὴ βαπτίσαντας δέ, μὴ δύνασθαι ἔτι βαπτίζειν αὐτὰ παρὰ τοῖς αἱρετικοῖς, μήτε μὴν συνάπτειν πρὸς γάμον αἱρετικῷ ἢ Ἰουδαίῳ ἢ Ἕλληνι εἰ μὴ ἄρα ἐπαγγέλλοιτο μετατίθεσθαι εἰς τὴν ὀρθόδοξον πίστιν τὸ συναπτόμενον πρόσωπον τῷ ὀρθοδόξῳ. Εἰ δέ τις τοῦτον τὸν ὅρον παραβαίη τῆς ἁγίας συνόδου, κανονικῷ ὑπο­κείσθω ἐπιτιμίω[1].
Κανὼν 17: ... Εἰ δέ τις ἀδικοῖτο παρὰ τοῦ ἰδίου μητροπολίτου, παρὰ τῷ ἐξάρχῳ τῆς διοικήσεως ἢ τῷ Κωνσταντι­νου­πόλεως θρόνῳ δικαζέσθω, καθὰ προείρηται. Εἰ δὲ καί τις ἐκ βασιλικῆς ἐξουσίας ἐκαινίσθη πόλις, ἢ αὖθις καινισθείη, τοῖς πολιτικοῖς καὶ δημοσίοις τύποις καὶ τῶν ἐκκλησιαστικῶν παροικιῶν ἡ τάξις ἀκολουθείτω[2].
Κανὼν 19: Ἦλθεν εἰς τὰς ἡμετέρας ἀκοάς, ὡς ἐν ταῖς ἐπαρχίαις αἱ κεκανονισμέναι σύνοδοι τῶν ἐπισκόπων οὐ γίνονται, καὶ ἐκ τούτου πολλὰ παραμελεῖται τῶν διορθώσεως δεο­μένων ἐκκλησιαστικῶν πραγμάτων· ὥρισε τοίνυν ἡ ἁγία Σύνοδος, κατὰ τοὺς τῶν ἁγίων Πατέρων κανόνας, δὶς τοῦ ἐνιαυτοῦ ἐπὶ τὸ αὐτὸ συντρέχειν καθ’ ἑκάστην ἐπαρχίαν τοὺς ἐπισκόπους, ἔνθα ἂν ὁ τῆς μητροπόλεως ἐπίσκοπος δοκιμάσῃ, καὶ διορθοῦν ἕκαστα τὰ ἀνακύπτοντα· τοὺς δὲ μὴ συνιόντας ἐπισκόπους, ἐνδημοῦντας ταῖς ἑαυτῶν πόλεσι, καὶ ταῦτα ἐν ὑγείᾳ διάγοντας, καὶ πάσης ἀπαραιτήτου καὶ ἀναγκαίας ἀσχολίας ὄντας ἐλευθέρους, ἀδελφικῶς ἐπιπλήττεσθαι[3].
Κανὼν 28: Πανταχοῦ τοῖς τῶν ἁγίων Πατέρων ὅροις ἑπόμενοι, καὶ τὸν ἀρτίως ἀναγνωσθέντα κανόνα τῶν ἑκατὸν πεντήκοντα θεοφιλεστάτων ἐπισκόπων, τῶν συναχθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης μεγάλου Θεοδοσίου, τοῦ γενομένου βασιλέως ἐν τῇ βασιλίδι Κωνσταντινουπόλει Νέᾳ Ῥώμῃ, γνωρίζοντες, τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζο­μέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως Νέας Ῥώμης. Καὶ γὰρ τῷ θρόνῳ τῆς πρεσβυτέρας Ῥώμης, διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην, οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα· καὶ τῷ αὐτῷ σκοπῷ κινούμενοι οἱ ἑκατὸν πεντήκοντα θεοφιλέστατοι ἐπίσκοποι, τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῷ τῆς Νέας Ῥώμης ἁγιωτάτῳ θρόνῳ, εὐλόγως κρίναντες, τὴν βασιλείᾳ καὶ συγκλήτῳ τιμηθεῖσαν πόλιν, καὶ τῶν ἴσων ἀπολαύουσαν πρεσβείων τῇ πρεσβυτέρᾳ βασιλίδι Ῥώμῃ, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκείνην μεγαλύνεσθαι πράγμασι, δευτέραν μετ’ ἐκείνην ὑπάρχουσαν· καὶ ὥστε τοὺς τῆς Ποντικῆς καὶ τῆς Ἀσιανῆς καὶ τῆς Θρᾳκικῆς διοικήσεως μητροπολίτας μόνους, ἔτι δὲ καὶ τοὺς ἐν τοῖς βαρβαρικοῖς ἐπισκόπους τῶν προειρη­μένων διοικήσεων χειροτονεῖσθαι ὑπὸ τοῦ προειρημένου ἁγιωτάτου θρόνου τῆς κατὰ Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας· δηλαδὴ ἑκάστου μητροπολίτου τῶν προειρημένων διοικήσεων μετὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων χειροτονοῦντος τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, καθὼς τοῖς θείοις κανόσι διηγόρευται, χειροτονεῖσθαι δέ, καθὼς εἴρηται, τοὺς μητροπολίτας τῶν προειρημένων διοικήσεων παρὰ τοῦ Κωνσταντινου­πόλεως ἀρχιεπισκόπου, ψηφισμάτων συμφώνων κατὰ τὸ ἔθος γινο­μένων καὶ ἐπ’ αὐτὸν ἀναφερομένων.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 176-179.





[1] Πρβλ. καὶ καν. Πενθ. 6, 72, Ἀποστ. 26, Λαοδ. 10, 31, Καθ. 21.
[2] Πλὴν τὼν ἀνωτέρω κανόνων 9 καὶ 17 καὶ τοῦ 6 κανόνος τῆς Β΄ Οἰκουμενικῆς Συνόδου εἰς τὴν ἔκκλητον γενικῶς καὶ ἰδίως τὴν ἐνώπιον τοῦ Πατριάρχου Κων/πόλεως ἀναφέρονται καὶ οἱ ἑπόμενοι κανόνες:
Ὁ 4 τῆς ἐν Σαρδικῇ: «Ἐάν τις ἐπίσκοπος καθαιρεθῇ τῇ κρίσει τῶν ἐπισκόπων τῶν ἐν γειτνίᾳ τυγχανόντων, καὶ φάσκῃ πάλιν ἑαυτῷ ἀπολο­γίας πρᾶγμα ἐπιβάλλειν, μὴ πρότερον εἰς τὴν καθέδραν αὐτοῦ ἕτερον ὑποκαταστῆναι, ἐὰν μὴ ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐπιγνοὺς περὶ τούτου ὃρον ἐξενέγκῃ».
Ὁ 5 τῆς ἐν Σαρδικῇ: «Ἤρεσεν, ἳνα εἴ τις ἐπίσκοπος καταγγελθείη καὶ συναθροισθέντες οἱ ἐπίσκοποι τῆς ἐνορίας τῆς αὐτῆς τοῦ βαθμοῦ αὐτὸν ἀποκινήσωσι, καὶ ὥσπερ ἐκκαλεσάμενος, καταφύγῃ ἐπὶ τὸν μακαριώτατον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον, καὶ βουληθεὶς αὐτοῦ διακοῦσαι, δί­καιόν τε εἶναι νομίσῃ ἀνανεώσασθαι αὐτοῦ τὴν ἐξέτασιν τοῦ πράγματος, γράφειν τούτοις τοῖς ἐπισκόποις καταξιώσῃ τοῖς ἀγχιστεύουσι τῇ ἐπαρ­χίᾳ, ἵνα αὐτοὶ ἐπιμελῶς καὶ μετὰ ἀκριβείας ἕκαστα διερευνήσωσι καὶ κατὰ τὴν τῆς ἀληθείας πίστιν, ψῆφον περὶ τοῦ πράγματος ἐξενέγκωσιν. Εἰ δέ τις ἀξιῶν καὶ πάλιν αὐτοῦ τὸ πρᾶγμα ἀκουσθῆναι, καὶ τῇ δεήσει τῇ ἑαυτοῦ τὸν Ῥωμαίων ἐπίσκοπον κρίνειν δόξῃ ἀπὸ τοῦ ἰδίου πλευροῦ πρεσβυτέρους ἀποστεῖλαι, ἵνα ᾖ ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τοῦ ἐπισκόπου. Ὅπερ ἂν καλῶς ἔχειν δοκιμάσῃ, καὶ ὁρίσῃ δεῖν ἀποσταλῆναι τοὺς μετὰ τῶν ἐπισκόπων κρινοῦντας, ἔχοντάς τε τὴν αὐθεντίαν τούτου, παρ’ οὗ ἀπεστάλησαν, καὶ τοῦτο θετέον. Εἰ δὲ ἐξαρκεῖν νομίσοι πρὸς τὴν τοῦ πράγμα­τος ἐπίγνωσιν καὶ ἀπόφασιν τοῦ ἐπισκόπου, ποιήσει ὅπερ ἂν τῇ ἐμφρονεστάτῃ αὐτοῦ βουλῇ καλῶς ἔχειν δόξῃ»
Ὁ 14 τῆς ἐν Σαρδικῇ: «Εἴ τις ἐπίσκοπος ὀξύχολος εὑρίσκοιτο, (ὅπερ οὐκ ὀφείλει ἐν τοιούτῳ ἀνδρὶ πολιτεύεσθαι), καὶ τραχέως ἀντικρὺ πρεσβυτέρου ἢ διακόνου κινηθεὶς ἐκβαλεῖν Ἐκκλησίας τινὰ ἐθελήσοι, προνοητέον ἐστὶ μὴ ἀθρόον τὸν τοιοῦτον κατακρίνεσθαι καὶ τῆς κοινωνίας ἀποστερῆσθαι, ἀλλ’ ὁ ἐκβαλλόμενος ἐχέτω ἐξουσίαν ἐπὶ τὸν ἐπίσκοπον τῆς μητροπόλεως τῆς αὐτῆς ἐπαρχίας καταφυγεῖν. Εἰ δὲ ὁ τῆς μητρο­πόλεως ἄπεστιν, ἐπὶ τὸν πλησιόχωρον κατατρέχειν καὶ ἀξιοῦν, ἵνα μετὰ ἀκριβείας αὐτοῦ ἐξετάζηται τὸ πρᾶγμα. Οὐ γὰρ χρὴ μὴ ὑπέχειν τὰς ἀκοὰς τοῖς ἀξιοῦσι. Κἀκεῖνος δὲ ὁ ἐπίσκοπος, ὁ δικαίως ἢ ἀδίκως ἐκβαλὼν τὸν τοιοῦτον, γενναίως φέρειν ὀφείλει, ἵνα ἡ ἐξέτασις τοῦ πράγματος γένηται καὶ ἢ κυρωθῇ αὐτοῦ ἡ ἀπόφασις ἢ διορθώσεως τύχῃ. Πρὶν δὲ ἐπιμελῶς καὶ μετὰ πίστεως ἕκαστα ἐξετασθῇ, ὁ μὴ ἔχων τὴν πρὸ τῆς διαγνώσεως τοῦ πράγματος ἑαυτῷ οὐκ ὀφείλει ἐκδικεῖν τὴν κοινωνίαν. Ἐὰν δέ, συνεληλυθότες τῶν κληρικῶν τινες, κατίδωσι τὴν ὑπεροψίαν καὶ τὴν ἀλαζονείαν αὐτοῦ (ἐπειδὴ οὐ προσῆκόν ἐστιν ὕβριν ἢ μέμψιν ἄδικον ὑπομέ­νειν), πικροτέροις καὶ βαρυτέροις ῥήμασιν ἐπιστρέφειν τοῦτον ὀφείλουσιν, ἵνα τῷ τὰ πρέποντα κελεύοντι ὑπηρετῶνται καὶ ὑπακούωσιν. Ὥσπερ γὰρ ὁ ἐπίσκοπος τοῖς ὑπηρέταις εἰλικρινῆ ὀφείλει τὴν ἀγάπην καὶ τὴν διάθε­σιν παρέχειν, τὸν αὐτὸν τρόπον καὶ οἱ ὑπηρετούμενοι ἄδολα τοῖς ἐπισκό­ποις τὰ τῆς ὑπηρεσίας ἐκτελεῖν ὀφείλουσιν».
Ὁ 12 τῆς ἐν Ἀντιοχείᾳ: «Εἴ τις ὑπὸ τοῦ ἰδίου ἐπισκόπου καθαιρεθεὶς πρεσβύτερος ἢ διάκονος, ἢ καὶ ἐπίσκοπος ὑπὸ συνόδου, ἐνοχλῆσαι τολμήσειε τὰς βασιλέως ἀκοάς, δέον ἐπὶ μείζονα ἐπισκόπων σύνοδον τρέπεσθαι, καὶ ἃ νομίζει δίκαια ἔχειν, προσαναφέρειν πλείοσιν ἐπισκόποις, καὶ τὴν παρ’ αὐτῶν ἐξέτασίν τε καὶ ἐπίκρισιν ἐκδέχεσθαι. Εἰ δὲ τούτων ὀλιγωρήσας, ἐνοχλήσειε τῷ βασιλεῖ, καὶ τοῦτον μηδεμιᾶς συγγνώμης ἀξιοῦσθαι, μηδὲ χώραν ἀπολογίας ἔχειν, μηδὲ ἐλπίδα μελλούσης ἀποκαταστάσεως προσδοκᾶν».
Ὁ 14 τῆς ἐν Ἀντιοχείᾳ: «Εἴ τις ἐπίσκοπος ἐπί τισιν ἐγκλήμασι κρίνοιτο, ἔπειτα συμβαίη περὶ αὐτοῦ διαφωνεῖν τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπους, τῶν μέν, ἀθῷον τὸν κρινόμενον ἀποφαινόντων, τῶν δέ, ἔνοχον, ὑπὲρ ἀπαλλαγῆς πάσης ἀμφισβητήσεως, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, τὸν τῆς μητροπόλεως ἐπίσκοπον, ἀπὸ τῆς πλησιο­χώρου ἐπαρχίας μετακαλεῖσθαι ἑτέρους τινὰς τοὺς ἐπικρινοῦντας καὶ τὴν ἀμφισβήτησιν διαλύσοντας, τοῦ βεβαιῶσαι σὺν τοῖς ἐπαρχίας τὸ παριστά­μενον».
Ὁ 11 τῆς ἐν Καρθαγένῃ: «Ἐάν τις πρεσβύτερος ἐν τῇ διαγωγῇ αὐτοῦ καταγνωσθῇ, ὀφείλει ὁ τοιοῦτος τοῖς γειτνιῶσιν ἐπισκόποις προσαγγεῖλαι, ἵνα αὐτοὶ τοῦ πράγματος ἀκροάσωνται, καὶ δι’ αὐτῶν τῷ ἰδίῳ ἐπισκόπῳ καταλλαγῇ. Τοῦτο δὲ ἐὰν μὴ ποιήσῃ, ἀλλ’ ὅπερ ἀπείη, ὑπεροψίᾳ φυσιούμενος, ἐκ τῆς τοῦ ἰδίου ἐπισκόπου κοινωνίας ἑαυτὸν χωρίσῃ, καὶ παρὰ μίαν μετά τινων σχίσμα ποιῶν ἁγίασμα τῷ Θεῷ προσενέγκῃ, ὁ τοιοῦτος ἀνάθεμα λογισθήτω, καὶ τὸν ἴδιον τόπον ἀπολε­σάτω, σκοπουμένου μήποτε κατὰ τοῦ ἐπισκόπου μέμψιν ἔχῃ δικαίαν».
Ὁ 28 (36) τῆς ἐν Καρθαγένῃ: «Ὁμοίως ἤρεσεν, ἵνα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχουσιν αἰτίαις, ἐὰν τὰ δικαστήρια μέμφωνται τῶν ἰδίων ἐπισκόπων, οἱ γείτονες ἐπίσκοποι ἀκροάσωνται αὐτῶν, καὶ μετὰ συναι­νέσεως τοῦ ἰδίου ἐπισκόπου τὰ μεταξὺ αὐτῶν διαθῶσιν οἱ προσκα­λούμενοι παρ’ αὐτῶν ἐπίσκοποι. Διό, εἰ καὶ περὶ αὐτῶν ἔκκλητον παρέχειν νομίσωσι, μὴ ἐκκαλέσωνται εἰς τὰ πέραν τῆς θαλάσσης δικαστήρια, ἀλλὰ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων ἐπαρχιῶν, ὡς καὶ περὶ τῶν ἐπισκόπων πολλάκις ὥρισται. Οἱ δὲ πρὸς περαματικὰ δικαστήρια διεκκαλούμενοι, παρ᾽ οὐδενὸς ἐν τῇ Ἀφρικῇ δεχθῶσιν κοινωνίαν».
Ὁ 125 (134) τῆς ἐν Καρθαγένῃ: «Ὁμοίως ἤρεσεν, ἵνα πρεσβύτεροι, διάκονοι, καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχωσιν αἰτίαις, ἐὰν περὶ τῆς ψήφου τοὺς ἰδίους ἐπισκόπους μέμφωνται, οἱ γειτνιῶντες ἐπίσκοποι τοῦτων ἀκροάσωνται, καὶ τὰ μεταξὺ τούτων περατώσωσιν οἱ παρ’ αὐτῶν κατὰ συναίνεσιν τῶν ἰδίων αὐτῶν ἐπισκόπων προσλαμβανόμενοι. Ἐὰν δὲ καὶ ἀπ’ αυτῶν ἐκκαλέσασθαι θελήσωσι, μὴ ἐκκαλέσωνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους ἢ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν. Πρὸς δὲ τὰ πέραν τῆς θαλάσσης ὁ βουλόμενος ἐκκαλεῖσθαι, ἀπὸ μηδενὸς ἐν Ἀφρικῇ δεχθείη εἰς κοινωνίαν».
[3] Πρβλ. καὶ καν. Α΄ Οἰκ. 6, Πενθ. 8. Ζ΄ Οἰκ. 6. Ἀποστ. 37, Ἀνιοχ. 20, Καρθ. 26, 81, 84, 85, 104. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου