ΚΥΡΙΛΛΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ
ΙΩΑΝΝΗΝ ΑΝΤΙΟΧΕΙΑΣ ΕΠΙΣΤΟΛΗ
«ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ
ΟΙ ΟΥΡΑΝΟΙ»
(433
μ.Χ.)
Τῷ
κυρίῳ μου ἀγαπητῷ
ἀδελφῷ καὶ συλλειτουργῷ Ἰωάννῃ,
Κύριλλος, ἐν Κυρίῳ χαίρειν.
«Εὐφραινέσθωσαν
οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ»·
λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ
καὶ πέπαυται τὸ λυποῦν
καὶ διχονοίας ἁπάσης ἀνῄρηται
τρόπος, τοῦ πάντων ἡμῶν
Σωτῆρος Χριστοῦ ταῖς
ἑαυτοῦ Ἐκκλησίαις τὴν εἰρήνην
βραβεύοντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβέστατων καὶ θεοφιλεστάτων
βασιλέων, οἳ προγονικῆς εὐσεβείας
ἄριστοι ζηλωταὶ γεγονότες, ἀσφαλῆ
μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις
ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ
ποιοῦνται φροντίδα τὴν ὑπὲρ
τῶν ἁγίων Ἐκκλησιῶν,
ἵνα καὶ διαβόητον ἔχωσιν
εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην
ἀποφήνωσι τὴν ἑαυτῶν
βασιλείαν· οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ
διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν
κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ
νικᾶν οὐ γὰρ ἂν διαψεύσαιτο λέγων, ζῶ ἐγώ,
λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με
δοξάσω.