γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Πέμπτη 1 Αυγούστου 2013

Ακολουθία Μεγάλου Βασιλείου (Β)

ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ  ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΤΗΣ ΚΑΠΠΑΔΟΚΙΑΣ

ΠΟΙΗΜΑ
ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ*

ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε κατηυγάσθης τῷ φωτί, τῆς Ὑπερουσίου Τριάδος, ἀνακαθάρας τὸν νοῦν, τότε στῦλος πάμφωτος, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνεδείχθης Βασίλειε, ἀκτῖσι δογμάτων, πᾶσαν τὴν περίεργον, πυρσεύων Ὅσιε. Ὅθεν ὡς φωστῆρά σε μέγαν, τῆς Ὀρθοδοξίας τιμῶμεν, καὶ Ἀρχιερέων ἀκροθίνιον.


Ὅτε ἐμυήθης ἀληθῶς, Πάτερ τῆς σοφίας τῆς ἔξω, τὴν γνῶσιν ἅπασαν, τότε πρὸς τὴν κρείττονα, μελέτην δέδωκας, τῆς σοφίας τῆς ἄνωθεν, σ’ αὐτὸν θεηγόρε, βίου καθαρότητι, καλλωπιζόμενος· ὅθεν οὐρανίων δογμάτων, καὶ φιλοσοφίας τῆς θείας, ὤφθης ὑποφήτης ἐνθεώτατος.

Βάσις Ἐκκλησίας ἀῤῥαγής, στόμα τοῦ Χριστοῦ θεηγόρον, λαλοῦν τὰ κρείττονα, ὄργανον θεόπνευστον, τοῦ θείου Πνεύματος, ἀρετῶν ἐνδιαίτημα, ἀγάπης ταμεῖον, βίου καθαρότητος, μυσταγωγὸς ἱερός, τύπος Ἀποστόλων τῶν θείων, τοῖς σοῖς προτερήμασιν ὄντως, πέφηνας Βασίλειε μακάριε.

Ὅτε ἐπιπνοίᾳ θεϊκῇ, θεῖος ποιμενάρχης ἐγένου, τῆς Κασαρείας σοφέ, τότε πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν Χριστοῦ. ὥσπερ ἄδυτος ἥλιος, λαμπρότητι βίου, καὶ ἠθῶν χρηστότητι, καὶ θείοις δόγμασιν. Ὅθεν Καισαρεῖς ἐν σοὶ Πάτερ, καὶ οἱ Καππαδόκαι σκιρτῶσι, καὶ ἡ Ἐκκλησία ἐν σοὶ γάνυται.

Δόξα. Ἦχος α΄.
Τὸν φαεινὸν τῆς Ἐκκλησίας φωστῆρα, τὸν λόγῳ καὶ ἔργῳ διαλάμποντα ἐν πάσῃ τῇ κτίσει Βασίλειον τὸν μέγαν, τῶν εὐσεβῶν αἱ χορεῖαι, κατὰ χρέος τιμήσωμεν· Εὐαγγελικῶς γὰρ πολιτευσάμενος, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, ὀρθοδόξως διετράνωσε· καὶ Ἀποστολικῶς τὸν δρόμον τελέσας, τῆς ἄνῳ δόξης ἠξίωται, ὡς Ἱεράρχης ἐνθεώτατος, Χριστὸν ἡμῖν ἱλεούμενος.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μύστης θεοειδής, τῆς Τρισηλίου δόξης, Βασίλειε ἐδείχθης. διατρανῶν τοῖς πᾶσι, τῆς χάριτος τὰ δόγματα.

Στιχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὄργανον θαυμαστόν, τοῦ Παρακλήτου ὤφθης, ἀγγελικῇ ζωῇ σου, Βασίλειε θεόφρον, Ὀρθοδοξίας πρόβολε.

Στιχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Νόμους ἀσκητικούς, ἐν Πνεύματι Ἁγίῳ, ἐκθέμενος θέοφρον, καθηγεμὼν ἐδείχθης, μοναστικοῦ συστήματος.

Δόξα.
Στόματι ἱερῷ, τὴν μίαν Θεαρχίαν, τρισὶν ἐν χαρακτῆρσι. Βασίλειε κηρύττων, αἱρετικοὺς ἐφίμωσας.

Καὶ νῦν.
Μόνην σε ἐν σαρκί, τὸν Θεὸν Λόγον Κόρη, ἄφραστως τετοκυῖαν, κηρύττει ὀρθοδόξως, ὁ ἱερὸς Βασίλειος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ καὶ Ἀπόλυσις.


ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια στ΄.

Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!

Ὤ τοῦ παραδόξου θαύματος! ὡς ἀστὴρ ἀληθῶς, ἐξ Ἑώας ἄδυτος, τὴν κτίσιν λαμπαδουχεῖ, φωτὶ τῆς χάριτος, Βασίλειος ὁ σοφός, τῆς Καισαρείας ποιμὴν ὁ θεόληπτος, καὶ πάσης περιφανῶς, τῆς Ἐκκλησίας ὁ μέγας διδάσκαλος· δεῦτε καὶ καταυγασθῶμεν, τούτου ταῖς ἐλλάμψεσι, οἱ ποθοῦντες Κυρίου, τὴν λαμπρότητα θεάσασθαι.

Βαβαὶ τῶν σῶν διδαγμάτων σοφέ! σὺ γὰρ ἐν Ἁγίῳ, Πνεύματι φθεγγόμενος, τοὺς πάντας καθοδηγεῖς, πρὸς βίον κρείττονα, καὶ λύεις αἱρετικῶν, τὰς διδαχὰς θεηγόρε Βασίλειε, διδάσκων γλώσσῃ σοφῇ, Ὀρθοδοξίας τὰ ἅγια δόγματα. Ὅθεν ὡς φωστῆρα μέγαν, Ἐκκλησίας μέλπομεν, καὶ ἠθῶν σε τῶν θείων, ὑποφήτην καὶ ὑπόδειγμα.

Τῆς βασιλείας τῆς ἄνωθεν, ὡς σοφὸς ἐκφάντωρ, ἱερὲ Βασίλειε, πανσόφως μυσταγωγῶν, τὸ Εὐαγγέλιον, ἀμέμπτως καθοδηγεῖς, πρὸς ἀρετῶν τὰς εἰσόδους τῷ λόγῳ σου, βασίλειον ἀληθῶς, τὸ τοῦ Χριστοῦ ἱεράτευμα Ὅσιε. Ὅθεν ὡς μυσταγωγόν σε, θείων ἀναβάσεων, καὶ ψυχῶν οἰκονόμον, ἐνθεώτατον γεραίρομεν.

Προσόμοια ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.

Ποίοις εὐφημιῶν στέμμασι, καταστέψωμεν τὸν Ἱεράρχην; τὸν οὐρανομύστην τῆς χάριτος, καὶ φωταγωγὸν τῶν ψυχῶν ἡμῶν, ἀρετῶν τὸν θεῖον φυτοκόμον· ποιμένα, τῆς Καισαρείας τὸν σοφώτατον, καὶ πάσης, τῆς Ἐκκλησίας τὸν διδάσκαλον· τὴν θεοκίνητον λύραν, τῶν ὀρθῶν δογμάτων, τῶν ἠθῶν τῶν θείων τὸν ὁδηγόν, τὸν μέγαν Βασίλειον, Ἀποστόλων τὸν ὁμότροπον.

Ποίοις ἀσματικοῖς μέλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; τῆς Ὀρθοδοξίας τὴν σάλπιγγα, καὶ τῆς Ἐκκλησίας τὸ στήριγμα· τῶν αἱρετικῶν τὸν ὀλετῆρα· τὸ ῥεῖθρον, τῆς εὐσεβείας τὸ ἀκένωτον· τὸ στόμα, τῆς ἀληθείας τὸ πολύσοφον· τὸ τῆς ἀγάπης ταμεῖον· τὸ τοῦ Παρακλήτου, ἐνδιαίτημα φωταυγές, τὸν μέγαν Βασίλειον, τὸν φωστῆρα τὸν παγκόσμιον.

Ποίοις οἱ εὐσεβεῖς ἄσμασιν, ἀνυμνήσωμέν σε Ἱεράρχα; σὺ γὰρ ὥσπερ τεῖχος ἀκλόνητον, ἔστης τῶν ἐχθρῶν ταῖς προσπνεύσεσι, τῶν πιστῶν στηρίζων τὰς καρδίας· ἐντεῦθεν, τοῦ Παραβάτου τὴν θρασύτητα, καὶ πλάνην, τήν τοῦ Οὐάλεντος κατήσχυνας, καὶ τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ οὐσίᾳ, ἀνεκήρυξας εὐσεβῶς, Βασίλειε πάνσοφε, Ὀρθοδόξων ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἥλιος λαμπρός, ἐξ Ἑώας ἀνέτειλεν, ὁ οὐρανοφάντωρ Βασίλειος, καὶ τῆς Ἐκκλησίας τὸ στερέωμα, ἅπαν καταυγάζει· τοῦ Τρισηλίου γὰρ φωτός, τὰς ἀποῤῥοίας δεχόμενος, πρὸς τὸ φῶς τῶν θείων ἐντολῶν, ὁδηγεῖ τοὺς βοῶντας· χαίροις ὁ τὴν θύραθεν σοφίαν, τοῦ Εὐαγγελίου τῇ γνώσει ὑποτάξας, καὶ τῆς θείας φιλοσοφίας, τὸ κάλλος πᾶσιν ἐκμήνας· χαίροις τῆς Ὀρθοδόξου πίστεως, ἀληθὴς ἐκφάντωρ, καὶ αἱρετικῆς ἐρεσχελίας, καθαιρέτης κράτιστος· χαίροις ἐναρέτου βίου ὑποτύπωσις, ἠθῶν χρηστῶν διδάσκαλε, καὶ πάσης Ἐκκλησίας στῦλος ἀκατάσειστος. Ὡς ἔχων παῤῥησίαν, Ἱεραρχῶν ἐγκαλλώπισμα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. 10,7. 3,13).

Μνήμη δικαίων μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὅς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου. ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν, καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, καὶ οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν. σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. δ΄, 715)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ἐκλογὴ).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται.  Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς του Θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ, οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄.
Ἐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, Βασίλειον τὸν μέγαν ἐν Ἱεράρχαις, ὡς κόσμον βασίλειον, καὶ ὁδηγὸν ἀσφαλῆ, καὶ παιδευτὴν θεοειδῆ, παρὰ Θεοῦ πλουτήσασα· Ἀποστολικὴν γὰρ ἐνδεδυμένος χάριν, τῆς ἄνω βασιλείας τὸ Εὐαγγέλιον, λόγῳ καὶ ἔργῳ μυσταγωγεῖ, τῆς ἐν Χριστῷ ζωῆς καλλιεργεῖν τὴν λαμπρότητα, ὡς θεῖος ἱεροφάντωρ, ἀπαύστως δεόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Οὐρανίῳ φρονήματι, κεκοσμημένος Βασίλειε, γεηρῶν φροντίδων ὑπερήρθης, καὶ τῷ ἀϋλῷ φωτὶ προσωμίλησας, τῆς ὕλης ἀπειπὼν τὴν σχέσιν, ἐν πλούτῳ σοφίας· καὶ ἐν ἀρεταῖς μετάρσιος γενόμενος, ἐν Ἱεράρχαις περιφανὴς ἀνεδείχθης, τὰ θεῖα ἄνωθεν μυούμενος, καὶ ἐν δυνάμει λόγου, τὴν Ἐκκλησίαν ποιμαίνων· ἐν πᾶσι γὰρ τύπος ὤφθης, καὶ ἀνένδοτον ἐπεδείξω ἰσχύν, ἐν ποικίλοις πειρασμοῖς· διὸ ἐπαξίως σε, ὁ Χριστὸς Πάτερ ἐδόξασε.

Ἦχος γ΄.
Ὡς Ἠλίας ὁ ζηλωτής, βασιλέων δυσσεβῶν τὸ φρύαγμα, οὐδαμῶς ἐπτοήθης, ἱεροφάντορ Πάτερ Βασίλειε. ἀλλ’ ἀπτοήτῳ ψυχῇ, τῆς ἀληθείας προφαίνων τὴν δύναμιν, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μέγα μυστήριον, ὀρθοδόξως ἐτράνωσας καὶ τὴν Ἁγίαν Τριάδα, ἐν Μονάδι οὐσίας, ὡς ὁμοβασίλειον δύναμιν, ὁμοούσιον καὶ σύνθρονον, θεοπρεπῶς ἐθεολόγησας· ὅθεν τῷ κάλλει τῶν λόγων σου, ἡ Ἐκκλησία ὡραϊζομένη, ἀσματικῶς μεγαλύνει σε, καὶ τῷ ἑαυτῆς νυμφίῳ κράζει. Κύριε δόξα σοι.

Ἦχος δ΄.
Τῆς Ἱεραρχίας τὴν στολὴν ἐνδεδυμένος, τοῦ ἀρχιποίμενος Χριστοῦ μιμητής, καὶ μαθητής ἀληθὴς ἐχρημάτισας, θεηγόρε Βασίλειε· τὴν γὰρ ψυχήν σου τέθεικας ὑπὲρ τῆς ποίμνης, παρ’ οὐδὲν ἡγούμενος, θυμὸν ἀρχόντων· καὶ αἱρετικῶν τὰς γλωσσαλγίας διελέγξας, Ἀποστολικῶς ἱερούργησας, τὸν λόγον τῆς χάριτος, Ἱεράρχα μακάριε· καὶ νῦν ἐν τῇ ἀπολαύσει τῆς ἄνῳ βασιλείας, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ἱεράρχαις περιφανῆ, καὶ τῆς Ἐκκλησίας πάσης τὸν ὀφθαλμόν, καὶ σκεῦος πολύτιμον, τῆς ἐπιπνοίας τοῦ Παρακλήτου, Βασίλειον τὸν μέγαν, ὕμνοις τιμήσωμεν· ὡς πυρσὸς γὰρ παμφαής, ἐξ ὄρους πρακτικῆς πολιτείας ἐκλάμπων, τοὺς ἐν πελάγει τῶν παθῶν χειμαζομένους, πρὸς τοὺς λιμένας ὁδηγεῖ, τοῦ θείου θελήματος· τῷ λόγῳ γὰρ τῆς χάριτος, καὶ ὑποθήκαις ἁγίαις, πάντας παιδεύει, πρὸς κτῆσιν βασιλείας τῆς οὐρανίου, καὶ πρεσβεύει Κυρίῳ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τόν Στίχον Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις τῆς Ἐκκλησίας φωστήρ, οὐρανοφαντορ θεηγόρε Βασίλειε, ὁ πᾶσαν τὴν οἰκουμένην, καταλαμπρύνων ἀεί, ταῖς ἐν σοὶ ἀΰλοις ἐπιλάμψεσιν· ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, ὁ τῆς σοφίας, ποταμὸς ὁ πολύῤῥυτος, ἄρδων ἅπαντας, εὐσεβείας τοῖς νάμασιν· ὄργανον τὸ θεόπνευστον, δογμάτων τῆς πίστεως, αἱρετικῶν τῆς ἀπάτης, ὁ ῥιζοτόμος ὁ κράτιστος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις Ἱεραρχῶν καλλονή· τῶν Ἀποστόλων ζηλωτὴς καὶ ὁμότροπος· τὸ στόμα τῶν ἀποῤῥήτων, διδασκαλίας κρατήρ, ἐνάρετου βίου ὑποτύπωσις· ὁ ῥήτωρ ὁ ἔνθεος, τῆς σοφίας τοῦ Πνεύματος, λειμὼν εὐώδης, θεωρίας καὶ πράξεως, γλῶσσα εὔστοχος, πρὸς ἠθῶν ἐπανόρθωσιν· μάχαιρα ἡ ἐκτέμνουσα, τῆς πλάνης ζιζάνια· τῆς δυσσεβείας Ἀρείου, ὁ καταισχύνας τὸ φρόνημα· Χριστὸν ἐκδυσώπει, τοῖς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις ὁ ἑωσφόρος ἀστήρ, ὁ ἐξ Ἑώας ἀνατέλλων ἐν Πνεύματι, μηδέποτε δὲ ὁ δύων, ὡς τοῦ ἀΰλου φωτός, θεῖος κληρονόμος καὶ συμμέτοχος· ποιμὴν ἐνθεώτατος, Καισαρείας καὶ στήριγμα, Καππαδοκίας, τὸ ἐξαίρετον καύχημα·  πλοῦτος ἄσυλος, τῶν πτωχῶν καὶ ἐπίκουρος· ῥεῖθρον τὸ διεισδέστατον. πλουσίας χρηστότητος, ὁ ἀρωγὸς τῶν ἐν θλίψει, τῶν μοναζόντων διδάσκαλος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἐξ ὕψους μυστικήν, δεδεγμένος ἔλλαμψιν, στόμα Θεοῦ ἀνεδείχθης, τῇ Ἐκκλησίᾳ πάσῃ, οὐρανοφάντορ Βασίλειε· πανταδαπῶς γὰρ σοφίας, ταμεῖον ὑπάρχων, Ἀποστολικῆς ἐξουσίας τὴν χάριν, ἅπασιν ἐφαπλοῖς· καὶ πρὸς κρείττονα πολιτείαν ἀνάγων, τῶν ἀρετῶν μυσταγωγεῖς τὴν λαμπρότητα, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον.
Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Καισαρείας τὸν γόνον καὶ ποιμένα πολύσοφον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, τὸν φωστῆρα τὸν μέγιστον, Βασίλειον τιμήσωμεν πιστοί, τὸ γέρας Καππαδόκων τὸ λαμπρόν· διδαγμάτων γὰρ ἀκτῖσι φωταγωγεῖ, τοὺς πίστει ἀνακράζοντας· Δόξᾳ τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ φωταυγοῦντι διὰ σοῦ, τῶν εὐσεβῶν τὸ πλήρωμα.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Καὶ ἡ Ἀπόλυσις.


ΕΝ ΤΩ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ λόγων ἱερῶν, μυστικαῖς δαδουχίαις, Βασίλειε μακάριε, καταυγάζεις τὰ πέρατα· ὅθεν ἅπαντες, ὡς Ἐκκλησίας φωστῆρα, ἀνυμνοῦμέν σε, καὶ τοῦ φωτὸς τοῦ ἀΰλου, δοχεῖον πολύτιμον.

Θεοτοκίον.
Ὡς τέξασα σαρκί, ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν πάντων Ποιητήν, καὶ Σωτῆρα τοῦ κόσμου, διάσωσόν με Πάναγνε, τῶν χειρῶν τοῦ ἀλάστορος, καὶ καταύγασον, τῆς μετανοίας τῇ αἴγλῃ, τὴν τυφλώττουσαν, καὶ σκοτισθεῖσαν ψυχήν μου, θερμῶς ἱκετεύω σε.

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁ μέγας Βασίλειος, Ἱεραρχῶν ἡ κρηπίς, ὁ στῦλος ὁ ἄσειστος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ νοῦς ὁ οὐράνιος, στόμα τὸ φωτοφόρον, διδαγμάτων ἁγίων, ὕμνοις μεγαλυνέσθω, ὡς πρεσβεύων ἀπαύστως, Τριάδι τῇ Ἁγίᾳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον, σωματωθέντα ἐκ σοῦ, κυήσασα Ἄχραντε, δι’ εὐσπλαγχνίαν πολλήν, Ἀδὰμ τὸν πρωτοπλαστον, ὕψωσας ἐκ τοῦ λάκκου, τῆς ἀρχαίας κατάρας·  ὅθεν κάμε πρὸς ὕψος, μετανοίας γνησίας, ἀνάγαγέ με Κόρη, ἐκ βυθοῦ παραπτώσεων.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῇ σοφίᾳ τῇ θείᾳ καλλωπιζόμενος, τοῖς πυρίνοις σου λόγοις τῆς εὐσεβείας τὸ φῶς, διαλάμπεις πανταχοῦ Πάτερ Βασίλειε. ὡς γὰρ σοφὸς ὑφηγητής, καὶ Ἀποστόλων μιμητής, παρέχεις ἑνὶ ἕκαστῳ, τὴν ἀληθῆ θεραπείαν, ψυχῆς καὶ σώματος ἑκάστοτε.

Θεοτοκίον.
Ἀποῤῥήτως τεκοῦσα τὸν Ὑπερούσιον, οὐσιωθέντα δι’ οἶκτον ἐκ σοῦ τὸν ἄνθρωπον, ἀνεμόρφωσας ἡμᾶς καὶ ἀνεκαίνισας, ἐκ τῆς κατάρας καὶ φθορᾶς, τῷ τοκετῷ σου τῷ φρικτῷ, Παρθένε Εὐλογημένη· διὸ σὲ ὑμνολογοῦμεν, ὡς σωτηρίας ἡμῶν πρόξενον.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Τό, Πᾶσα πνοὴ (γ΄), καὶ τὸ Εὐαγγέλιον τοῦ Ἁγίου.

Ἐκ τοῦ κατὰ Ἰωάννην (ι΄, 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λὲγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λησταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν΄ Ψαλμός.
Δόξα.  Ταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν.  Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου.
Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.

Γεηπονῶν πανσόφως ἀρότρῳ τοῦ λόγου, τὰς τῶν ψυχῶν ἀρούρας, πολυκάρπους ταύτας ἀνέδειξας, ὡς Ἱεράρχης σοφός, Βασίλειε Ὅσιε· εὐσεβείας γὰρ ἀκρίβειαν, καὶ πολιτείας σεμνότητα, καὶ ἀγάπης θησαυρὸν Χριστῷ προσήγαγον, οὕς ποιμαίνειν ἐπιστεύθης. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πολλὴν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς...

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου δύο εἰς η΄.

Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Βάσις πιστῶν Βασίλειε ὤφθης. Γερασίμου».

Ἦχος α΄. Ὠδὴ α΄. Ὠδὴν ἐπινίκιον.

Βασίλειον Δέσποτα, ὑμνολογῆσαι, τολμῶν ἱκετεύω σε, λόγον δοθῆναί μοι, ὡς ἂν ᾠδὴν πενιχράν, τῷ σῷ σοφῷ μυσταγωγῷ, προσάξω Κύριε.

Ἀνήχθης Βασίλειε, ἱεροφάντορ, πρὸς ὕψος μετάρσιον, βίου λαμπρότητος, καὶ ἐπληρώθης φωτός, καὶ τῆς σοφίας τοῦ Θεοῦ, μύστης γεγένησαι.

Σοφίας τῆς θύραθεν, πλησθεὶς θέοφρον, τὴν γνῶσιν μεμύησαι, τοῦ θείου Πνεύματος, ὡς καθαρθεὶς τὴν ψυχήν, ἐκ τῶν ἐνύλων καὶ φθαρτῶν, Πάτερ Βασίλειε.

Θεοτοκίον.
Ἰλύος με κάθαρον, τῶν ἀκαθάρτων, παθῶν Παναμώμητε, ῥείθροις ἐλέους σου, καὶ λάμπρυνόν μου τὸν νοῦν, τῷ ἀποῤῥήτῳ φωτισμῷ, τῆς ἐν σοὶ χάριτος.

Κανὼν δεύτερος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς. «Σὺ εἶ Βασίλειε εὐσεβῶν δόξα. Γερασίμου».

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ἁρματηλάτην Φαραώ.

Σοφίαν θείαν ἄνωθεν παράσχου μοι, Χριστὲ Σοφία Θεοῦ, ὅπως ἀνυμνήσω, ἐγκωμίων ἄσμασι, Βασίλειον τὸν πάνσοφον, καὶ λαμπρὸν σου φωστῆρα, τὸν λόγοις θείοις καὶ δόγμασι, λάμποντι ἐν πᾶσι τοῖς πέρασι.

Ὑδάτων θείων ποταμὸς κατάῤῥυτος, τοῦ θείου Πνεύματος, ἀληθῶς ἐδείχθης, ἱερὲ Βασίλειε· ἐν σοὶ γὰρ κατεσκήνωσεν, ἡ θεόσδοτος χάρις, καὶ διὰ σοῦ ἄρδει πάντοτε, τὰ τῆς Ἐκκλησίας πληρώματα.

Ἐκ τῶν προσύλων καθαρθεὶς ἐμφάσεων, καθαρωτάτῃ ζωῇ, ἐναρέτου βίου, ὤφθης ὑποτύπωσις, φιλοσοφίᾳ Ὅσιε, ἱερᾷ διαλάμπων, καὶ Ἱεράρχης θεόληπτος, γέγονας παμμάκαρ Βασίλειε.

Θεοτοκίον.
Ἱερωτάτη Προφητῶν χορεία σε, θείοις αἰνίγμασι, καὶ τύποις ποικίλοις, Κόρη περιέγραψεν, ὧν τάς ἐκβάσεις βλέποντες, τὸ ἐν σοὶ μέγα θαῦμα, τῆς τοῦ Θεοῦ σωματώσεως, μέλποντες Παρθένε ὑμνοῦμέν σε.

Ὠδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Σοφῶς ὑπῆλθες πᾶσαν παίδευσιν, γνώσεως τῆς κάτω Βασίλειε, ἀλλ’ ὁλοτρόπως πρὸς Θεόν, τὴν καρδίαν σου ὕψωσας, καὶ ἐπλήσθης τῆς τοῦ Πνεύματος, σοφίας καὶ χάριτος.

Πόντου τὴν ἔρημον κατῴκησας, σὺν τῷ Γρηγορίω Βασίλειε, καὶ διὰ βίου πρακτικοῦ, ἐπτερώθης τῷ πνεύματι, θεωρίαν πρὸς τὴν κρείττονα τῶν θείων ἐλλάμψεων.

Ἱεραρχίας ἐνδυσάμενος, Πάτερ τὴν στολὴν θείῳ Πνεύματι, ἀρχιερεὺς περιφανής, ὡς φωτὸς θείου ἔμπλεως, ἐχρημάτισας Βασίλειε, καὶ στόμα θεόσοφον.

Θεοτοκίον.
Σάρκα λαβὼν ἐξ αἱμάτων σου, ὁ παραγαγὼν πάντα πρότερον, Λόγος Θεοῦ ὁ συμφυής, ἀλογίας ἐῤῥύσατο, τοὺς ἐν λόγοις θείοις Ἄχραντε, ὑμνοῦντας τὸν Τόκον σου.

Δεύτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ἱεροφάντης ἀληθής, οἰκονομίας τῆς θείας, καὶ σοφὸς ὑφηγητὴς ἀνεδείχθης, ῥητορεύων ἐμφανῶς, τῆς τοῦ Χριστοῦ σαρκώσεως, Βασίλειε παμμάκαρ, τὸ ὑπὲρ λόγον μυστήριον.

Βίου μονήρους ὁδηγός, Βασίλειε ἀνεδείχθης, ἀπαθείας λαμπρυνθεὶς ταῖς ἀκτῖσι, καὶ ἀσκήσεως σεμνῆς, τοὺς ὅρους διετύπωσας, ὡς θεῖος νομοθέτης, τοῖς ἀσκουμένοις ἐν Πνεύματι.

Ἀρείου δόγμα δυσσεβές, καὶ Εὐνομίου τὴν πλάνην, θεοῤῥήμονι διήλεγξας γλώσσῃ, καὶ τὸν Λόγον τῷ Πατρί, ὁμότιμον καὶ σύνθρονον, Βασίλειε κηρύττεις, ὡς Ἀποστόλων ὁμότροπος.

Θεοτοκίον.
Σωματωθεὶς ἐκ τῶν ἁγνῶν, αἱμάτων σου Θεοτόκε, ὁ τὸ εἶναι παρασχὼν τοῖς ἀνθρώποις, ἐλυτρώσατο ἡμᾶς, τῆς πάλαι παραβάσεως, καὶ σωτηρίας πύλην, τοῖς ἐν τῷ κόσμῳ ἀνέδειξεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς σοφίας τῆς θείας ῥήτωρ λαμπρός, καὶ Χριστοῦ Ἐκκλησίας μέγας φωστήρ, καὶ σκεῦος πολύτιμον, φωταυγείας τοῦ Πνεύματος, καὶ μυροθήκη θείων, χαρίτων τῆς πίστεως, ὡς ἀληθῶς ἐδείχθης, βιώσας ὡς ἄγγελος. Ὅθεν οὐρανίου, βασιλείας οἰκήτωρ, τελέσας τὸν δρόμον σου, Ἱεράρχα γεγένησαι, θεοφάντορ Βασίλειε. Πρέσβεεε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.
Τὴν ἁγνήν σου γαστέρα καὶ καθαράν, οὐρανῶν πλατυτέραν ὡς ἀληθῶς, εἰργάσατο Δέσποινα, διὰ πλοῦτον χρηστότητος, ὁ ἐν σοὶ σκηνώσας, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ προελθὼν ἐκ ταύτης, σαρκὸς ὁμοιώματι. Ὅθεν οὐρανῶν με, βασιλείας πολίτην, ἀνάδειξον δέομαι, μολυσμοῦ ἐκκαθάρασα, τῶν παθῶν ἵνα κράζω σοι· Χαῖρε Θεοτόκε Ἁγνή, προστασία πάντων καὶ διάσωμα, καὶ τῶν ἁμαρτανόντων, θερμὸν ἱλαστήριον.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τὴν στολήν σου ἐλάμπρυνας, τοῖς ἐναρέτοις σου Πάτερ ἔργοις, καὶ ποιμὴν ὤφθης περίδοξος, Καισαρείας Ἅγιε, καὶ τῆς Ἐκκλησίας διδάσκαλος.

Ὥσπερ μάχαιραν δίστομον, τῷ λόγῳ Πάτερ κεχρημένος, τῶν αἱρέσεων ἐξέκοψας, πάντα τὰ ζιζάνια, ἐκ τῆς Ἐκκλησίας Βασίλειε.

Νοΐ θείῳ Βασίλειε, Γραφαῖς ταῖς θείαις προσομιλήσας, πλοῦτον ἤντλησας οὐράνιον, καὶ πιστῶν διέθρεψας, Πάτερ τὴν ψυχὴν θείῳ Πνεύματι.

Θεοτοκίον.
Βασιλέα κυήσασα, τὸν Θεὸν Λόγον σῴζοντα κόσμον, σωτηρίας με ἀξίωσον, μόνη Ἀειπάρθενε, τὸν εἰλικρινῶς σοι προστρέχοντα.

Δεύτερος. Σύ μου ἰσχύς.

Ἱερουργῶν, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, θεηγόρε, λόγῳ τε καὶ πράξεσι, τύπος ἐδείχθης παντὸς καλοῦ, καὶ πτωχῶν προστάτης, καὶ ὀρφανῶν καταφύγιον, καὶ ῥύστης τῶν ἐν πόνοις, Ἱεράρχα κραυγάζων· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Λόγος ὁ σός, Ἀρχιεράρχα Βασίλειε, ὥσπερ δρόσος, πίπτουσα οὐράνιος, ἐν ταῖς καρδίαις τῶν εὐσεβῶν, παθῶν φλόγα παύει, καὶ σωτηρίαν καὶ ἴασιν, καὶ λύτρωσιν παρέχει, τοῖς ἐν πίστει βοῶσι· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἐν σοὶ Χριστοῦ, ἡ Ἐκκλησία ἀγάλλεται, τοῖς σοῖς λόγοις, Πάτερ καὶ τοῖς δόγμασι, στηριζομένη διὰ παντός· μέγας γὰρ ἐγένου, ἐν εὐσεβείᾳ καὶ χάριτι, καὶ θείων Ἀποστόλων, κεκτημένος τὸ κῦρος, πανταχοῦ διαλάμπεις Βασίλειε.

Θεοτοκίον.
Ἵνα ἡμᾶς, ἐπανορθώσῃ δι’ ἔλεος, ὁ τὸ εἶναι, πᾶσι παρεχόμενος, ἐκ σοῦ προῆλθε σωματικῶς, ὃ ἦν μείνας Κόρη, ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ ὕψωσε τὴν φύσιν, τῶν βροτῶν ἀνυμνούντων, Θεοτόκε τὴν ἄφραστον δόξαν σου.

Ὠδή ε΄. Τὴν σὴν εἰρήνην.

Ἄκακος ἀμίαντος, ὡς Παῦλος φησίν, ἀρχιερεὺς ὤφθης Βασίλειε, Ὅσιε, καὶ τῷ Κυρίῳ ἱερούργησας, ὡς ἄγγελος Πάτερ, ἐν πόλει Καισαρείας.

Στεῤῥότητι τῶν τρόπων σου, καὶ λόγῳ σοφῷ, ὁ Ἰουλιανὸς Πάτερ ᾐσχύνθη καὶ πέπτωκε, καὶ κρίσει θείᾳ τεθανάτωται, ὁ κατὰ τοῦ Κυρίου, ἀφρόνως βλασφημήσας.

Ἰδὼν τὴν ἐπιλάμπουσα, δόξαν Θεοῦ, ἐν σοὶ Ἱεράρχα, Οὐάλης τεθάμβηται, καὶ ὡς ἀρνίον ἡμερώτατον, προσῆλθέ σοι Πάτερ, ὁ πρὶν μένεα πνέων.

Θεοτοκίον.
Λυχνία ἡ ἑπτάφωτος, τῆς δόξῃς Θεοῦ, σὺ εἶ Θεοτόκε, Χριστὸν ἡ κυήσασα· διὸ τὸ σκότος τῆς καρδίας μου, διάλυσον Κόρη, φωτὶ τῶν πρεσβειῶν σου.

Δεύτερος. Ἵνα τὶ μὲ ἀπώσω;

Ἐντολῶν τοῦ Κυρίου, γεωργὸς θεόσοφος ὤφθης τῇ ποίμνῃ σου, καὶ ἠθῶν ὁσίων, φυτοκόμος Βασίλειε ἔνθεος, πρὸς τὴν βασιλείαν, τῶν οὐρανῶν πάντας ἰθύνων, τὸν βασίλειον κλῆρον τοῖς λόγοις σου.

Ἐκ Θεοῦ δεδεγμένος, χάριν τὴν πολύφωτον Πάτερ Βασίλειε, πολλαχῶς ἐμπρέπεις, εὐσεβείας ταῖς πράξεσιν Ὅσιε, καὶ ἀγάπης ἔργοις, ὡς χριστομίμητος ἐν πᾶσι, βοηθεῖς τοὺς ἐν πόνοις καὶ θλίψεσι.

Ὑποφήτης τῶν ἄνω, μυστηρίων πέφηνας Πάτερ Βασίλειε, ἐν δυνάμει λόγου, ἀναπτύσσων τὴν δόξαν τοῦ Κτίσαντος, τὴν ἐν κτίσει οὖσαν, ἐν συνοχῇ καὶ ἁρμονίᾳ, καὶ τὸ κάλλος τὸ θεῖον ἐμφαίνουσαν.

Θεοτοκίον.
Σεσωμάτωται Κόρη, ἐκ τῶν παναγίων καὶ θείων αἱμάτων σου, ὁ τὰς ἀσωμάτους, ὑποστήσας χορείας τῷ ῥήματι, ὅν ἀεὶ δυσώπει, σωματικῆς καὶ ψυχικῆς με, ἀσθενείας τὸν δοῦλόν σου ῥύεσθαι.

Ὠδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Ἐξεχύθη δαψιλῶς, ἐν τοῖς χείλεσι τοῖς σοῖς, χάρις Πάτερ θεϊκή, ὡς καθάραντι τὸν νοῦν, Βασίλειε, Πατέρων κλέος, πιστῶν ἑδραίωμα.

Ἱερῶς ὑπερμαχῶν, τῶν δογμάτων τῶν ὀρθῶν, τοῦ ἐπάρχου τοῦ δεινοῦ, δυσσεβείας τὴν ὀφρύν, οὐκ ἔπτηξας, δυνάμει θείᾳ, Πάτερ Βασίλειε.

Ἔθρεψας λόγῳ τῷ σῷ, τὰς ψυχὰς τῶν εὐσεβῶν, καὶ ἐν ἄρτῳ αἰσθητῷ, ἐν λιμῷ τῷ χαλεπῷ, Βασίλειε, λαὸν πεινῶντα, ποιμὴν ὡς ἄριστος.

Θεοτοκίον.
Ὡς ἁγία κιβωτός, ἔφερες ἐν τῇ γάστρι, τὸν τῶν ὅλων Ποιητήν, σωματούμενον ἐκ σοῦ, Πανύμνητε, Παρθενομῆτορ· διὸ ὑμνοῦμέν σε.

Δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.

Ἐκ τῆς κοιλίας τῆς σῆς, ὡς ὁ Σωτὴρ ἡμῶν ἔφησεν, ὕδατος ζῶντος κρουνοί, ἀνέβλυσαν Ὅσιε, καὶ πάσας ἀρδεύουσιν, Ἐκκλησίας Πάτερ, εὐκαρπίαν πρὸς οὐράνιον.

Βιώσας ἐπὶ τῆς γῆς, οἱάπερ ἄγγελος Ἅγιε, Ἀρχιερέων κανών, καὶ στῦλος πυρίμορφος, Ἐκκλησίας πέφηνας, Βασίλειε Πάτερ, ὡς Θεοῦ θεράπων γνήσιος.

Ὡς εἶδέ σε ἐν ναῷ, πλήρη φωτὸς πλήρη χάριτος, Ἐφραὶμ ὁ θεῖος σοφέ, εὐφράνθη τῷ πνεύματι, καὶ Θεὸν ἐδόξασε, Βασίλειε Πάτερ, τὸν λαμπρῶς σε θαυμαστώσαντα.

Θεοτοκίον.
Νοός μου τὴν χαλεπήν, λῦσον Παρθένε σκοτόμαιναν, καὶ δίδου μοι τῇ ψυχῇ, μετανοίας δάκρυα, ὡς ἂν ἀποπλύνω μου, τῶν παθῶν τὸν ῥύπον, ὁ προστρέχων τῇ πρεσβείᾳ σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ὡς τῆς σοφίας ὑποφήτην θεοῤῥήμονα, Καὶ Ἐκκλησίας βάσιν θείαν καὶ ἑδραίωμα, Κατὰ χρέος ἀνυμνοῦμέν σε Ἱεράρχα. Δεδεγμένος γὰρ τοῦ Πνεύματος τὴν ἔλλαμψιν, Καταυγάζεις τοῖς ἐνθέοις σου διδάγμασι, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Βασίλειε.

Ὁ Οἶκος.

Ἄγγελος ἐν τῷ κόσμῳ, μετὰ σώματος ὤφθης, Βασίλειε Χριστοῦ Ἱεράρχα, καὶ ἀγγελικαῖς σου δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα· διό σου τὴν λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε ἡ βάσις τῆς Ἐκκλησίας,
χαῖρε ὁ στῦλος τῆς εὐσεβείας,
χαῖρε Ἀποστόλων τῶν θείων ὁμόζηλος,
χαῖρε Ἀσωμάτων Ἀγγέλων ἰσότιμος,
χαῖρε σάλπιγξ ἡ θεοφθόγγος τῆς σοφίας τοῦ Θεοῦ,
χαῖρε ῥήτωρ ὁ πολύσοφος Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε ὅτι ἐκφαίνεις εὐσεβείας τὸ κράτος,
χαῖρε ὅτι ἐκτέμνεις δυσσεβείας τὸ θράσος,
χαῖρε φωστὴρ τῆς πίστεως πάμφωτος,
χαῖρε λαμπτὴρ τῆς χάριτος ἄδυτος,
χαῖρε πιστῶν πρὸς τὰ κρείττω ἀλείπτης,
χαῖρε ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης,
χαίροις Πάτερ Βασίλειε.

Ὠδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.

Φωστὴρ τῆς εὐσεβείας ὑπέρφωτος, ἐδείχθης θεοῤῥῆμον Βασίλειε, φωταγωγῶν ἐσαεί, τὰς διανοίας ἡμῶν.

Θαυμάτων δεδεγμένος τὴν δύναμιν, δαιμόνων τὴν ὀφρὺν ἐταπείνωσας, οἷα ποιμὴν ἀληθής, τῆς Ἐκκλησίας σοφέ.

Ἠσχύνθη ἡ Οὐάλεντος ἄνοια, ὁ δόναξ δὲ τρισσάκις συντέτριπται, καὶ ἐξοξάσθη ἐν σοί, Βασίλειε ἡ Τριάς.

Σοφίᾳ διαλάμπων καὶ πράξεσι, φαιδρύνεις τὴν σὴν πόλιν Καισάρειαν, Βασίλειε ἱερέ, σοῖς προτερήμασι.

Θεοτοκίον.
Γεννήσασα ἀφράστως τὸν Κύριον, καὶ μετὰ τόκον ἄφθορος μείνασα, ἐκ τῆς φθορᾶς τῶν παθῶν ῥῦσαὶ με Ἄχραντε.

Δεύτερος. Παῖδες Ἑβραίων.

Δόξα καὶ βάσις Ὀρθοδόξων, τοῖς σοῖς δόγμασιν ἐδείχθης θεηγόρε· τὴν Τριάδα καὶ γάρ, ὁμότιμον κηρύττων, Βασίλειε πανθαύμαστε, θριαμβεύεις τὰς αἱρέσεις.

Ὄμβροις τῶν θείων διδαχῶν σου, πᾶσαν ἤρδευσας Χριστοῦ τὴν Ἐκκλησίαν· ὡς γὰρ ἄλλη πηγή, μεγάλη ἀναβλύζεις, ἐκ τῆς Ἐδὲμ Βασίλειε, ἐπὶ πᾶσαν οἰκουμένην.

Ξένος ὑπάρχω τοῖς ἐν κόσμῳ, τοῖς διώκταις σου Βασίλειε ἐβόας· ὁ αὐτὸς γάρ εἰμι καὶ ἔσομαι εἰς τέλος, καὶ χαίρω διωκόμενος, δι’ ἀγάπην τοῦ Σωτῆρος.

Ἄσειστος ὤφθης θεοῤῥῆμον, ἐν ταῖς θλίψεσι κατὰ τὸν θεῖον Παῦλον· διὰ τοῦτο τὴν σήν, χρηστότητα οἱ πάντες, καὶ ἀρετὴν ἠδέσθησαν, καὶ ἠγάσθησαν εἰς τέλος.

Θεοτοκίον.
Γέγονας θρόνος τοῦ Ὑψίστου, τοῦτον φέρουσα ἐν τοῖς χερσί σου Κόρη· διὸ ῥῦσαι Ἁγνή, χειρῶν με τοῦ δολίου, καὶ πρὸς τὸ φῶς ὁδήγησον, ἐντολῶν σου σωτηρίων.

Ὠδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.

Ἐκλάμπεις ὡς ἥλιος, ἐν τῇ Ἀνατολῇ, καὶ πᾶσαν κατηύγασας, Βασίλειε τὴν γῆν· διὸ ὁ τοῦ σκότους, προστάτης ἐν σοί, καὶ αἱρετιζόντων, ἠσχύνθησαν δυνάμεις.

Ῥωσθὲν θείᾳ χάριτι, τὸ σῶμά σου σοφέ, εἰ καὶ νόμῳ φύσεως, ἐγγίζον τῇ φθορᾷ, ἰδὼν ὁ Ἑβραῖος, ἐξέστη ἐν σοί, καὶ Χριστῷ προσῆλθε, χερσί σου ταῖς ἁγίαις.

Ἁγίως τελέσας σου, τὸν βίον ἐπὶ γῆς, Ἁγίων ἰσότιμος, ὤφθης ἐν οὐρανοῖς· διὸ ἡ σὴ Κάρα, ἡ ἁγία σοφέ, ἡμᾶς ἁγιάζει, τῇ θείᾳ ἐνεργείᾳ.

Θεοτοκίον.
Σαρκός μου τὸ φρόνημα, θανάτωσον Ἁγνή, ζωῆς θείας ἔρωτι, ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ δίδου μοι ῥώμην, βηματίζειν Θεοῦ, ἐντολῶν τὴν τρίβον, ὡς ἂν σωθείην Κόρη.

Δεύτερος. Ἑπταλασίως κάμινον.

Ἐπιφανῶς διέπρεψας, θεοῤῥῆμον Βασίλειε, οἶα Ἱεράρχης ὅσιος καὶ ἄμεμπτος, ἐν βίου λαμπρότητι, καὶ ὀρθοδόξοις δόγμασι, καὶ τῆς Ἐκκλησίας, νυμφοστόλος ἐδείχθης, καὶ θεῖος μοναζόντων, νομοθέτης ἐγένου, ἀλείφων πρὸς ἀγῶνας, ἀσκήσεως ὁσίας.

Ῥῶσις τοῖς πόνοις στένουσι, καὶ ἀπόρων περίθαλψις, καὶ τῶν τεθλιμμένων ἀληθὴς ἀνάψυξις, πτωχῶν καταφύγιον, καὶ τῶν χηρῶν βοήθεια, οἷα ποιμενάρχης, ἀληθὴς ἀνεδείχθης, Βασίλειε παμμάκαρ, ἐν πολλῇ συμπαθείᾳ, ἐν πόλει Καισαρείας, εὐεργετῶν τοὺς πάντας.

Ἀγγελικῆς λαμπρότητος, ἠξιώθης Βασίλειε, ὡς σοφῶς ποιμάνας τὸν λαόν σου Ὅσιε· τοῖς πᾶσι γὰρ γέγονας, τὰ πάντα ὡς τὸ λόγιον, καὶ καλῶς αὐξήσας, τὸ σὸν τάλαντον Πάτερ, τῆς ἄνω βασιλείας, καὶ ζωῆς τῆς ἀλήκτου, λαμπρῶς πεποικιλμένος, ἐγένου κληρονόμος.

Θεοτοκίον.
Σεσαρκωμένον τέτοκας, τὸν ἀσώματον Ἄχραντε, Λόγον τοῦ Θεοῦ τὸν συμφυῆ καὶ σύνθρονον, τὸν πάντα ποιήσαντα, παντουργικῷ βουλήματι, καὶ πρὸς τὴν ἀρχαίαν, ἀνυψώσαντα δόξαν, τοὺς πίστει σοι βοώντας· χαῖρε Εὐλογημένη, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.

Ἱεραρχῶν ἱερὸν ἀκροθίνιον, ἱεροφάντορ Βασίλειε Ὅσιε, Ἀποστόλων συνθρόνε, Ἐκκλησίας στήριγμα, τῆς βασιλείας τῆς ἄνω κληρονόμους, δεῖξον ἡμᾶς ταῖς λιταῖς σου πρὸς Κύριον.

Μεγαλοπρέπειαν θείαν ἐνδέδυσαι, μετατεθεὶς πρὸς ζωὴν τὴν αἰώνιον· τὸ δὲ θεῖον σκῆνός σου, ὁ λαός σου Ὅσιε, θρήνοις καὶ ὕμνοις ἐκήδευσαν ὁσίως, τὴν εὐλογίαν τὴν σὴν ἐκδεχόμενοι.

Ὁ Ἱεράρχης Χριστοῦ ὁ πολύσοφος, ὁ θεηγόρος καὶ καὶ μέγας Βασίλειος, ὁ σοφίας ἔμπλεως, δέξαι με τὸν ἄσοφον, τῶν ἀρετῶν σου γεραίροντα τὸν πλοῦτον, καὶ τῶν πταισμάτων μου αἴτει τὴν ἄφεσιν.

Θεοτοκίον.
Ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, τὸν προελθόντα Ἁγνὴ ἐκ λαγόνων σου, ἴασιν καὶ λύτρωσιν, τῶν παθῶν δωρήσασθαι, καὶ τῶν πταισμάτων συγχώρησιν Παρθένε, τοῖς μεγαλύνουσι πίστει τὸν τόκον σου.

Δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ἰθύνας πρὸς λειμῶνας ἀειθαλεῖς, πρὸς νομὰς ἐνταλμάτων τοῦ Κτίσαντος, πρὸς τὰς πηγάς, Πάτερ τῶν ναμάτων τῶν τῆς ζωῆς, τὸ λογικὸν σου ποίμνιον, ὡς τοῦ Ἀρχιποίμενος μιμητής, Βασίλειε τρισμάκαρ, ἐσκήνωσας πρὸς ὕδωρ, τῆς ἀφθαρσίας ἀγαλλόμενος.

Μετέστης πρὸς τὴν δόξαν τὴν ἀληθῆ, πρὸς ζωὴν Ἱεράρχα τὴν ἄληκτον, τετελεκώς, Πάτερ τὸν ἀγῶνά σου τὸν καλόν, καὶ τὸ σεπτόν σου λείψανον, δῆμοι καὶ χορείαι τῶν εὐσεβῶν, θρηνοῦντες εὐσχημόνως, ἐκήδευσαν ὁσίως, ὑμνολογοῦντές σε Βασίλειε.

Ὁ μέγας Ἱεράρχης καὶ θαυμαστός, Ἐκκλησίας φωστὴρ ὁ πολυφωτός, Καππαδοκῶν, καὶ τῶν Καισαρέων γέρας λαμπρόν, Βασίλειε μακάριε, δέξαι μου τὸν ὕμνον τὸν πενιχρόν, καὶ αἴτει μοι πταισμάτων, τὴν λύσιν θεηγόρε, καὶ μετοχὴν φωτὸς τοῦ κρείττονος.

Θεοτοκίον.
Ὑψίστου ἐνδιαίτημα παμφαές, ἡλιόμορφον ἅρμα τοῦ Κτίσαντος, Μῆτερ Θεοῦ, μόνη Ἀειπάρθενε Μαριάμ, τὴν τῶν παθῶν μου σύγχυσιν, παῦσον τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ λῦσον τὴν ὁμίχλην, τὴν ἐπικαθημένην, ἐν τῷ νοΐ μου τῇ σῇ χάριτι.

Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.

Φιλοσοφίᾳ κρείττονι, τὴν ζωήν σου λαμπρύνας, θεολογίας ὄργανον, καὶ λαμπρὸς ὑποφήτης, Βασίλειε ἀνεδείχθης, ὡς σοφὸς θεοφάντορ, καὶ τὸν Χριστὸν ἐκήρυξας, ὁμοούσιον Πάτερ καὶ συμφυῆ, τῷ Πατρὶ καὶ Πνεύματι τῷ Ἁγίῳ Τριάδα τὴν ὁμόθρονον, ὀρθοδόξως δοξάζων.

Θεοτοκίον.
Σωματοφόρον τέτοκας, Παναγία Παρθένε, δι’ εὐσπλαγχνίαν ἄμετρον, τὸν Ὑπέρθεον Λόγον, τὸν σὺν Πατρὶ τῷ ἀνάρχῳ, καὶ τῷ Πνεύματι ἅμα, ὁμότιμον καὶ σύνθρονον, ἀναπλάττοντα κόσμον ἐκ τῆς φθορᾶς· ὅν ἀεὶ δυσώπει φθοροποιῶν με, ἐνοημάτων ῥύεσθαι, καὶ παθῶν ἀκαθάρτων.


Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πάτερ Βασίλειε ἡ σή, πολιτεία ἔλαμψε, φωτοειδὴς ὥσπερ ἥλιος, καὶ κατελάμπρυνε, πᾶσαν Ἐκκλησίαν, ἀρετῶν τοῖς κάλλεσι, καὶ θείων διδαχῶν ταῖς λαμπρότησι· διὸ ὑμνοῦμὲν σε, ὥσπερ θεῖον θεοῤῥήμονα, καὶ Τριάδος, μυστολέκτην ἄριστον.

Πάτερ Βασίλειε πηγή, ἡ σὴ γλῶσσα πέφηνε, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος ἀναπηγάζουσα, ἀφθαρσίας ῥεῖθρα, καὶ ζωῆς διδάγματα, ἀρδεύοντα πιστῶν τὴν διάνοιαν, καὶ κατακλύζοντα, πάσης πλάνης τὰ ζιζάνια· διὰ τοῦτο, πάντες σὲ γεραίρομεν.

Πάτερ Βασίλειε φωστήρ, εὐσεβείας μέγιστος, ὡς ἀληθῶς ἐχρημάτισας θείῳ γὰρ στόματι, ἅπασι κηρύττεις, λόγον τὸν τῆς χάριτος, καὶ τῆς Ὀρθοδοξίας τὰ δόγματα, δι’ ὧν αἱρέσεων, τεταπείνωται τὸ φρύαγμα, καὶ Τριάδος, ἡ δόξα κηρύττεται.

Πάτερ Βασίλειε λαμπρόν, τῆς σοφίας ὄργανον, καὶ ἱερὸν ἐνδιαίτημα, Πνεύματος πέφηνας· ὅθεν Ἐκκλησία, τοῖς σοῖς προτερήμασι, φαιδρύνεται καὶ χαίρει βοῶσά σοι· Σύ μου ἑδραίωμα, καὶ βασίλειον διάδημα· διὰ τοῦτο, πόθῳ μακαρίζω σε.

Δόξα.  Ἦχος πλ. α΄.
Τοῦ Παρακλήτου ἡ χάρις, ἁγνὸν εὑραμένη σε σκήνωμα, πλουσίως ἐν σοὶ ἐσκήνωσε, θεοφάντορ Βασίλειε· Ἀποστολικοῖς γὰρ τρόποις, βεβαιῶν τὴν ζωήν, ποιμὴν ποιμένων ὤφθης, καὶ Ἐκκλησίας πάσης στήριγμα, καὶ θεῖος ὑποφήτης τῆς οὐρανίου μυσταγωγίας, ἑνὶ ἑκάστῳ παρέχων, τὸν σωτήριον λόγον. Ἀλλ’ ὡς τῆς ἄνῳ βασιλείας κοινωνός, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τῶν Κανόνων ᾨδαὶ γ΄ καὶ στ΄.

Ὁ Ἀπόστολος. Ζήτει τῇ ιγ΄ Νοεμβρίου.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.
Πρὸς Ἑβραίους Ἐπιστολῆς.

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Τὸ Εὐαγγέλιον. Ζήτει ὁμοίως τῇ ιγ΄ Νοεμβρίου.

Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κᾀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κᾀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικόν.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Μεγαλυνάρια.
Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν Μέγαν πάντες τιμήσωμεν.
Ὤφθης Ἐκκλησίας μέγας φωστήρ, Βασίλειε Πάτερ, καὶ ἑδραίωμα ἀῤῥαγές· λόγῳ γὰρ πλουσίῳ, καὶ δόγμασιν ἁγίοις, ἡμᾶς ἀεὶ παιδεύεις, ἐπὶ τὰ κρείττονα.

Δίστιχον.
Βασίλειε πάνσοφε ἱεροφάντορ
Γερασίμου πρόσδεξαι τόνδε τὸν ὕμνον.




ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΑΣΙΛΕΙΟΝ ΤΟΝ ΜΕΓΑΝ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΤΗΣ ΚΑΠΠΑΔΟΚΙΑΣ



ΠΟΙΗΜΑ
ΓΕΡΑΣΙΜΟΥ  ΜΟΝΑΧΟΥΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ*


Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως καὶ τὰ ἑξῆς.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ως Ἱεράρχης καὶ σοφὸς θεηγόρος, καὶ βασιλείας οὐρανῶν κληρονόμος, οὐρανοφάντορ Ἅγιε Βασίλειε, πρέσβευε πρὸς Κύριον, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, τοὺς πιστῶς σὲ τιμῶντας, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς καταφεύγουσι, Πάτερ τῇ σκέπῃ σου.
Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς· Γενοῦ μοι βίου ὦ Πάτερ βάσις. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γαλήνην ἐν βίῳ μοι σταθηράν, Βασίλειε αἴτει, καὶ κινδύνων ἀπαλλαγήν, ὡς ἔχων μεγίστην παῤῥησίαν, πρὸς τὸν Δεσπότην Χριστὸν ἱερώτατε.

Εν θλίψεσι Πάτερ ἀναψυχήν, καὶ πόνοις ποικίλοις, ἀνακούφισιν ἀληθῆ, παράσχου Βασίλειε παμμάκαρ, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Πάτερ, τὸν οὐράνιον γλυκασμόν, τοῖς συνεχομένοις τῇ πικρίᾳ, ἁμαρτιῶν πολυτρόπων Βασίλειε.

Θεοτοκίον.
 Ολόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, τῇ ζοφερᾷ ἁμαρτίᾳ καταύγασον.

Ὠδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Υπερέχοντος βίου, μυσταγωγὲ ἄριστε, πρὸς πνευματικὰς ἐπιδόσεις, ζωῆς τῆς κρείττονος, ἡμᾶς ὁδήγει ἀεί, τοὺς ἀδιστάκτῳ καρδίᾳ, Ἅγιε Βασίλειε, σὲ μακαρίζοντας.

Μετανοίας τὴν τρίβον, τὴν πρὸς ζωὴν φέρουσαν, οἵα τῶν ψυχῶν οἰκονόμος, ἡμῖν ὁμάλισον, ἐχθροῦ τὰ σκάνδαλα, ἐξ αὐτῆς Πάτερ διώκων, δραστικῇ πρεσβείᾳ σου, πρὸς τὸν Φιλάνθρωπον.

Οὐρανόφρονα γνώμην, νοῦν καθαρὸν σώφρονα, ἦθος ταπεινὸν Ἱεράρχα, καὶ βίον ἄμεμπτον, καλλιεργεῖν εὐσεβῶς, δίδου ἡμῖν θεῖον σθένος, Ἅγιε Βασίλειε, ὡς συμπαθέστατος.

Θεοτοκίον.
 Ιερόφθογγοι λόγοι, σὲ προφανῶς ἔσεσθαι, ἄφθορον Μητέρα τοῦ Λόγου, Κόρη ἐδήλωσαν, ὅν καθικέτευε, τῆς τῶν παθῶν ἀλογίας, καὶ φθορᾶς ῥυσθῆναί με, τῆς τοῦ ἀλάστορος.

Διάσωσον οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Επίβλεψον ἐν εὐμενίᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, καὶ ὁδηγὸς σωτήριος, πρὸς τρίβον ζωῆς, καὶ βασιλείαν ἔνθεον, γενοῦ Πάτερ Βασίλειε, τοῖς θερμῶς προσιοῦσι τῇ σκέπῃ σου· σὺ γὰρ μεσίτης ἡμῶν πρὸς Θεόν, ὑπάρχεις καὶ πρέσβυς δραστικώτατος.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Βασιλεῖ μὲ οἰκείωσαι, τῷ ἐπουρανίῳ Πάτερ Βασίλειε, ἐκκαθαίρων τῶν πταισμάτων με, ὥσπερ Ἱεράρχης ἐνθεώτατος.

Ιλαστήριον γένοιτο, καὶ τῶν ψυχικῶν συντριμμάτων ἀνόρθωσις, ἡ πρεσβεία σου Βασίλειε, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Οδυνόμενον σφόδρα με, ταῖς τοῦ πονηροῦ δειναῖς ἐπιθέσεσιν, ἀπολύτρωσαι Βασίλειε, καὶ ψυχῆς μου ἴασαι τὴν κάκωσιν.

Θεοτοκίον.
 Υπερύμνητε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα Θεὸν καὶ Κύριον, καθικέτευε ῥυσθῆναί με, τῆς ἐπικρατείας τοῦ ἀλάστορος.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.

Ωσπερ θησαυρός, τῆς σοφίας τῆς τοῦ Πνεύματος, σοφισμάτων τοῦ Βελίαρ χαλεπῶν, ἀπολύτρωσαι ἡμᾶς Πάτερ Βασίλειε.

Πόνων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, διαφυλάττε παμμάκαρ ἀσινεῖς, τοὺς προστρέχοντας Βασίλειε τῇ σκέπῃ σου.

Ανωθεν ἡμῖν, τὴν ταχεῖαν σου βοήθειαν, ὡς προστάτης ἡμῶν μέγας καὶ ταχύς, ἀεὶ δίδου δυσωποῦμέν σε Βασίλειε.

Θεοτοκίον.
 Τήρησον ἡμᾶς, ἀσινεῖς ὑπὸ τὴν σκέπην σου, ἐκ βελῶν τῶν πυριφλέκτων τοῦ ἐχθροῦ, δυσωποῦμέν σε Παρθένε οἱ οἰκέται σου.

Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Εκ πάσης, ὀδυνηρᾶς ἐπηρείας,  καὶ μανίας τοῦ ἐχθροῦ καὶ ἀπάτης, καὶ δυσχερείας τοῦ βίου καὶ λύπης, ἀτρώτους φυλάττε Πάτερ Βασίλειε, τοὺς καταφεύγοντας πιστῶς, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Ρημάτων, τῶν θεϊκῶν σου ἡ χάρις, ὥσπερ θεῖος γλυκασμὸς κατευφραίνει, τὰς διανοίας ἡμῶν θεηγόρε· ὅθεν ἰὸν τὸν ψυχολεθρον ξήρανον, τὸν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Βαράθρων, τῆς ἀπωλείας παμμάκαρ, καὶ ἐκ λάκκου χαλεπῆς ἁμαρτίας, τοὺς πεπτωκότας ἀνέλκυσον θᾶττον, τῇ ἐπισκέψει σου Πάτερ Βασίλειε, καὶ ἐπὶ πέτραν ἀσφαλῆ, μετανοίας τὸν νοῦν ἡμῶν στήριξον.

Θεοτοκίον.
 Αγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Ἀειπάρθενε Κόρη, ὡς τὸν Δεσπότην αὐτῶν τετοκυΐα, ἀνακαλούμενον κόσμον τοῦ πτώματος· διὸ κἀμοῦ τὸν ἐνάγῃ, καθαγίασον νοῦν τῇ σῇ χάριτι.

Διάσωσον οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ως Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, καὶ Ἐκκλησίας θεμέλιος ἄρρηκτος, Βασίλειε Πάτερ θεοσοφέ, τοὺς κλονουμένους ταῖς αὔραις τῶν θλίψεων, ἑδραίωσον θείαις πρεσβείαις σου.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον, ὅ ζήτει τῇ ιγ΄ Νοεμβρίου εἰς τὴν Θείαν Λειτουργίαν.
Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κᾀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κᾀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στιχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βάσις καὶ ἑδραίωμα, καὶ ἀληθὴς παιδοτρίβης, ὁδηγὸς σωτήριος, καὶ μεσίτης ἔνθεος πρὸς τὸν Κύριον, γενοῦ Βασίλειε, τοῖς ἐν κατανύξει, προσιοῦσι τῇ πρεσβείᾳ σου, ὡς πλήρης χάριτος, καὶ ἀρχιερεὺς συμπαθέστατος, ἡμᾶς ἐπὶ τὰ κρείττονα, Πάτερ ὁδηγῶν τῇ σῇ χάριτι, ἵνα βασιλείας, τῆς ἄνῳ μετὰ τέλος κοινωνοί, καὶ κληρονόμοι γενώμεθα, οἱ σὲ μακαρίζοντες.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν Λαόν σου... Ἐλέει καὶ οἰκτιρμοῖς.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σοφιστείας τοῦ πλάνου, ἅς ἀπαύστως τεκταίνει καθ’ ἡμῶν Ἅγιε, διάλυσον καὶ δίδου, ἡμῖν σοφίαν θείαν θεηγόρε Βασίλειε, ὡς ἂν σοφῶς τοῦ Θεοῦ, τὸ θέλημα ποιῶμεν.

Ιεράρχα Κυρίου, Ἐκκλησίας ἁπάσης φωστὴρ πολύφωτε, φωτὶ τῶν πρεσβειῶν σου, διάλυσον τὸ σκότος, τοῦ νοός μου Βασίλειε, καὶ ἴθυνόν με πρὸς φῶς, τῶν θείων ἐνταλμάτων.

Σκευωρίας ἁπάσης, καὶ κακίας καὶ φθόνου ἡμᾶς ἀπάλλαξον, ἐκ τῶν ἐπιζητούντων, σκανδάλοις ἐκταράττειν, τὴν ζωὴν ἡμῶν Ἅγιε, καὶ εἰρήνῃ ἡμᾶς, περίφραξον τελείᾳ.

Θεοτοκίον.
Γαλουχοῦσα ὡς βρέφος, Θεοτόκε Παρθένε τὸν πάντα τρέφοντα, διάθρεψον τὸν νοῦν μου, ἐν ἄρτῳ νοημάτων, σωτηρίων λιμώττοντα, τῇ ἐπηρείᾳ τοῦ ἐχθροῦ, πενίᾳ τῶν κρειττόνων.

Ὠδὴ η΄. Τὸν Βασιλέα.

Εκ τῆς σῆς γλώσσης, βλύζει ζωῆς θεῖον ὕδωρ, δι’ οὗ πότισον διψῶσαν ψυχήν μου, ἵνα Ἱεράρχα, τὰ θεῖα ἐξενέγκη.

Ρῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τῇ πρεσβείᾳ σου Βασίλειε παμμάκαρ, τοῖς σὲ ὡς προστάτην, ἀνευφημοῦσι μέγαν

Αμαρτημάτων, ἡμῖν τὴν ἄφεσιν αἴτει, ὡς χρηστότητος τῆς θείας ὑποφήτης, καὶ παθῶν τὴν λύσιν, Βασίλειε τρισμάκαρ.

Θεοτοκίον.
 Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν προστασία· διὸ ῥῦσαὶ με ἐχθροῦ τῆς δυναστείας, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.

Ιάτρευσον τὸν νοῦν μου, τετραυματισμένον, τῇ ἐπηρείᾳ τοῦ ὄφεως Ὅσιε, καὶ φωτισμῷ οὐρανίῳ τοῦτον καταύγασον.

Μὴ παύσῃ ἱκετεύων, πρὸς τὸν πάντων Κτίστην, οὐρανοφάντορ Βασίλειε Ὅσιε, ῥύεσθαι πάσης ἀνάγκης τοὺς σὲ γεραίροντας.

Ο μέγας Ἐκκλησίας, μύστης καὶ προστάτης, Ἀρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ἡμᾶς ἀπάλλαξον.

Θεοτοκίον.
 Υφέρπων μοι δολίως, συλᾷ με καθ’ ἑκάστην, ὁ δολιότροπος ὄφις Πανάμωμε, ἀλλὰ τῆς τούτου κακίας σὺ μὲ ἀπάλλαξον.

Τὸ Ἄξιόν ἐστι, καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις Ἐκκλησίας μέγας φωστήρ, καὶ τῆς εὐσεβείας, μυστογράφος θεοειδής· χαίροις βασιλείας, τῆς ἄνω ὑποφήτης, Βασίλειε παμμάκαρ, πιστῶν ἑδραίωμα.

Απασαν παιδείαν ἐκπαιδευθείς, τὴν θύραθεν Πάτερ, τῆς σοφίας τῆς τοῦ Θεοῦ, ὄργανον ἐδείχθης, Βασίλειε ἐν κόσμῳ, ὡς ἀρετῶν δοχεῖον, περιφανέστατον.

Βάσις Ἐκκλησίας ὤφθης στερρά, δογμάτων ἁγίων, στόμα εὔσημον καὶ σοφόν, καὶ τοῦ Παρακλήτου, Βασίλειε ῥομφαῖα, αἱρετικῶν συγκόπτουσα, τὰ ζιζάνια.

Χαίροις τῶν πενήτων ὁ βοηθός, χήρων ὁ προστάτης, καὶ ἀπόρων ὁ ἀρωγός· χαίροις τεθλιμμένων, παράκλησις γλυκεῖα, καὶ γήρως βακτηρία, Πάτερ Βασίλειε.

Επιδε Βασίλειε, ἱερέ, ἐπὶ τοὺς ζητοῦντας, τὴν θερμήν σου ἐπισκοπήν, καὶ παράσχου πᾶσιν, ὑγείαν τὴν κατ’ ἄμφω, καὶ ἄφεσιν πταισμάτων καὶ βίον ἄλυπον.

Σὺν τοῖς σοῖς γονεῦσι καὶ ἀδελφοῖς, Χριστὸν ἐκδυσώπει, ὦ Βασίλειε ἱερέ, ὅπως ἀξιώσῃ, τῆς ἄνῳ βασιλείας, τοὺς προσιόντας Πάτερ, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον, καὶ Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος α΄.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα ἡ συνήθης Ἐκτενὴς καὶ ἡ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας Ἐκκλησίας ἀρωγός, ὡς πανευκλεὴς Ἱεράρχης, πέλων Βασίλειε, μέγας πρέσβυς πέφηνας, ἡμῶν πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· Ἀπαύστως δυσώπει, νόσων καὶ κακώσεων, καὶ θλιβερῶν συμφορῶν, ῥύεσθαι τοὺς σὲ ἀνυμνοῦντας, καὶ τῆς βασιλείας γενέσθαι, τοῦ Χριστοῦ μετόχους ἡμᾶς Ἅγιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλὶψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δίστιχον.
Βασίλειε πάρεχε χάριν ὑψόθεν.
Γερασίμῳ σπεύδοντι τῇ ἀρωγῇ σου.





* Ἀκολουθία Βασιλείου τοῦ Μεγάλου, ἔκδ. Ρηγοπούλου, Θεσ/νίκη 1979.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου