Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου blog καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, δογματικά καί ἐπίσημα ἐκκλησιαστικά κείμενα, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας μας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἰστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως

Τρίτη, 4 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Γ΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Γ΄
Δετε τό Α΄ Μέρος στήν στοσελίδα:
καί τό Β΄ Μέρος στήν στοσελίδα:

Κεφάλαιον η΄. Περὶ τοῦ ἁγίου Μύρου.

Τοὺς οὖν ἀξιωθέντας τοῦ ἁγίου βαπτίσματος κελεύει ἡ Ἐκκλησία εὐθέως χρίειν τῷ ἁγίῳ μύρῳ, προκατασκευασθέντι πρότερον ὑπὸ ἀρχιερέων, ὑφ’ ὧν διανέμεται πάσαις ταῖς ἐκκλησίαις ταῖς ὑπὸ τὴν ἐκείνων διοίκησιν τελούσαις. Ὅτι καὶ τῷ Σωτῆρι εὐθέως ἀναβαίνοντι ἀπὸ τοῦ ὕδατος ἐπιφοιτᾷ τὸ πανάγιον Πνεῦμα, οὗ εἰς τύπον παραλαμβάνεται τὸ ἅγιον μύρον. Ἔτι ὥσπερ τοὺς βασιλικοὺς θησαυροὺς εἰσαχθέντας εἰς μαρσύπια εἰώθασιν εὐθέως ἐπισφραγίζειν, οὕτω καὶ ἡ Ἐκκλησία τὸ ἅγιον βάπτισμα, ὅπερ ἐστὶ μέγιστος καὶ βασιλικώτατος θησαυρός, μετὰ τὸ ἐπενεχθῆναι τοῖς βαπτισθεῖσιν ὥσπερ μαρσυπίοις, εὐθὺς ἐπιτίθησι τὸ ἅγιον μύρον, ὥσπερ τινὰ βασιλικὴν σφραγίδα, φόβον ἅμα καὶ ἀπειλὴν ἐπάγουσαν τοῖς κοινοῖς ἐχθροῖς, τοῖς τὸν βασιλικὸν θησαυρὸν λυμάναι πειρωμένοις. Ὁ δὲ χρίων ἐν τῷ χρίειν ἐπιφέρει ταῦτα καὶ μόνα τὰ ῥήματα. «Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν».

Τὴν μὲν οὖν δύναμιν τοῦ ἁγίου μύρου τοιαύτην εἶναί φησιν ἡ Ἐκκλησία· τουτέστι σφραγίδα βασιλικήν, ἐπικυροῦσαν ὥσπερ καὶ βεβαιοῦσαν τὸ ἅγιον βάπτισμα, καθάπερ ἡ λέξις «ἀμήν» ἐπικυροῖ καὶ βεβαιοῖ τὸ ἅγιον σύμβολον. Τὴν δὲ τοῦ ἁγίου βαπτίσματος δύναμιν τηλικαύτην, ὅτι τοὺς τελουμένους ἀποπλύνει καὶ ἀποκαθαίρει τῆς προγονικῆς ἁμαρτίας, ἥτις ἐστὶν ἡ πρὸς πᾶσαν κακίαν ῥοπὴ καὶ ἄλογος ἐπιθυμία, ὅτι καταλλάττει αὐτοὺς τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ὁμοιώματος τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ ἐν τῇ χάριτι τοῦ παναγίου Πνεύματος, καὶ υἱοθετεῖ τούτους αὐτῷ, δι’ οὗ καὶ ἐν ᾗ εἴρηται, δύναμίν τε καὶ παῤῥησίαν τούτοις ἐντίθησι τοῦ ἀφόβως καὶ θαῤῥαλέως τὸν Χριστιανισμὸν ὁμολογεῖν ἔμπρο­σθεν τυράννων καὶ διωκτῶν, ὀλιγωροῦντας ποινῶν καὶ μαστίγων, ναὶ δὴ καὶ αὐ­τοῦ τοῦ θανάτου ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ. Ἔτι τὴν ποριστικὴν καὶ καθεκτικὴν ἐκείνην δύναμιν τοῦ θείου καὶ πνευματικοῦ φωτός, ἣν οἱ πρωτόπλαστοι διὰ τῆς παρακοῆς ἀπώλεσαν, ἐπανάγει αὖθις. Ὁμοίως καὶ τὸ αὐτεξούσιον τοῦ τῇ δυνάμει ἐκείνῃ ἐλευθέρως χρῆσθαι, ἤδη νεκρωθὲν ἐν τοῖς πρωτοπλάστοις, ἀναζωπυρεῖ καὶ ἀνίστησι τὸ ἅγιον βάπτισμα, ἢ μᾶλλον εἰπεῖν, ὁ Θεὸς διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ πρὸς πᾶν ἔργον θεάρεστον προθύμους τοὺς βαπτισθέντας ἀπερ­γάζεται. Οὐ μέντοι μετὰ χλιδῆς καὶ ῥᾳστώνης τοῦτο τελεῖν, ἀλλὰ σὺν πόνῳ καὶ μόχθῳ· καὶ τοῦτο πολλῶν ἕνεκα, τοῦ τε ζητεῖν ἀεὶ κἀπὶ πᾶσι τὴν τοῦ Θεοῦ βοή­θειαν καὶ προσφεύγοιεν ἐκείνῳ θλιβόμενοι, ὅτι ψυχὴ κάμνουσα ἐγγύς ἐστι Θεοῦ, κατὰ τὸν μακάριον Πέτρον, καὶ τοῦ ταπεινότερον ὑπὲρ ἑαυτῶν φρονεῖν, ἐπάν τι τῶν ἀγαθῶν κατορθώσειεν, ὡς οὐκ ἐξ ἑαυτῶν, ἀλλὰ Θεοῦ τὸ δῶρον· καὶ ἵνα διὰ τοῦ ἐπιπόνως ἐνθάδε κατορθοῦν τἀγαθόν, ὡς καὶ διὰ τῶν ἄλλων θλίψεων, ἐπάχθωνται μὲν τῷ βίῳ τούτῳ, ἐπιθυμῶσι δὲ τῆς μελλούσης ζωῆς, ἥτις ἐστὶν ἡ παν­τελὴς καὶ ἄπονος τρυφὴ καὶ ἡ ἐν Χριστῷ ἀπέραντος εἰρήνη καὶ γαλήνη ἄληκτος. Ὅμως εἰ καὶ σὺν πόνῳ οἱ ἐκλεκτοὶ φαίνονται κατορθοῦντες ἐνίοτε τἀγαθόν, ἀλλὰ καὶ οὕτω πλεῖστον διαφέρουσιν οὗτοι τῶν ἀποβλήτων, τά γε ἐν τῇ ἀσκήσει τἀγαθοῦ φημί. Ἐκεῖνοι γὰρ κακῶς χρησάμενοι τῷ φυσικῶς αὐτοῖς ἐμπιστευθέντι φωτί, εἴτ’ οὖν ἐμφύτῳ νόμῳ, οὐκ ἠξιώθησαν τῆς πνευματικῆς ἐπιλάμψεως· διὸ καὶ πρὸς πᾶν ἀγαθὸν οὐ μόνον ῥᾳθύμως διάκεινται, ἀλλὰ καὶ στυγερῶς, ἀποτρεπόμενοι τοῦτο καθάπερ οἱ λυσσόδηκτοι τὸ ὕδωρ. Οἱ ἐκλεκτοὶ δέ, ὧν τό τε αὐτεξού­σιον ἀνέστη, καὶ ἡ τοῦ θείου φωτὸς ποριστικὴ καὶ καθεκτικὴ δύναμις ἤδη ἐπανῆλθεν αὐτοῖς διὰ τῆς θείας χάριτος, καὶ ῥοπὴν ἔχουσι πρὸς τἀγαθὸν καὶ κλίνουσιν ἐπ’ αὐτὸ καὶ ἐγχειροῦσι τούτῳ καὶ κατορθοῦσιν αὐτὸ Θεοῦ χειραγωγίᾳ. «Αὐ­τὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν αὐτοῖς καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν»[1].
Τοιαύτην μὲν δόξαν ἡ Καθολικὴ Ἐκκλησία ἔχει περὶ τὸ ἅγιον βάπτισμα. Ἴδωμεν δὲ τὶ καὶ περὶ τοῦ κυριακοῦ δείπνου φρονεῖ.

Κεφάλαιον θ΄. Περὶ τοῦ Κυριακοῦ Δείπνου.

Ἐν τῷ κυριακῷ δείπνῳ ἀπαιτεῖται πρῶτον ἡ ὕλη ἡ ὑπὸ τοῦ Κυρίου παραδοθεῖσα. Ἔστι δὲ αὕτη ἄρτος ἔνζυμος εἷς, καὶ κρᾶμα, τουτέστιν οἶνος ὕδατι κεκραμένος, κατὰ τὸ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλοις ἑπτά· ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον» κλπ.[2]
Πρὸς μὲν τὸν ἔνζυμον ἄρτον, ὅτι καὶ ὁ Κύριος τοιούτῳ φαίνεται χρησάμε­νος, ὃ δῆλον ἀπό τε τοῦ ὀνόματος καὶ ἀπὸ τοῦ χρόνου. Οὔτε γὰρ τὰ ἄζυμα ἄρτον ἁπλῶς εὕροι ἄν τις καλούμενα παρὰ τῇ θείᾳ Γραφῇ, ἀλλ’ ἢ ἄζυμα ἢ ἄρτον ἄζυμον. Ἀλλ’ οἱ Εὐαγγελισταὶ πάντες φασὶ περὶ τοῦ Κυρίου «λαβὼν τὸν ἄρ­τον», οὐ τὰ ἄζυμα, οὐδὲ τὸν ἄζυμον ἄρτον, ἀλλ’ ἁπλῶς «τὸν ἄρτον», ὃ δῆλοι τὸν ἔνζυμον. Ἀλλά, φασίν, εἰς Ἐμμαοὺς λέγεται τὸν Κύριον «ἄρτον» λαβεῖν, οὗ ἐν τῇ κλάσει γνωσθεὶς ἄφαντος ἐγένετο. Τοῦτο δ’ ἐπράχθη ἔνδον τῆς ἑορτῆς τοῦ πάσχα, ἡνίκα πᾶσιν ἀπείργηται ἡ τοῦ ἐνζύμου ἐδωδή. Ἀνάγκη οὖν ἄζυμον ὑπάρξαι τὸ κλώμενον, καὶ πῶς οὐχ ἁπλῶς ἄρτος κέκληται; Ἡμεῖς πρὸς ταῦτα, ὅτι ἡ Ἐμμαὼ ἦν πόλις ἐθνῶν καὶ οὐκ Ἰουδαίων, ἐν ᾗ οὐκ ἐγινώσκετο ἡ τῶν ἀζύμων χρῆσις. Ἀλλὰ τί τοῖς μαθηταῖς τοῦ Κυρίου καὶ τοῖς ἐθνικοῖς; Καὶ πῶς ἠδύναντο οὗτοι ἐνζύμῳ ἄρτῳ χρήσασθαι ἔνδον τῆς ἑορτῆς τοῦ Πάσχα; Πρῶτον ἴσως ἦσαν προσήλυτοι, ἄρτι τῷ Κυρίῳ προσελθόντες, καὶ διὰ τοῦτο οὔπω ἦσαν μεμυήμενοι πάντα τὰ ἑβραϊκὰ τοσοῦτον ἀκριβῶς παρατηρεῖν, ὥστε καὶ τὰ ἄζυμα διόλου ἀποστρέφεσθαι. Δεύτερον ἔμαθον παρὰ τοῦ Κυρίου ὀλιγωρεῖν τῶν τοιούτων ἀνωφε­λῶν παρατηρήσεων, ὥσπερ καὶ τὴν τοῦ σαββάτου ἀκριβῆ φυλακήν, ἀκούσαντες παρ’ ἐκείνου «τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον»[3]. Δῆλον δὲ τῷ τοσαῦτα στάδια ἀνύσαι τούτους κατὰ τὸν χρόνον τῆς ἑορτῆς, καθ’ ὃν οὐκ ἐξῆν πλέον ἢ σαββάτου ὁδὸν ἀνύειν, ἥτις ἐστὶ δισχίλια καὶ τεσσαράκοντα βήματα ποδῶν. Αὐτοὶ δὲ ἑξήκοντα στάδια φαίνονται ἀνύσαντες κατὰ τὴν ἡμέραν ἐκείνην, οὖσαν δευτέραν τοῦ Ἰουδαϊκοῦ πάσχα, ὧν ἕκαστόν ἐστι πο­δῶν ἑξακοσίων εἴκοσι πέντε τὸ μῆκος. Ὥσπερ δὲ ἐν τῇ βαδίσει φαίνονται παραβαίνοντες τὴν ἑβραϊκὴν παρατήρησιν, οὕτω κἂν τῇ χρήσει τοῦ ἀζύμου. Τὸ δὲ μεῖζον, ἀνάγκη δουλεύοντες τοῦτο πεπράχασιν. Ἐπειδὴ γὰρ εἰς ἐθνῶν πόλιν ἐγένοντο, οὗ ἀμήχανον εὑρεῖν ἄζυμα, τί ἔδει αὐτοὺς φαγεῖν, εἰ μὴ ἔνζυμον ἄρτον, μιμησάμενοι ἐν τούτῳ τὸν θεῖον Δαβίδον, ὃς ἐν καιρῷ ἀνάγκης ἔφαγε τοὺς ἄρτους τῆς προθέσεως καὶ τοῖς μετ’ αὐτοῦ διένειμεν, οὓς οὐκ ἐξῆν ἄλλοις, εἰ μὴ τοῖς ἱερεῦσι καὶ μόνοις φαγεῖν;[4] Ὅτι δὲ ἄρτος, ἤγουν ἔνζυμος, ἦν, ὃν ἐν τῇ Ἐμμαοῖ ὁ Κύριος ἔκλασε, δῆλον τῷ τε τὴν πόλιν ἐθνικὴν εἶναι, οὗ ἀμήχανον ἄζυμον εὑρεθῆναι, καὶ τῷ μηδαμοῦ τῆς ἁγίας Γραφῆς τὰ ἄζυμα καλεῖσθαι ἄρτον, ἀλλ’ ἢ ἄρτον ἄζυμον ἢ ἄζυμα μόνον. Ἐκεῖνο δὲ τὸ «κλασθέν», ἄρτον ἁπλῶς ἐκάλεσεν ὁ Εὐαγγελιστής[5], ὃς δηλοῖ πάντως τὸν ἔνζυμον.
Οὔτε καθ’ ὃν χρόνον ὁ Κύριος τὸ πάσχα ἐτέλεσεν, ἤδη ἦν ἐκλελοιπὼς ὁ ἔν­ζυμος ἄρτος κατὰ τὸν Ἰουδαϊκὸν νόμον. Ἐκλείπει γὰρ ἀφανιζόμενος οὗτος μετὰ τὸ ἄριστον τῆς ἡμέρας ἐκείνης, ἧς τῇ ἑσπέρᾳ μέλλει βρωθῆναι τὸ πάσχα. Ἀλλ’ οἱ ’Ιουδαῖοι οὐ τῇ ἑσπέρᾳ ἐκείνῃ, καθ’ ἣν καὶ ὁ Σωτὴρ ἐτέλεσαν τὸ πάσχα. Ὥστ’ οὐδ’ ὁ ἔνζυμος ἄρτος ἦν τότε ἐκλελοιπώς, ἵν’ ὁ Κύριος ὡς ἀπορῶν τούτου ἀναγκαίως χρήσηται τοῖς ἀζύμοις. Δυοῖν δὲ θἀτέρου ἕνεκα οὐχ ἅμα συνεόρτασαν οἱ Ἰουδαῖοι τῷ Σωτῆρι, νομίμως καὶ ταῦτα ἑορτάσαντι. Ἢ γὰρ ἂν πολλὰς κατηγο­ρίας κατ’ ἐκείνου πλάσαντες οἱ συκοφάνται, ταύτην ἂν ἰσχυροτέραν ἐποιήσαντο, εἰ παρανόμως ἐκεῖνος τοῦτ’ ἐτέλεσεν, καὶ οὐκ ἂν ἄλλης ἐδεήθησαν. Ἀλλὰ νῦν μηδεμίαν μνήμην ἐν ταῖς κατηγορίαις περὶ τούτου ποιούμενοι, δῆλοί εἰσιν αἰσχύνεσθαι καὶ δεδιέναι μή ποτ’ ἐλεγχθῶσιν ὑπ’ ἐκείνου αὐτοὶ μᾶλλον παρανομήσαντες. Καὶ γὰρ τῇ ἑσπέρᾳ ἐκείνῃ, καθ’ ἣν καὶ ὁ Σωτήρ, ἐχρῆν αὐτοὺς φαγεῖν τὸ πάσχα κατὰ τὴν Μωσαϊκὴν νομοθεσίαν, τῆς σελήνης τηνικαῦτα τεσσαρεσκαιδεκαταίας οὔσης. Αὐτοὶ δὲ ὑπερέθεντο τοῦτο δυοῖν θατέρου ἕνεκα, ὡς εἴρηται. Ἢ γὰρ ἵνα τὴν κατὰ τοῦ Σωτῆρος μανίαν πληρώσωσιν, ἐπειδὴ ἐν αὐτῇ τῇ ἑορτῇ τοῦ πάσχα οὐκ ἐξῆν αὐτοῖς τοῖς κριτηρίοις φοιτᾶν καὶ ἐγκαλεῖν καὶ διαδικάζεσθαι. Ἢ κατά τινα παράδοσιν τῶν γερόντων τοῦτο πεποιήκασιν· ἔχει δὲ ἡ παράδοσις οὕτως, ὥς φασιν οἱ ταῖς Ἑβραϊκαῖς βίβλοις προσανέχοντες. Μετὰ τὸ τοὺς Ἰσραηλίτας ἐπιβῆναι τῆς γῆς τῆς ἐπαγγελίας, ἐπειδὴ τὸ κλίμα τῆς Παλαιστίνης θερμότερον ἐδόκει, ἢ ὥστε εἰς δύο ἡμέρας ἀφθόρως διατηρεῖσθαι βρώματα καὶ νεκρούς, —ἀπείργεται γὰρ αὐτοῖς οἱονδήποτε ἔργον ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ πά­σχα, καθάπερ καὶ ἐν τῇ τοῦ σαββάτου—, συνέθεντο, ἐπὰν τὸ πάσχα συμβῇ κατὰ τὴν ἕκτην τῆς ἑβδομάδος, ὑπερτιθέναι αὐτὸ εἰς τὴν ἐπαύριον, ἥτις ἐστὶ σάβ­βατον· εἲ δὲ τῇ κυριακῇ παρεμπέση, προεορτάζειν αὐτὸ αὖθις κατὰ τὸ σάββατον, ὅπερ δὴ τότε ξυμβὰν διττῶς πάρεστιν εἰδέναι παρὰ τῷ Εὐαγγελιστῇ, τῷ τε λέγειν αὐτὸν τοὺς ἀρχιερεῖς τῇ ἐπαύριον μὴ εἰσεληλυθέναι «εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα»[6], -δῆλον ἄρα μήπω ἦσαν φαγόντες τοῦτο—, καὶ τῷ τὴν ἡμέραν τοῦ σαββάτου ἐκείνου μεγάλην ὀνομάζειν· «ἦν γάρ, φησί, μεγάλη ἡ ἡμέρα τοῦ σαββάτου» ἐκείνου[7]. Τί βούλεται τοῦτο, ἢ ὅτι ἡ ἡμέρα ἐκείνη ἦν καὶ σάββατον, ἑβδομαδιαία ἑορτὴ τῶν Ἰουδαίων, ἦν καὶ πρώτη τοῦ πάσχα;
Ἀλλ’ ἡ Ἐκκλησία πρὸς τούτοις καὶ ἄλλην τιν’ εὔλογον αἰτίαν προβάλλεται ὑπὲρ τοῦ μὴ χρῆσθαι ἀζύμοις ἐν τῷ μυστηρίῳ. Πᾶν ὅπερ ὑπὸ αἱρετικῶν εὑρέθη ἐπὶ κακῇ ἐννοίᾳ καὶ βλάβῃ τῆς Ἐκκλησίας, ἀπόβλητόν ἐστιν· ἀλλὰ τὸ ἄζυμον εὑ­ρέθη πρῶτον ὑπὸ τοῦ αἱρεσιάρχου Ἀπολλιναρίου ἐπὶ κακῇ ἐννοίᾳ καὶ βλάβῃ τῆς Ἐκκλησίας, ἄρα ἀπόβλητον τὸ ἄζυμον. Ἐκεῖνος γὰρ δογματίζων τὸν Κύριον σάρκα ἄψυχον καὶ ἄνουν ἀνειληφέναι, καὶ τὴν αἵρεσιν εἴτ’ οὖν βλασφημίαν ταύτην βεβαιῶν, οὐ προσέφερε τῷ μυστηρίῳ ἄρτον, ἀλλ’ ἄζυμα, φάσκων, ὅ,τι ἡ ψυχὴ τῷ σώματι, τοῦτο ἡ ζύμη τῷ ἄρτῳ. Ἣν αἵρεσιν ἀποπτύουσα ἡ Ἐκκλησία, ἄρτον ἔνζυμον, οἷον ἔμψυχον, προσφέρει τῷ μυστηρίῳ τοῦ σάρκα καὶ ψυχὴν νοεράν, λογικὴν καὶ ἀεικίνητον ὑπὲρ ἡμῶν ἀνειληφότος.
Ἔστι δὲ τοῦτο οὐκ ἀνόμοιον τῷ τοῦ Νεστορίου. Παρ’ ἐκείνου γὰρ εὑρεθεῖσαν τὴν «Χριστοτόκος» λέξιν ἐπὶ λύμῃ τῆς Ὀρθοδοξίας, ἡ Καθολικὴ Ἐκκλησία ταύτην ὡς ἀδόκιμον ἀπέβαλε. Πρὸς δὲ καὶ ἀνάθεμα ἐξεφώνησε κατὰ τῶν Χριστοτόκον τὴν ἀειπάρθενον Μαρίαν λεγόντων, ἀλλὰ μὴ Θεοτόκον ταύτην ὁμολογούντων καὶ κηρυττόντων. Καίτοιγ’ ἡ λέξις καθ’ αὑτὴν οὐ δοκεῖ τῶν κακῶν εἶναι. Τίς γὰρ οὐκ οἶδε τὴν δέσποιναν ἡμῶν καὶ ἀειπάρθενον Μαρίαν γεννήσασαν μήτε γυμνὸν Θεόν, μήτε ψιλὸν ἄνθρωπον, ἀλλὰ τὸ συναμφότερον, Θεὸν καὶ ἄνθρωπον, ὅς ἐστι Χριστός; Ὅμως γε μέντοι, ἐπειδὴ καὶ παρ’ αἱρεσιάρχου εὑρέθη ἡ λέξις καὶ ἐπὶ κακῇ ἐννοίᾳ, ἄχρηστος τοῦ λοιποῦ ἔδοξε τῇ Ἐκκλησίᾳ καὶ ἀπόβλητος.
Εἰ δ’ οἱ ἀντικείμενοι προβάλλονται τὴν τῆς ζύμης διαβολήν, ὥς ἐστιν οὐ τῆς θείας Γραφῆς ἐπ’ οὐ καλῷ ταύτην λαμβανομένην, παράγοντες τὸν Ἀπόστο­λον, κελεύοντα ἐκκαθάραι τὴν παλαιὰν ζύμην καὶ ἑορτάσαι ἐν ἀζύμοις εἰλικρινείας[8], ἔχομεν καὶ περὶ τούτων ἀποκριθῆναι. Πολλὰ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ εὕρηται τὰ αὐτὰ καὶ ἐπαινούμενα καὶ διαβαλλόμενα, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι, ἀλλ’ ἐπ’ ἄλλῳ καὶ ἄλλῳ. Οἷον ὁ ὄφις πάλαι μὲν ἤκουσε κατάρατος, καὶ τὸ ἐπὶ στήθους ἕρπειν κατεδικάσθη, ὕστερον δὲ Χριστὸν ἐξεικόνισεν ἐπὶ Μωϋσέως. Ἀλλὰ κἀπὶ φρονήσει οὕτως ἐπαινεῖται, ὡς καὶ ἡμᾶς τὴν ἐκείνου φρόνησιν ἀναγκάζεσθαι μιμεῖσθαι· «γίνεσθε, φησί, φρόνιμοι ὡς οἱ ὄφεις»[9]. Ἡ περιστερά, ἀπ’ ἀνοίᾳ πά­λαι διαβληθεῖσα, —«ἐγένετο Ἐφραὶμ ὡς περιστερὰ ἄνους»[10]—, ἀλλ’ ὕστερον ὑπὸ τοῦ Κυρίου ἐπ’ ἀκεραιότητι ἐπαινεῖται, καθ’ ἣν καὶ ἡμεῖς ὀφείλομεν εἶναι· «γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί»[11]. Οὕτω δὴ καὶ ἡ ζύμη, αὐτὴ ἡ παρὰ τῷ Ἀποστόλῳ διαβάλλεσθαι δοκοῦσα, παρὰ τῷ Κυρίῳ ἐπαινεῖται καὶ τῇ βασιλείᾳ τῶν οὐρανῶν παρεικάζεται· «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμη» κλπ.[12] Ἄλλως τε οὐ περὶ τῆς ζύμης τοῦ φυράματός ἐστι τῷ Ἀποστόλῳ ὁ λόγος, ἀλλὰ περὶ ψευδοδιδασκαλίας καὶ κακοηθείας. Εἰ δέ τις περὶ τῆς ἐν τῷ φυράματι ζύμης βούλεται τὰ ἀποστολικὰ ῥήματα ἐκλαβεῖν, βλεπέτω μή ποτε ἀσύνετος ἀκούσῃ, καθάπερ κἀκεῖνοι παρὰ τοῦ Κυρίου, οἳ τὴν τῶν Φαρισαίων ψευδοδιδασκαλίαν ζύμην συμβολικῶς κεκλημένην μὴ νοήσαντες, ἀλλὰ περὶ κοινῆς ζύμης νομίσαντες, ἀσύνετοι ἤκουσαν παρὰ τοῦ Κυρίου, «ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε» λέγοντος[13]. Ὀψὲ δὲ μετὰ τὴν πικρὰν ἐπιτίμησιν συνῆκαν αὐτὸν περὶ τῆς τῶν Φα­ρισαίων διδασκαλίας λέγειν, ἀλλ’ οὐ περὶ τῆς ἐν τῷ ἄρτῳ ζύμης.
Εἷς δὲ ἄρτος παραλαμβάνεται ἐν τῇ εὐχαριστίᾳ καὶ οὐ πολλοί, ὅτι εἷς ἐστιν ὁ Χριστὸς καὶ οὐ πολλοί. Ἔπειτα ὅτι κοινωνία Χριστοῦ καὶ ἀνθρώπων. Κοινω­νία δέ ἐστι τὸ πολλοὺς μετέχειν ἑνός. Ἑνὸς λέγω κατὰ τὸ ποσόν, οὐ κατὰ τὸ ποιόν· ὥς φησιν ὁ Ἀπόστολος, «ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώμα­τος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί»[14]. Τὸ δὲ εἷς καὶ ἓν περὶ τοῦ ποσοῦ λαμβάνεται, οὐ περὶ τοῦ ποιοῦ. Κατὰ γὰρ τὸ ποιὸν πάντα τὰ ἀν­θρώπινα σώματα ἕν ἐστιν. Ἀλλ’ ὁ Χριστὸς κατὰ τὸ ποσὸν βούλεται ἡμᾶς ἑνῶσαι, ἵν’ ᾖ αὐτὸς μόνος μία κεφαλὴ ἡμῶν. Ἀλλὰ τὰ κατὰ τὸ ποιὸν ἓν εἶναι λεγάμενα σώματα οὐκ ἐνδέχεται μίαν κεφαλὴν ἔχειν. Εἰ δὲ παράδοξον δοκεῖ τὰ διωρισμένα σώματα ἓν συνεχὲς ἐν Χριστῷ εἶναι ὑπὸ μίαν καὶ μόνην κεφαλήν, ἀλλὰ πνευματικῶς μοι ταῦτα νόει καὶ μὴ σαρκικῶς. Ἓν γὰρ ὀφείλομεν εἶναι κατὰ τὴν ἑνι­κὴν σύμπνοιαν, ἣν ὀφείλομεν ἔχειν ἐν τοῖς περὶ τὴν θρησκείαν, καθάπερ τὸ ὑπὸ μίαν κεφαλὴν τελοῦν σῶμα. Οὗ δὲ πολλαὶ κεφαλαί, ἀδύνατον σύμπνοιαν καὶ ὁμο­φωνίαν εἶναι. Ὅσαι γὰρ κεφαλαί, τόσαι γνῶμαι. Οὐκ ἄρα κατὰ τὸ ποιὸν ἐκλαμβάνειν χρὴ τὸ εἷς ἄρτος, ἀλλὰ κατὰ τὸ ποσόν. Ἔτι ὁ θεῖος Ἰγνάτιος ὁ θεοφό­ρος ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ, «ἕνα ἄρτον, φησί, κλῶντες, ὅ ἐστι φάρμακον ἀθανασίας» κλπ.[15] Ὁ δ’ ἐν ἁγίοις Διονύσιος προστίθησι καὶ τὸ ταὐτοῦ, οὑτωσὶ λέγων· «ἐκ τοῦ ἑνὸς καὶ ταὐτοῦ ἄρτου».
Παραλαμβάνεται δὲ καὶ ὕδωρ, ὅτι οὕτως ὁ Κύριος παρέδωκε. Δῆλον δὲ τῷ τὴν ἀρχαιοτάτην Ἐκκλησίαν οὕτως ἐκδέξασθαι, οὗ μάρτυρες πολλοὶ τῶν ἀρχαίων πατέρων. Ἀλλὰ πρὸς τὸ παρὸν ἕνα νομίζω ἀρκέσειν. Ἔστι δ’ οὗτος ὁ ἐν ἁγίοις Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς, οὑτωσὶ λέγων. «Ἔπειτα ἀνιστάμεθα κοινῇ πάντες καὶ εὐχὰς προσφέρομεν, καί, ὡς προέφημεν, παυσαμένων ἡμῶν τῆς εὐχῆς, ἄρτος προσφέρεται καὶ οἶνος καὶ ὕδωρ» κλπ.[16]
Μετέχουσι δὲ πάντες ἑκατέρου εἴδους τῶν ἐν τῇ δεσποτικῇ τραπέζῃ, τοῦ τε ἄρτου φημὶ καὶ τοῦ ποτηρίου, ἐκκλησιαστικοί τε καὶ λαϊκοί, ἄνδρες καὶ γυναῖκες. Ἀλλὰ δὴ καὶ αὐτὰ τὰ βρέφη, ἀρξάμενα εὐθὺς ἀπὸ τοῦ ἁγίου βαπτίσματος, μετέ­χει τοῦ λοιποῦ, ὁσάκις οἱ γονεῖς βούλονται. Εἰ δέ τις ἡμῖν μέμφεται μεταδιδοῦσι τοῖς βρέφεσι τοῦ κυριακοῦ δείπνου, ῥᾳδίως αὐτὸν ἐπιστομίζομεν. Εἰ μὲν γὰρ τῶν Ἀναβαπτιστῶν εἴη ὁ τοιοῦτος, χρησόμεθα κατ’ ἐκείνου τῷ «ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά»[17], καὶ τῷ «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»[18]. Ἀλλὰ καὶ ἡ προφήτις Ἄννα οὐκ ὀλίγον ἡμῖν εἰς τοῦτο συμπράττει, ἐκ βρέφους τὸν Σαμουὴλ ἀφιεροῦσα τῷ Θεῷ[19], ὃς καὶ τὰ πρωτότοκα τῶν Ἰουδαίων ἀπαιτεῖ ἀπ’ αὐτῆς τῆς γεννήσεως, μήπω τοιαύτην αἴσθησιν ἔχοντα[20]. Εἰ δὲ μὴ Ἀναβαπτιστης εἴη ὁ ἀντιλέγων, οἷς ἂν ἐκεῖνος χρήσηται κατὰ τῶν Ἀναβαπτιστῶν ὑπὲρ τοῦ δεῖν τὰ νήπια βαπτίζεσθαι, τοῖς αὐτοῖς ἡμεῖς χρησόμεθα κατ’ ἐκείνου ὑπὲρ τοῦ δεῖν τὰ νήπια ὥσπερ βαπτίζεσθαι, οὕτω καὶ τοῦ κυριακοῦ δείπνου μετέχειν. Καὶ οὕτω σὺν Θεῷ νενικήκαμεν.
Ἡ αἰτία δὲ τοῦ πάντας τοῦ κυριακοῦ δείπνου ἐν ἑκατέρῳ εἴδει μετέχειν, ὅτι πάντες δέονται, ἧς ἀδύνατον τυχεῖν ἄνευ τῆς μεταλήψεως τοῦ κυριακοῦ σώματος καὶ αἵματος. Αὐτὸς γὰρ ἐφή, «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώ­που καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»[21]. Καθάπερ γὰρ οἱ πρό­γονοι ἡμῶν διὰ τῆς ἀπηγορευμενης βρώσεως θάνατον ἑαυτοῖς ἐμνηστεύσαντο, ὁμοίως δὲ καὶ οἱ ἀπ’ ἐκείνων τῷ αὐτῷ θανάτῳ ὑπόδικοι ἐγένοντο, οὕτως οἱ τοῦ κυριακοῦ σώματος καὶ αἵματος μετέχοντες, ἰατρευόμενοι τοῦ προπατορικοῦ θα­νάτου, τῆς ἀθανασίας τυγχάνουσιν.
Ἔστι γὰρ ὡς ἀληθῶς σῶμα Χριστοῦ ὁ ἱερουργούμενος ἄρτος, καὶ τὸ ἐν τῷ ποτηρίῳ αἷμα Χριστοῦ ἀναμφιβόλως. Ὁ δὲ τρόπος τῆς τοιαύτης μεταβολῆς ἄγνω­στος ἡμῖν καὶ ἀνερμήνευτος. Τεταμίευται γὰρ τοῖς ἐκλεκτοῖς ἡ περὶ τῶν τοιούτων σαφήνεια ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἵνα διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου πίστεως μείζονος χάριτος τύχοιεν παρὰ τοῦ Θεοῦ. Οἱ δὲ βουλόμενοι περὶ πάντων λόγον ζητεῖν, ἀναιροῦσι λόγον, ἅμα δὲ τὸ εἰδέναι, κατὰ τὸν Θεόφραστον. Ἐπεὶ οὖν ἀληθῶς σῶμα Χριστοῦ καὶ αἷμα Χριστοῦ ἐστι τὸ μυστήριον τοῦτο, προσφόρως παρὰ τῷ θείῳ Ἰγνατίῳ καλεῖται «φάρμακον ἀθανασίας, καθαρτήριον ἀλεξίκακον καὶ ἀντίδοτον τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν Θεῷ διὰ Ἰησοῦ Χριστοῦ»[22].
Οὐχ ἁπλῶς δὲ καὶ ἀνεξετάστως πᾶσιν ἡ Ἐκκλησία μεταδίδωσι τούτου τοῦ θείου μυστηρίου, ἀλλὰ τοῖς ἑτοίμως ἔχουσι καὶ παρεσκευασμένοις οὖσι πρὸς τὴν τοιαύτην μετάληψιν. Ἔστι δὲ ἡ ἑτοιμασία τῶν Ὀρθοδόξων προηγουμένως μὲν πᾶσιν εἶναι κατηλλαγμένοις καὶ κατ’ οὐδενὸς βυσσοδομεύειν τι ἐν καρδίᾳ. Εἶτα δὲ νηστείαν μετρίως ἀπαιτοῦνται, τουτέστι τῇ πρὸ τῆς μεταλήψεως ἡμέρᾳ ἀπέχεσθαι σιτίων, εἰ μὲν οἱόν τε δι’ ὅλου. Εἰ δέ τις ἀσθένεια σωματικὴ κωλύει τοῦτο, διανηστίζονται. Πλὴν ὁ διανηστισμὸς γίνεται δι’ ὀπωρῶν, εἴτε προσφάτων, ἤγουν σταφυλῶν, σύκων, μήλων, ἀπίων καὶ τοιούτων, εἴτε ξηρῶν, οἷον σταφίδων, ἰσχάδων καὶ τῶν ὁμοίων, μεθ’ ὧν οὐδὲ βραχὺς ἄρτος ἀπείργηται τούτοις· τὸ δὲ πόμα ὕδωρ· τοῖς δὲ νοσερῶς ἔχουσιν ἐξ ἀνάγκης συγκεχώρηται καὶ βραχὺς οἶνος, κεκραμένος μέντοι. Ἀγρυπνοῦσι δὲ κατὰ τὴν νύκτα ἐκείνην οἱ μεταληψόμενοι· εἰ δέ που δεήσει ἀπονυστάξαι, ἐπὶ σκίμποδος ἢ καθέδρας τοῦτο ποιοῦσιν, ἀλλὰ μὴ ἐπὶ κλίνης. Εἰ δὲ σύζυγες εἶεν οἱ μεταληψόμενοι, πάντως ἀπέχονται ἀλλήλων κατὰ τὴν νύκτα ἐκείνην. Πρὸς δὲ καὶ ἐλεημοσύνας ποιοῦσι πρό τε τῆς μεταλήψεως καὶ κατ’ αὐ­τὴν τὴν ἡμέραν τῆς μεταλήψεως. Τελευταῖον δὲ ἕκαστον τῶν μεταληψομένων ἐξομολογήσασθαι χρὴ τὰ αὐτοῦ πλημμελήματα παρά τινι τῶν εἰς τοῦτο τεταγμένων πνευματικῶν πατέρων, καὶ οὕτω προσελθεῖν τῷ μυστηρίῳ.
Οἱ μεταλαβόντες ἀσπάζονται ἀλλήλους, θἀτέρου μὲν λέγοντος «ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν», θἀτέρου δ’ ἀποκρινομένου «καί ἔστι καὶ ἔσται». Ἀπὸ δὲ τοῦ πά­σχα ἕως τῆς ἀναλήψεως λέγουσιν ἐν τῷ ἀσπασμῷ ὁ μέν: «Χριστὸς ἀνέστη», ὁ δὲ «ἀληθῶς ἀνέστη». Τοὐντεῦθεν δὲ τὰ πρότερα καθ’ ὅλον τὸν ἐνιαυτόν. Πλὴν ὁ τοῦ πάσχα ἀσπασμὸς οὐ μόνον ἐν τῇ μεταλήψει γίνεται, ἀλλὰ κἂν ταῖς πλατείαις καὶ ταῖς ἀγυιαῖς συναντῶντες ἀλλήλοις ἀσπάζονται ἀμοιβαδόν, τοῦ μὲν λέγοντος «Χριστὸς ἀνέστη», τοῦ δὲ ἀποκρινομένου «ἀληθῶς ἀνέστη». Ἕως τῆς ἀναλη­ψεως τοῦτο γίνεται. Οὕτω καὶ αἱ γυναῖκες πρὸς ἀλλήλας ποιοῦσιν.
Οὐ πολλάκις δὲ τῆς ἡμέρας ἱερουργοῦμεν ἐν τῷ αὐτῷ ναῷ, οὔτε πολλὰς ἁγίας τραπέζας ἔχομεν ἐν ἑνὶ ναῷ, ἀλλὰ μίαν μόνην ἐν ἑκάστῳ ἐκ λίθου μαρ­μάρου· ὅτι καὶ ὁ Χριστὸς εἷς ἐστιν, ὁ ἀληθὴς καὶ ἀκρογωνιαῖος λίθος[23]. Ὅτι δὲ οὐ πολλάκις ἐσταυρώθη ἐν τῷ κόσμῳ, ἀλλ’ ἅπαξ καθ’ ὅλον τὸν ἀπ’ ἀρχῆς ἕως τέλους αἰῶνα, ὧν εἰκόνες ὥσπερ τοῦ μὲν αἰῶνος ἑκάστη ἡμέρα, τοῦ δὲ κόσμου ἕκαστος ναός, οὕτω καὶ ἡμεῖς οὐ πολλάκις τῆς ἡμέρας, ἀλλ’ ἅπαξ καθ’ ἑκάστην ἡμέραν ἐν ἑκάστῳ ναῷ ἱερουργοῦμεν τὸ κυριακὸν δεῖπνον. Τὸ δὲ ἅπαξ οὐκ ἀναγκαίως λέγω· οὐδὲ γὰρ ἀναγκαζόμεθα πάντως καθ’ ἑκάστην ἱερουργεῖν τὸ ἅγιον μυστήριον ἐν τῷδε τῷ ναῷ, ἀλλ’ εἴπου τῆς τοιαύτης ἱερουργίας δεήσειεν, ἅπαξ τῆς ἡμέρας τοῦτο ποιοῦμεν καὶ οὐ πλέον.
Ταμιεύομεν δὲ ἐκ τοῦ ἱερουργηθέντος μυστηρίου τοῖς νοσοῦσι καὶ αἰφνιδίως τὸν βίον ἐκλείπουσιν, ἵνα μηδεὶς αὐτῶν ἀπέλθῃ ἄνευ τοῦ ἐσχάτου καὶ ἀναγκαίου ἐφοδίου, κατὰ τὸ δόγμα τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου, πιστεύοντες τὸ ταμιευόμενον μυστήριον πάντοτε μυστήριον εἶναι ἅγιον, καί μηδέποτε ἀποβάλλειν τὸν ἁγιασμόν, ὃν ἅπαξ προσέλαβε. Καθάπερ γὰρ τὸ ἔριον, ἅπαξ χρωματισθὲν οἱῳδήποτε χρώματι, μένει τοῦ λοιποῦ ἀναπόνιπτον, οὕτω καὶ ὁ ἁγιασμὸς ἐν τούτῳ τῷ μυστηρίῳ μένει διὰ παντὸς ἀνεξάλειπτος. Καὶ καθάπερ τὰ ἀπὸ βασι­λικῆς τραπέζης ἀρθέντα λείψανα, ἐν ὅσῳ χρόνῳ διαμένει, κἂν εἰς πολλοὺς ἐνιαυτοὺς ταῦτα φυλάττοι τις, οὐκ ἔσθ’ ὅπως μὴ λείψανα βασιλικῆς τραπέζης καλοῖτο, οὕτω καὶ τὰ ταμιευόμενα λείψανα τοῦ ἁγίου μυστηρίου ἀδύνατον μὴ εἶναι λεί­ψανα σώματος καὶ αἵματος Χριστοῦ. Οὐ περιφέρομεν δὲ τοῦτο τὸ ἅγιον μυστήριον διὰ τῶν πλατειῶν, ἀλλ’ ἢ μόνον ὅταν κομίζηται εἰς οἶκον νοσοῦντος· ὅτι οὐ δέδοται ἡμῖν τοῦτο ἵνα περιφέρηται διὰ τῶν πλατειῶν, ἀλλ’ ἱν’ εὐλαβῶς μετέχηται εἰς ἄφεσιν ἁμαρτίων, κατὰ τὰ δεσποτικὰ ῥήματα[24].
Ἔτι καὶ τοῦτο ἰστέον, ὅτι ὁ τόπος ὅπου ἱερουργεῖται τὸ ἅγιον μυστήριον, ὃν ἡμεῖς ἱερατεῖον καλοῦμεν καὶ ἅγιον βῆμα, κεχωρισμένος ἐστὶ τοῦ λοιποῦ ναοῦ· κιγκλίδες γὰρ τοῦτον διαστέλλουσιν εὖ ἀπεξεσμέναι καὶ συνετῶς πεποικιλμέναι. Πρὸ ὧν κιγκλίδων ἐπίκειται παραπέτασμα, ὅπερ μετὰ τὸ τεθῆναι τὸ ἅγιον μυ­στήριον ἐπὶ τῆς ἱερᾶς τραπέζης ἐφέλκεται κατὰ τῶν κιγκλίδων, ὡς μὴ δύνασθαι τὸν λαὸν καθορᾶν τοὺς ἱερεῖς ἱερουργοῦντας. Μετὰ δὲ τὴν ἐπεξέλευσιν τοῦ ἁγίου συμβόλου ἀφέλκεται παντελῶς, ὡς δύνασθαι πάντα τὸν λαὸν καθορᾶν διὰ τῶν κιγκλίδων τούς τε ἱερουργοῦντας καὶ αὐτὰ τὰ ἱερουργούμενα. Ἡ ἔννοια τούτου αὕτη· ὅτι ἐὰν εὐσεβῶς καὶ ὀρθοδόξως ἔχωμεν περὶ τὴν πίστιν, καὶ ἐὰν μὴ ταύ­την μετὰ παῤῥησίας ὁμολογῶμεν, οὐκ ἀξιούμεθα τῆς τῶν θείων ἀποκαλύψεως· ὅταν δὲ ὀρθοδόξως καὶ μετὰ παῤῥησίας τὴν πίστιν κηρύττωμεν, τότε ὁ Θεὸς ἀποκαλύπτει ἡμῖν τὰ αὑτοῦ μυστήρια.

Κεφάλαιον ι΄. Περὶ τῶν ἐν Μετανοίᾳ τελετῶν.

Ὁ Θεὸς φύσει φιλάνθρωπος ὢν καὶ πολλὰ τεκμήρια τῆς αὐτοῦ φιλανθρωπίας ἡμῖν ἐπιδειξάμενος, οὐδὲ τοῦτο παρέλιπεν. Εἰδὼς γὰρ τὸ ἀσθενὲς καὶ εὐόλισθον τῆς ἡμετέρας φύσεως, καὶ ὅτι ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἔγκειται, προὐνοήσατο ἡμῖν τὸ τῆς μετανοίας φάρμακον. Διδάσκει τοίνυν ἡ Καθολικὴ Ἐκκλησία, τοὺς ἁμαρτάνοντας καὶ μετανοεῖν αἱρουμένους, ἐξομολογεῖν τὰ σφῶν πλημμελήματα παρά τινι τῶν εἰς τοῦτο τεταγμένων πρεσβυτέρων καὶ πνευματικῶν πατέρων, ἵνα δι’ ἀνθρωπίνου στόματος ἀκούσωσι τὴν συγγνώμην καὶ οὕτω λάβωσι παρὰ Θεοῦ δι’ ἀνθρώπου τὴν ἄφεσιν τῶν πεπλημμελημένων, κατὰ τὸ «ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς»[25]· ἔτι «ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται»[26].
Ὥσπερ οὖν τό τε ἅγιον βάπτισμα καὶ τὸ κυριακὸν δεῖπνον ἠθέλησεν ὁ Θεὸς δι’ ἀνθρώπων ἱερουργεῖσθαι, καὶ ἄλλους μὲν εἶναι τοὺς ἱερουργοῦντας, ἄλλους δὲ τοὺς μετέχοντας, —πλὴν τοῦ κυριακοῦ δείπνου, ὃ δύναται ὁ ἱερουργῶν πρεσβύτερος καὶ μεταλαβεῖν—, οὕτω καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δι’ ἀνθρώπων ὁ Θεὸς ἠθέλησε χορηγεῖσθαι ταύτην, καὶ ἄλλους μὲν εἶναι τοὺς χορηγοῦντας, ἄλλους δὲ τοὺς ταύτην λαμβάνοντας. Ἀπαιτεῖται δὲ παρὰ τῶν μετανοούντων ἀποχὴ τῆς ἁμαρτίας εἰς τὸ ἑξῆς καὶ συγγνώμης αἴτησις παρὰ τοῦ Θεοῦ μετὰ συντετριμμένης καρδίας ἐπ’ ἐλπίδι τῇ εἰς αὐτὸν τὸν Θεὸν σταθερᾷ καὶ βεβαίᾳ· ὅτι «πνεῦμα συντετριμμένον καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει»[27].
Εἶτα καὶ ποινή τις ἐπάγεται τοῖς μετανοοῦσι παρὰ τῶν ἀκροασαμένων τὰ τούτων, εἴς τε σωφρονισμὸν τοῦ μηκέτι ἀτάκτως βιοῦν, καὶ ἵνα διὰ τῆς ἑκουσίου καὶ προαιρετικῆς θλίψεως μετριωτέρας πειραθῶσι τῆς τοῦ Θεοῦ προσκαίρου ῥάβδου. Ὁ δὲ τρόπος τῆς ποινῆς οὗτος. Πάλαι μὲν ἡ Ἐκκλησία φαίνεται διττῶς κολάζουσα τοὺς ἁμαρτάνοντας. Εἰ μὲν γὰρ ἐπ’ αὐτοφώρῳ τούτους κατέσχεν ἀσελγαίνοντας, ἐκέλευεν αὐτοὺς ἐνδεδυμένους χιτῶνα λευκόν, κλάδον τε ἐλαίας ἤ τινος ἀειθαλοῦς δένδρου κατέχοντας, καὶ πρὸ τῶν θυρῶν τοῦ ναοῦ στάντας, ὑποκύπτειν τοῖς εἰσιοῦσι καὶ ἐξιοῦσι, συγγνώμην παρ’ ἐκείνων, αἰτοῦντας. Ἐγίνετο δὲ τοῦτο ἐπὶ τρισὶ συνάξεσι πολυανθρώποις, ἐνίοτε καὶ πλείοσι· δηλαδὴ κατὰ τὴν ποιότητα τοῦ ἁμαρτήματος καὶ κατὰ τὴν διάθεσιν τοῦ ἡμαρτηκότος. Μετέπειτα δέ, νουθετοῦσα τούτους ἀπέχεσθαι τοῦ λοιποῦ πάσης κακίας, σωφρόνως τε τοῦ λοιποῦ διάγειν, καὶ τὸν Θεὸν μετὰ συντετριμμένης καρδίας καὶ ἀγαθῆς ἐλπίδος ὑπὲρ τῶν σφῶν ἁμαρτημάτων ἱκετεύειν, ἀπέλυεν ἐν εἰρήνῃ. Τοῖς δὲ λάθρᾳ τι ἄτοπον πεποιηκόσιν, εἶτ’ ἀφ’ ἑαυτῶν εἰς αἴσθησιν καὶ τὸ ἁμαρτάνειν εἰς τὸν Θεὸν ἡλίκον ἐστὶ κατανοήσασιν, αὐθαιρέτως τε ὁμολογεῖν τὴν ἁμαρτίαν προαιρουμένοις καὶ συγγνώμην αἰτεῖν ἐξ ὅλης καρδίας, οὐδὲν τῶν ῥηθέντων ἐπέταττε ποιεῖν. Ἄλλην δὲ ποινὴν αὐτοῖς ἐπετίθη, ἤγουν νηστείαν, προσευχήν, ἀγρυ­πνίαν καὶ πρὸ τούτων ἐλεημοσύνην πρὸς τοὺς δεομένους. Εἶτα κἀκείνους τὰ εἰκότα νουθετοῦσα εἰρηνικῶς ἀπέπεμπεν.
Ταῦτα δὲ σῴζεται παρὰ τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ μέχρι τῆς σήμερον· εἰ μὴ ὅτι τὸ πρῶτον, ὅπου ἐπικρατεῖ ἡ τοῦ Ἀντιχρίστου τυραννίς, οὐ παρατηρεῖται πολλῶν ἕνεκα, τὰ δὲ λοιπὰ ἀπαραλλάκτως μέχρι τοῦ νῦν. Ἐρωτῶσι μὲν οἱ ἀκροαταὶ τῆς τῶν ἁμαρτημάτων ἐξομολογήσεως κατ’ εἶδος τὰ ἁμαρτήματα καὶ τὴν τού­των ποιότητα, ἵνα τὸ πρόσφορον φάρμακον ἐπάξωσι τῷ νοσοῦντι, —ἐπεὶ καὶ ἰα­τρὸς οὐκ ἂν θεραπεύσειεν οἱονδήποτε νόσημα, μὴ κατανοήσας πρότερον τὸ ποιὸν τοῦ νοσήματος—, οὐ μὴν δὲ καὶ τὰ πρόσωπα, μεθ’ ὧν ἡ ἁμαρτία ἐπράχθη, τόν τε τρόπον καὶ τόπον· περιττὸν γὰρ τοῦτο καὶ λίαν πονηρὰν ὑπόληψιν τῷ πολυπραγμονοῦντι καὶ περιεργαζομένῳ προσάπτον. Μαθόντες οὖν τὴν τοῦ ἁμαρτήματος ῥίζαν καὶ μέλλοντες τὴν ποινὴν ἐπενεγκεῖν, εἰ οἱ μετανοοῦντες τῶν μετρίως γοῦν εὐπορούντων εἶεν, ἐπιτιθέασιν αὐτοῖς καὶ ἐλεημοσύνην, ὡς ἔφθην εἰπών. Διδάσκουσι δὲ τούτους χρήσασθαι ταύτῃ ἐπ’ ἐλευθερίᾳ αἰχμαλώτων. Πολλοὺς γὰρ πολλαχόθεν οἵ τε Ἀγαρηνοὶ καὶ οἱ Σκύθαι παρ’ ἡμῖν κομίζουσιν, οἷον ἐκ Ῥω­σίας, Πολωνίας εἴτ’ οὖν Σαρματίας, ἐκ τῆς ἄνω καὶ κάτω Μυσίας, αἳ νῦν Μολδόβια καὶ Βλαχία καλοῦνται, ἐκ Παιονίας τῆς νῦν Οὐγγαρίας, ἐκ Τριβαλλίας τῆς νῦν Τρασυλβανίας, ἐκ τῆς περὶ τὴν ἕω Ἰβηρίας καὶ Κολχίας καὶ ἀλλαχόθεν, οὓς ὠνούμενοι οἱ χριστιανοί, ἀποπέμπουσιν εἰς τὰ ἴδια. Εἰ δ’ ἐκεῖνοι ἐθελονταὶ παρ’ ἡμῖν εὐδοκοῦσι μένειν, μένουσι, καὶ χρώμεθα τούτοις ἴσα καὶ ἀδελφοῖς. Εἰ δὲ νέοι εἶεν, προνοοῦνται τούτοις οἱ ὠνησάμενοι καὶ γάμου καὶ προικὸς καὶ τῶν λοι­πῶν ἀναγκαίων καδδύναμιν ἕκαστος.

Κεφάλαιον ια΄. Περὶ Ἱερωσύνης.

Ἀρχαῖον καὶ ἀποστολικὸν ἔθος παρεδόθη τῇ Ἐκκλησίᾳ, μὴ πάντας τοὺς χριστιανοὺς χωρεῖν ἐπὶ τὴν διακονίαν τοῦ λόγου καὶ τὴν τῶν μυστηρίων ἱερουργίαν, ἀλλ’ ἐκλέγεσθ’ ἐκ τούτων τοὺς κρείττους καὶ ἀρετῇ τῶν ἄλλων ὑπερέχοντας· εἶτα δι’ ἐπιθέσεως τῶν χειρῶν τῶν πρὸ ἐκείνων εἰς τοῦτο ταχθέντων καὶ δι’ εὐχῶν κοινῇ τῆς Ἐκκλησίας, ἀνάγεσθαι τούτους εἰς ταύτην τὴν διακονίαν. Ἐπεὶ δὲ τῇ τοῦ Θεοῦ χάριτι ὁ πανάγιος Χριστιανισμὸς ἐπληθύνθη καὶ κατεκάλυψεν ἅπαν τὸ πρόσωπον τῆς γῆς, καὶ διὰ τοῦτο πλειόνων διακόνων ἐδέησε τῇ Ἐκκλησίᾳ, ὡς ἂν δὲ μὴ ἀταξία ᾖ μεταξὺ τούτων, ἀλλὰ ῥυθμῷ καὶ εὐσχημοσύνῃ βαίνωσιν, ἐπενοήθησαν καὶ τάξεις, ἵν’ ὦσι κἀν αὐταῖς οἵ τε ἐπιτάττοντες καὶ ὑποταττόμενοι.
Διῄρηνται τοίνυν αἱ τῆς Ἱερωσύνης τάξεις εἰς ἑπτά, ὧν πρώτη καὶ ἀνωτέρα ἐστὶν ἡ τῶν Ἐπισκόπων, οὗς ὁ ἐν ἁγίοις Διονύσιος[28] καὶ οἱ μετ’ ἐκεῖνον διδά­σκαλοι τῆς Ἐκκλησίας Ἱεράρχας ἐκάλεσαν, μεθ’ ἣν ἡ τῶν Πρεσβυτέρων, τρίτη τῶν Διακόνων, μετὰ ταύτην ἡ τῶν Ὑποδιακόνων, πέμπτη ἡ τῶν Ἀναγνωστῶν, ἕκτη τῶν Ἐξορκιστῶν, ἑβδόμη τῶν Πυλωρῶν. Εὕρηνται δὲ αἱ προσηγορίαι αὖται παρά τε τῷ ἁγίῳ Ἰγνατίῳ τῷ Θεοφόρῳ[29] καὶ παρὰ πολλοῖς ἄλλοις,
Ἔργα δὲ τούτων ταῦτα. Τῶν μὲν Πυλωρῶν, φυλάττειν τὰς πύλας τοῦ ναοῦ, ἵνα μή τις τῶν ἀσεβῶν ἐπὶ κατασκοπῇ καὶ χλεύῃ τῆς Ἐκκλησίας εἰσέλθῃ, καὶ ἵνα μή τις τῶν ἔνδον χριστιανῶν ὑπὸ ῥᾳθυμίας ἐξελθεῖν δύνηται πρὸ καιροῦ. Τῶν Ἐξορκιστῶν ἔργον, ἐξορκίζειν τοὺς κατηχουμένους καὶ κατηχίζειν αὐτούς, οὐ τὸν τελευταῖον καὶ καθόλου ἐξορκισμόν, (οὗτος γὰρ τῶν πρεσβυτέρων ἐστίν), ἀλλὰ τοὺς πρὸ τοῦ βαπτίσματος· ἔθος γὰρ πολλάκις πρὸ τοῦ βαπτίσματος ἐξορκίζεσθαι καὶ κατηχίζεσθαι τοὺς τελεσθησομένους ὑπὸ τῶν ἐξορκιστῶν, εἶτα τελευταῖον ἐν αὐτῷ τῷ βαπτίσματι ὑπὸ τῶν πρεσβυτέρων. Τῶν Ἀναγνωστῶν, ἀναγινώκειν ἐπ’ ἐκκλησίας κεφάλαιον τῆς θεοπνεύστου Γραφῆς· οὐδὲν γὰρ τῶν ἐν ἐκκλησίᾳ γίνεται ὡς ἔτυχεν, ἀλλὰ πάντα ῥυθμῷ καὶ τάξει βαίνει. Τῶν Ὑποδιακόνων, ἐπιμελεῖσθαι τῶν ἱερῶν σκευῶν καὶ πάντων τῶν πρὸς ἱερουργίαν τῶν μυστηρίων ἐπιτηδείων, καλλύνειν τε τὴν ἁγίαν τράπεζαν καὶ τὴν ἁγίαν κολυμβήθραν <καὶ> προετοιμάζειν τὸν ἱερουργηθησόμενον ἄρτον καὶ τὸ κρᾶμα. Τῶν Διακόνων, συλλειτουργεῖν τοῖς πρεσβυτέροις ἱερουργοῦσι τὰ μυστήρια, ἀναγινώσκειν ἐπ’ ἐκκλησίας τὴν τῆς ἡμέρας εὐαγγελικὴν περικοπήν, —ἡ μὲν γὰρ ἄλλων βιβλίων τῆς θεοπνεύστου Γραφῆς ἀνάγνωσις ἐφεῖται τοῖς ἀναγνώσταις, ἡ δὲ τοῦ εὐαγγελίου τῶν διακόνων ἐστί—, προηγεῖσθαι τοῦ λαοῦ ἐν ταῖς παρὰ Θεοῦ αἰτήσεσιν, ἐνίοτε δὲ καὶ δημηγορεῖν ἐπ’ ἐκκλησίας, τοῦ πρεσβυτέρου ἄλλοις ἐνασχολουμένου ἢ κάμνοντος.
Οἱ Πρεσβύτεροι δύνανται μὲν πάντα ὅσα καὶ οἱ διάκονοι, (ἀλλὰ καὶ πάντες οἱ τῶν ὑπερεχουσῶν τάξεων δύνανται τὰ τῶν ὑποδεεστέρων ἀπόντων ἐκείνων, οἱ τῶν ὑποδεεστέρων δὲ οὐ δύνανται τὰ τῶν ὑπερεχουσῶν), ἐξαίρετον δ’ αὐτοῖς ἔργον ἡ τῶν μυστηρίων ἱερουργία καὶ ἡ τοῦ λόγου διακονία. Πρὸς τούτοις ἀπαι­τεῖται παρ’ αὐτῶν ἡ ἐπιμέλεια τῶν ὑπὸ τὴν ἑκάστου ἐνορίαν πτωχῶν καὶ ἀσθενῶν καὶ ἄλλως ἐνδεῶν ὄντων καὶ ἐπικουρίας χρηζόντων.
Οἱ Ἐπίσκοποι δύνανται τὰ τῶν πρεσβυτέρων, ἔξοχον δ’ αὐτοῖς ἔργον ἡ χειροιονία τῶν ὑφ’ αὑτοὺς τάξεων. Οὗτοι μὲν γὰρ χειροτονοῦνται ὑπὸ τριῶν ἐπισκόπων τοὐλάχιστον, ἕκαστος δὲ τούτων τὰς ὑποδεεστέρας τάξεις, συμπάροντων αὐτῷ πρεσβυτέρων τε καὶ διακόνων ἀδιορίστων. Πρὸς τούτοις ἐπίκειται τοῖς ἐπισκόποις τὸ ἐπιμελεῖσθαι τῶν ὑφ’ αὑτοὺς τάξεων, ὅπως ἂν ἕκαστος οἱασδήτινος τάξεως προθύμως καὶ σπουδαίως προσέχῃ τῷ καθήκοντι αὐτῷ. Καὶ τοὺς μὲν ἐπιμελῶς τὴν αὑτῶν διακονίαν ἐργαζομένους τιμῶσι λόγῳ καὶ ἔργῳ καὶ περὶ πλειόνος ποιοῦνται, τοὺς δὲ ῥαθυμότερον διακειμένους πρὸς ὃ ἀνεδέξαντο θεῖον ἔργον διορθοῦσι παντὶ τρόπῳ. Ἔτι πρόνοιαν ποιοῦνται οἱ ἐπίσκοποι καὶ τῶν νοσούντων ἀνὰ πᾶσαν τὴν αὑτῶν διοίκησιν ἢ πενίᾳ θλιβομένων ἢ ἄλλοις ἀνιαροῖς πιεζομένων, ἐπαρκοῦντες ἐκεῖνοις τὰ πρὸς χρείαν, αὐτοί τε οἴκοθεν τό γε εἰς αὐτοὺς ἧκον καὶ τοὺς εὐποροῦντας πείθουσι τοῦτο ποιεῖν.
Πάσαις οὖν ταῖς ῥηθείσαις τάξεσι, πλὴν τῶν ἐπισκόπων, συγκεχώρηται ὁ γάμος, οὐχ ὡς ἔτυχε δέ, ἀλλὰ μετὰ λόγου πάνυ ἐπαινετοῦ. Πρῶτον μὲν οἱ βουλόμενοι γαμεῖν, πρὸ τῆς χειροτονίας τοῦτο ποιοῦσι. Δεύτερον, εἴ τινος γυνὴ ἔφθη τὸ ζῆν ἐκμετρήσασα, εἰ μὲν πρεσβύτερος ἢ διάκονός ἐστιν ὁ χηρεύσας καὶ βού­λεται δευτέρᾳ γυναικὶ προσομιλῆσαι, παύει τῆς τῶν μυστηρίων ἱερουργίας. Ἔχουσι δὲ μόνον εἰς παραμυθίαν, ὡς ἂν μὴ σκληροτέρῳ βρόχῳ τῆς λύπης σφίγγοιντο, ὁ μὲν τὴν μετὰ τῶν πρεσβυτέρων, ὁ δὲ τὴν μετὰ τῶν διακόνων καθέδραν. Οἱ δὲ μετὰ τούτους, οἷον ὑποδιάκονοι. ἀναγνῶσται, ἐξορκισταὶ καὶ πυλωροί, τῆς μὲν τάξεως αὐτῶν οὐ καθαιροῦνται δὶς γαμήσαντες, προαχθῆναι δὲ εἰς μείζονα οὐ δύνανται. Μένει οὖν ἕκαστος ἐν ᾗ εὑρέθη.
Τοὺς δὲ Ἐπισκόπους ἐκλέγει ἡ Ἐκκλησία πάντοτε ἐκ τῆς τάξεως τῶν μοναχῶν, ἤτοι ἐκ παρθένων ἢ ἐκ σωφρόνων. Παρθένους μὲν καλοῦμεν τοὺς μηδέποτε γυ­ναῖκα ὁπωσοῦν ἐγνωκότας· σώφρονες δέ, κατὰ τὸ νῦν ἔθος τῆς Ἐκκλησίας, λέγον­ται οἱ μιᾷ καὶ μόνῃ νομίμῳ γυναικὶ συναφθέντες, οἳ μετὰ τὸν θάνατον τῆς σφῶν συζύγου ἢ τὴν ἑκούσιον διάζευξιν, —συμβαίνει γὰρ ἐνίοτε τινὰς συζυγίας ἑκουσίως καὶ αὐθαιρέτως χωρίζεσθαι ἀλλήλων, καὶ τὸν μὲν εἰς ἀνδρῷον μοναστήριον, τὴν δὲ εἰς γυναικεῖον εἰσιέναι, πόθῳ κρείττονος βίου καὶ τελεωτέρου—, αὐτομολήσαντες τῷ μοναδικῷ βίῳ, κἀπί τισιν ἔτεσι τούτῳ ἐνασκηθέντες, δόκιμοί τε καὶ σπουδαῖοι ἐν αὐτῷ φανέντες, ἐκλέγονται εἰς ἐπισκοπήν, ὥσπερ καὶ οἱ παρθένοι.
Ἰστέον δὲ ὅτι πολλὰ μὲν καὶ ἄλλα παρ’ ἡμῖν κωλύει τοὺς μέλλοντας εἰς οἱανδήποτε τάξιν ἀνενεχθῆναι, οἷον μέθη, φυλαργυρία, αὐθάδεια, κακοήθεια, ὕβρις κατὰ τῶν ἐλαττόνων, ὑπερηφάνεια καὶ τὰ τούτοις παρόμοια· ἃ καὶ ἀνενεχθέντας καταβιβάζει, εἰ μὴ φθάσειεν σφᾶς αὐτοὺς διορθῶσαι. Πέντε δὲ μᾶλλόν ἐστι τὰ παντελῶς ἀνίατα καὶ ἀσύγγνωστα, ὅσον εἰς ἀνάῤῥησιν ἱερωσύνης, ἐπιορκία, καὶ μάλιστ’ εἰ δημοσία, κἀπὶ δικαστηρίου ἐγένετο, φόνος, πορνείας οἱονδήποτε εἶδος, μαγγανεία, εἰτ’ οὖν γοητεία, καὶ πρὸ τούτων ἡ τῆς πίστεως ἄρνησις. Τούτοις ἢ ἑνὶ γοῦν τούτων ὁ περιπεσών, εἰ μὲν πρὸ τῆς χειροτονίας, οὐ δύναται χειροτονηθῆναι· εἰ δὲ μετὰ τὴν χειροτονίαν, καθαιρεῖται πάντως τῆς ἰδίας τιμῆς, ὁποιασοῦν τάξεως ὤν, κἂν θερμὴν καὶ διηνεκῆ μετάνοιαν ἐπαγγέλλεται. Οὐ τὴν θύραν τῆς μετανοίας κλείοντες αὐτῷ, ἄπαγε τοῦ Ναβατισμοῦ, ἀλλὰ καὶ ἀποδεχόμεθα μετανοοῦντα, συγγνώμην τε καὶ ἄφεσιν τῶν ἡμαρτημένων ἀναγγέλλομεν αὐτῷ, ναὶ μὴν καὶ τοῦ κυριακοῦ δείπνου τοῦτον ἀξιοῦμεν μετὰ τὴν συμπλήρωσιν τῆς ἐπενεχθείσης αὐτῷ ποινῆς, εἰς ἱερωσύνην δὲ οὐκ ἀνάγομεν πολλῶν σκανδάλων ἕνεκα.
Ἰστέον δὲ ὅτι ἐν ἑκάστῃ διοικήσει εἷς ἐπίσκοπός ἐστι καὶ οὐ δύο ἢ πλείους. Ἔστι δὲ τὰ ὅρια τῶν διοικήσεων παρὰ τῶν ἀρχαίων διορισθέντα, καὶ μέχρι τῆς σήμερον ἀσάλευτα μένοντα. Ὑπόκεινται δὲ ἑκάστῃ τῶν διοικήσεων τουλάχιστον ἑκατὸν κῶμαι, ἐνίοτε καὶ πλείους. Αἱ δὲ λοιπαὶ τάξεις οὐκ ἀναγκαίως ἀπαιτοῦνται ἐν πᾶσι τοῖς ναοῖς· ἀρκέσει γὰρ μόνος ὁ πρεσβύτερος εἴς τε τὴν διακονίαν τοῦ λόγου καὶ εἰς τὴν τῶν μυστηρίων ἱερουργίαν. Προσήκουσι δὲ αἱ λοιπαὶ τά­ξεις τοῖς μεγάλοις ναοῖς, ὅπου ἀρχιερατικὸς θρόνος ἵδρυται, καὶ ὅπου βασιλέως παρουσία συχνῶς γίνεται.

Κεφάλαιον ιβ΄. Περὶ Γάμου.

Γάμος ἐστὶν ἔννομος σύζευξις ἀνδρὸς καὶ γυναικός, ἐπὶ σωφρονισμῷ τῶν συζευγνυμένων ἐπινοηθεὶς καὶ ἐπὶ παιδοποιΐᾳ. Κα­λεῖται δὲ καὶ οὗτος μυστήριον παρὰ τῷ Ἀποστόλῳ, οὐχ ὅτι τῇ αἰωνίῳ ζωῇ συμ­βάλλει, ὡς τἄλλα δύο μυστήρια, ἀλλ’ ὅτι ἀφομοιοῦται τῷ Χριστῷ καὶ τῇ Ἐκκλησίᾳ. «Καθώς, φησίν, ἠγάπησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναίκας»· ἔτι «μέγα τὸ μυστήριον, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν»[30]. Τίμιον οὖν τὸν γάμον ἡγεῖται ἡ Ἐκκλησία καὶ τὴν κοίτην ἀμίαντον, κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν.
Οὐδένα δὲ τῶν βουλομένων ὑπεισδῦναι τῷ τοῦ γάμου ζυγῷ κωλύει αὕτη, ἀλλὰ πᾶσι συγχωρεῖ, ἐξετάσασα πρότερον τὰ εἰκότα· οἷον εἰ μή τις συγγένεια σαρκικὴ εἴη μεταξὺ τούτων, εἰ μὴ οἱ συζευχθῆναι βουλόμενοι ἔφθησαν ἄλλοις προσώποις ἀλλαχοῦ συζευχθέντες, καὶ ἄλλ’ ἄττα νομιζόμενα παρ’ ἡμῖν. Ὧν καθαρεύοντας τοὺς νυμφευθησομένους εὑροῦσα, συζεύγνυσιν ἀλλήλοις γαμικῇ ζυγίᾳ, (πρότερον μέντοι ὁμολογήσαντας αὐτοὺς αὐθαιρέτως ἥκειν ἐπὶ τὴν τοιαύτην συ­ζυγίαν, καὶ τοῦτο φιλήματι ἀμοιβαίῳ βεβαιώσαντας), δι’ εὐχῶν καὶ ἱκεσιῶν πρὸς τὸν Θεὸν ἀνάμνησιν ἐχουσῶν τῆς πρώτης συζυγίας τῶν ἀρχεγόνων ἡμῶν· οἷον Ἀδάμου καὶ Εὔας, Ἀβραάμου καὶ Σάῤῥας, Ἰσαάκου καὶ Ῥεβέκκας, Ἰακώβου καὶ Λείας, καὶ ἄλλων ἁγίων νομίμῳ γάμῳ διαπρεψάντων. Εἶθ’ ἱκετεύει τὸν Θεὸν ἐπινεῦσαι τοῖς νεονύμφοις καὶ εὐλογῆσαι τούτους, δωρήσασθαί τε αὐτοῖς ἀγάπην ἀμοιβαίαν, διηνεκῆ καὶ ἀδιάσπαστον, καρπόν τε κοιλίας χαρίσασθαι εὐλογημένον, ἄξιον ἐσόμενον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας. Μετὰ ταῦθ’ ὁ πρεσβύτερος ἐγχειρίζει τούτοις τοὺς δακτυλίους ἀλλήλων, τοῦ μὲν νυμφίου τῇ νύμφῃ, τῆς δὲ νύμφης τῷ νυμφίῳ· εἶτ’ ἀλλήλων τὰς δεξιὰς συνάψας, ἐπιτίθησι ταῖς ἐκείνων κεφαλαῖς στεφάνους ἐξ ἀειθαλοῦς φυτοῦ· τελευταῖον δὲ ποτήριον κοινοῦ οἴνου τούτοις ὀρέγει, ἐξ οὗ βραχὺ πιόντες, οἴκαδε χωροῦσι, τῆς τοῦ γάμου τελετῆς πέρας λαβούσης.
Ἕκαστον δὲ τούτων δοκεῖ μὴ εἰκῇ καὶ ὡς ἔτυχε γίγνεσθαι, ἀλλὰ μετά τινος συμβολικῆς σημασίας. Ἡ μὲν γὰρ τῶν δακτυλίων περίθεσις δηλοῖ ἑκάτερον ἑκατέρῳ ἑαυτὸν ἐγχειρίζειν, καὶ μηδέτερον τοῦ λοιποῦ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἕτε­ρον ἑτέρου κατὰ τὴν ἀποστολικὴν φωνήν, φάσκουσαν «ὁ ἀνὴρ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ’ ἡ γυνή, ὁμοίως καὶ ἡ γυνὴ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σω­ματος, ἀλλ’ ὁ ἀνήρ»[31]. Ἡ δὲ τῶν χειρῶν συναρμογὴ τὴν ἀδιάσπαστον τούτων καὶ διηνεκῆ ἕνωσιν σημαίνει. Ἡ δὲ τῶν στεφάνων ἀνάδοσις, βραβεῖον, ὥσπερ τῆς Ἐκκλησίας τούτοις βραβευούσης, ὅτι καταπτύσαντες τὴν κλεψιγαμίαν, ἤγουν τὴν πορνείαν καὶ τὰς μετὰ τῶν πολλῶν συνουσίας, τὰς ἀλόγοις ζῴοις μᾶλλον προσήκουσας ἢ λογικοῖς ἀνθρώποις, ηὐδόκησαν εἰς μιᾷ συναφθῆναι, κατὰ τὸ θέλημα τοῦ Θεοῦ. Ὁ δὲ οἶνος τὴν εὐφροσύνην σημαίνει, ἣν ἡ Ἐκκλησία τούτοις θεόθεν ἐπεύχεται. Παραλαμβάνεται γὰρ ὁ οἶνος πολλαχοῦ τῆς Γραφῆς ἐπ’ εὐφροσύνῃ συμβολικῶς· «καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου»[32].
Μένουσι δὲ τοῦ λοιποῦ ἀδιάσπαστοι ἀλλήλων, καὶ κατ’ οὐδένα τρόπον δύνανται χωρισθῆναι, εἰ μὴ ἐπὶ λόγῳ πορνείας, κατὰ τὸ Εὐαγγέλιον[33]. Πάρεστι δὲ καὶ ὁ νυμφαγωγὸς ἐκεῖ που πλησίον, ἁπτόμενος τῶν στεφάνων ἐπικειμένων ταῖς κορυφαῖς τῶν νεονύμφων, ὃν νυμφαγωγὸν ἀνάδοχον ποιοῦσιν, ὡς ἐπὶ τὸ πολύ, τοῦ πρωτοτόκου τέκνου, ἤγουν ἐκεῖνος ἀναδέχεται αὐτὸ ἐκ τοῦ ἁγίου βαπτίσματος. Ἰστέον δὲ ὅτι οἱ νυμφευθησόμενοι παρ’ ἡμῖν οὐδέποτε βλέπουσιν ἀλλήλους πρὸ τοῦ γάμου. Συγκροτεῖται δὲ τὰ σύμφωνα τῆς μνηστείας διά τε τῶν γονέων καὶ τοῦ παρανύμφου, εἴτ’ οὖν νυμφαγωγοῦ. Καὶ μέντοι τηλικοῦτος σύνδεσμος ἀγάπης θεόθεν αὐτοῖς ἐντίθεται, ὡς θᾶττον ἄν τις ἕλοιτο τὸν ἑαυτοῦ θάνατον ἢ τὸν τοῦ ἑτέρου.
Ἔτι οὐδὲ τοῦτο ἁγνοητέον, ὅτι ἡ Καθολικὴ Ἐκκλησία μέχρι μὲν δευτέρου καὶ τρίτου γάμου συγκαταβαίνει, τέταρτον δὲ γάμον οὐκ ἔχει. Ἀλλὰ καὶ οἱ ῥηθέντες δύο, ὅ τε δεύτερος καὶ τρίτος, οὐκ ἄνευ αἰτίας συγχωροῦνται· δηλονότι, εἰ οἱ γαμήσοντες νέοι ἔτι τυγχάνουσι καὶ οὐ δύνανται φέρειν τὸν καύσωνα τῆς σαρκός, καὶ πρὸς τούτῳ, εἰ ἄπαιδες ὄντες καὶ κληρονόμων δεόμενοι, τυγχάνουσι τῆς τοιαύτης συγγνώμης. Εἰ δ’ ἀφήλικες ἤδη ἐγένοντο καὶ παῖδας εἰς διαδοχὴν τῆς οὐσίας ἐκ τῶν προτέρων συζυγῶν ἐσχήκασιν, οὐδαμῶς.

Κεφάλαιον ιγ΄. Περὶ Εὐχελαίου.

Εὐχέλαιόν ἐστι τελετὴ μυστικὴ δι’ ἐλαίου καὶ προσευχῶν ὑπὸ τῆς Ἐκκλησίας ἱερουργημένη ὑπὲρ πιστῶν νοσούντων. Χριό­μενοι γὰρ οἱ κάμνοντες τῷ τοιούτῳ ἐλαίῳ μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος εἰς τὸν Θεόν, βοηθείας ἐκεῖθεν τυγχάνουσιν.
Αὕτη ἡ μυστικὴ τελετὴ τὴν ἀρχὴν μὲν ἔσχε παρὰ τοῦ νυμφίου καὶ κυρίου τῆς Ἐκκλησίας, ὑπὸ μάρτυρι τῷ θείῳ Μάρκῳ τῷ Εὐαγγελιστῇ· «καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἐν τῷ ὀνόματι αὐτοῦ καὶ ἐθεραπεύοντο»[34]. Οὐκ ἂν δέ, εἰ μὴ προσετάγησαν, ἐτόλμησαν ποιῆσαι τοῦτο οἱ μαθηταί. Ἐπετράπη δὲ καὶ πάσῃ τῇ Ἐκκλησίᾳ παρὰ τῶν Ἀποστόλων, ὥς φησιν ὁ θεῖος Ἰάκωβος· «ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας καὶ προσευξαύσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἁφεθήσεται αὐτῷ»[35]. Σῴζεται τοίνυν παρὰ τῇ Ἐκκλησίᾳ τοῦτο μέχρι τοῦ δεῦρο.
Ἐπειδὴ γὰρ τὰ συμβαίνοντα τοῖς ἀνθρώποις νοσήματα οὐ πάντα ἐκ δυσκρασίας καὶ ἀνωμαλίας τῶν στοιχείων, ἐξ ὧν τὰ σώματα σύγκειται, συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐξ ἁμαρτίων, οἷά τις ποινὴ θεήλατος ἐπιφερομένη τοῖς ἐκλεκτοῖς, ἁμαρτάνουσι τοῦ ὀρθοῦ, εἰς σωφρονισμὸν καὶ διόρθωσιν τοῦ ἐπιλοίπου βίου, καὶ εἰς κουφισμὸν καὶ συστολὴν τῆς μετὰ θάνατον ποινῆς, ἣν μόνη ἡ ψυχὴ ὑφίσταται δίχα τοῦ σώματος, προσκαίρως μὲν καὶ μετὰ χρηστῆς ἐλπίδος, ὡς σωθήσεται ταύτης ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἀλγεινῶς δὲ ἄλλως καὶ λίαν δυσφόρως, Ὅτι δὲ καὶ ἐξ ἁμαρτίων συμβαίνουσι πολλαὶ τῶν νόσων, ἱκανῶς ἐμάθομεν παρὰ τοῦ Κυρίου, λέγοντος πρὸς τὸν παράλυτον, «ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμαρτάνε, ἵνα μὴ χεῖρόν σοί τι γένηται»[36]. Δῆλον ἄρα τὴν παράλυσιν ἐξ ἁμαρτίων συμβᾶσαν τῷ παραλύτῳ· οὐκοῦν καὶ πολλοῖς ἄλλοις. Εἰκότως τοίνυν ἡ Ἐκκλησία ἱκε­τεύει τὸν φιλάνθρωπον Θεὸν ἀφεθῆναι τῷ κάμνοντι τὰς ἁμαρτίας ἐκείνας, δι’ ἃς τῇ παρούσῃ νόσῳ ὥσπερ πατρικῇ ῥάβδῳ ἔνοχος ἐγένετο. Τοῦτο γὰρ βούλεται τὸ «κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ». Οὐκ ἀπορεῖ ὁ Ἀπόστολος ἐνθάδε, εἴ τις τῶν χριστιανῶν ἐστιν ἁμαρτωλός, οἶδε γὰρ ὅτι πάντες ἐν ἀνομίαις συνελήφθημεν καὶ ἐν ἁμαρτίαις ἐγεννήθημεν[37], καί, ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ψευδόμεθα[38]. Ὥστε οὐχ ἁπλῶς εἰ ἁμαρτωλός ἐστιν, ἀλλὰ κἂν ἐξ ἁμαρτίας συνέβη αὐτῷ ἡ νόσος, ἀφεθήσεται μετὰ τῆς ποινῆς.
Ὁ δὲ τρόπος καὶ ἡ ἀκολουθία τῆς μυστηριώδους ταύτης τελετῆς οὕτως ἔχει. Νοσήσαντός τινος τῶν πιστῶν, προσκαλοῦνται ὑπὸ τῶν οἰκείων αὐτοῦ ἑπτὰ πρεσβύτεροι· δυνατὸν δὲ καὶ ἐλάττους τῶν ἑπτά, ὡς καὶ μέχρι ἑνὸς συστέλλεσθαι τὸν ἀριθμόν, μὴ παρόντων ἄλλων. Καὶ εἲ μὲν οἷόν τε τὸν κάμνοντα εἰς τὸν ναὸν ἰέναι, ἐκεῖ ἱερουργεῖται· εἰ δὲ μή, ἐν τῷ οἴκῳ τοῦ ἀῤῥωστοῦντος. Προτίθεται οὖν ἐπὶ τῆς τραπέζης σκευάριον, ἐν ᾧ οἶνος καὶ ἔλαιον, ὅτι ταῦτα καὶ ὁ ἐν παραβολῇ Σαμαρείτης προσέφερε τῷ λῃσταῖς περιπεσόντι. Φησὶ γάρ, «ἐπιχέων αὐτῷ ἔλαιον καὶ οἶνον»[39], σημαντικὰ ὄντα τῆς τοῦ Θεοῦ χάριτος τῆς ἱλαρᾶς καὶ εὐφραντικῆς. Περὶ ὃ σκευάριον τίθενται ἑπτὰ θρυαλλίδες, δι’ ὧν χρίσουσιν οἱ πρεσβύτεροι τὸν νοσοῦντα. Περιέχονται δὲ ἐν τῇ τελετῇ ἑπτὰ εὐχαί, ἑπτὰ περικοπαὶ τοῦ Εὐαγγελίου καὶ τοσαῦται ἀποστολικαί. Ἀναγινώσκει δὲ ἕκαστος τῶν πρεσβυτέρων μίαν περικοπὴν ἀποστολικὴν καὶ μίαν εὐαγγελικὴν καὶ μίαν εὐχήν. Μεθ’ ὃ βάψας μίαν τῶν θρυαλλίδων τῷ ἐλαίῳ, χρίει τὸν κάμνοντα ἐπὶ τοῦ μετώ­που κἀπὶ τῶν στέρνων, ἐπί τε τῶν χειρῶν καὶ τῶν ποδῶν, σταυροῦ τύπῳ πανταχοῦ, λέγων ἐν τῷ χρίειν ταύτην τὴν εὐχήν. «Πάτερ ἅγιε, ὁ ἀπόστειλας εἰς τὸν κό­σμον τὸν μονογενῆ σου Υἱόν, τὸν κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ πᾶσαν μαλακίαν θεραπεύοντα, αὐτὸς καὶ νῦν ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς σου Υἱοῦ, χάριτι καὶ ἐπιφοιτήσει τοῦ παναγίου σου Πνεύματος, ἴασαι τὸν δοῦλόν σου δεῖνα, ἀπαλλάττων αὐτὸν τῆς κατεχούσης νόσου, ἀνιστῶν τε τοῦτον ἀπὸ κλίνης ὀδυνηρᾶς, ἵνα ὑγιαίνων δοξάζῃ σε τὸν ἄναρχον Πατέρα καὶ τὸν συνάναρχόν σου Υἱὸν ἅμα τῷ συναιδίῳ σου Πνεύματι, ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ οὐσίᾳ, ᾧ δόξα καὶ τιμὴ καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν». Τὰ αὐτὰ δὲ ποιεῖ ἕκαστος τῶν ἑπτὰ πρεσβυτέ­ρων. Εἰ δ’ ἐλάττους ὦσιν, ὡς εἴρηται, τινὲς τούτων ἀναγινώσκουσι διπλᾶ. Εἰ δὲ εἷς μόνος, ἐκεῖνος ἀναγινώσκει πάντα καὶ ἑπτάκις χρίει τὸν κάμνοντα, ἑπτάκις ἐπιλέγων τὴν ἄνωθεν εὐχήν.
Καλεῖται δὲ τοῦτο εὐχέλαιον, οὐκ ἐσχάτη χρῖσις· οὐ γὰρ μένομεν τὰ λοίσθια τοῦ κάμνοντος, καὶ τότ’ εἰς ταύτην ἐρχόμεθα, ἀλλ’ ἔτι ἐλπίδας ἀγαθὰς ἔχοντες ὑπὲρ τῆς ὑγιείας ἐκείνου, χρώμεθα τούτῳ τῷ μυστηρίῳ, εἴτ’ οὖν μυστηριώδει τε­λετῇ, δεόμενοι τοῦ Θεοῦ ἰατρεῦσαι τοῦτον καὶ τῆς νόσου διὰ τάχους ἀπαλλάξαι. Ὥστε οὐχ ἅπαξ τοῦ βίου, ἀλλὰ καὶ πολλάκις ἔξεστι χρῆσθαι τούτῳ, καθὰ καὶ τοῖς ἰαματικοῖς φαρμάκοις τοσαυτάκις χρώμεθα, ὁσάκις νοσήσωμεν.

Κεφάλαιον ιδ΄. Περὶ τῶν λοιπῶν τῆς Ἐκκλησίας παραδόσεων.

Περὶ μὲν οὖν τῶν ἁγίων μυστηρίων καὶ τῶν περὶ ταῦτα τελετῶν ἀρκούντως ἤδη λέλεκται. Ἀπεδείχθη γὰρ τὰ μὲν μυστήρια εἶναι ἐκ προστάγματος Θεοῦ, τὰς δὲ τούτων τελετὰς παραδόσεις εἶναι τῆς παλαιᾶς καὶ πρωτοτύπου Ἐκκλησίας, συνειλεγμένας μέντοι ὡς τὰ πολλὰ παρὰ τῆς ἁγίας Γραφῆς.
Παρὰ ταύτας δὲ ὁρῶμεν καὶ ἄλλας παραδόσεις, ἃς ἡ τοὺς Ἀποστόλους διαδεξαμένη Ἐκκλησία παρέλαβέ τε καὶ τοῖς μετ’ αὐτὴν παρέδωκε φέρουσα, χρησί­μούς τε οὔσας καὶ τὸ κοινὸν ταύτης πλήρωμα κοσμούσας, εἰ μόνον μετὰ τοῦ προσήκοντος λόγου καὶ ἄνευ καταχρήσεως λαμβάνοιντο. Πανταχοῦ γὰρ ἡ κατάχρησις κακόν, ὃ κἀν αὐτοῖς τοῖς πάνυ ἰαματικοῖς φαρμάκοις πάρεστιν ἰδεῖν. Κἀκεῖνα γὰρ μὴ προσηκόντως καὶ κατὰ λόγον προσφερόμενα, τοσοῦτον ἀπέχει τοῦ ἰᾶσθαι τοὺς καταχρωμένους, ὅσον καὶ βλάπτει τὰ καίρια, καίπερ ἰαματικῆς φύσεως λαχόντα. Ὅμως ὥσπερ ἐκεῖνα οὐκ ἀποδοκιμάζεται παρὰ τῶν ἰατρῶν διὰ τὴν τῶν ἀφρόνων κατάχρησιν, ἀλλὰ διδάσκουσιν οὗτοι ἐκείνους, οἷς σωφροσύνης μέτεστι καὶ φροντὶς τῆς σφῶν ὑγιείας, εὐλόγως τούτων μετέχειν καὶ τῆς ἀπ’ αὐτῶν ἰάσεως καρποῦσθαι, οὕτω καὶ ἡ ἀληθὴς τοῦ Χριστοῦ Ἐκκλησία, οὐ διότι τινὲς ἀλόγως καὶ ἀκόσμως ταῖς παραδόσεσι χρῶνται, ἀποβλήτους ταύτας ἡγεῖται, ἀλλὰ προτρέπεται τοὺς εὐσεβεῖν αἱρουμένους, εὐσεβεῖ λόγῳ ταύταις χρῆσθαι καὶ τῆς ἀπὸ τού­των ὠφελείας μὴ στερεῖσθαι.
Εἰσὶ μὲν οὖν αἱ κυριώτεραι παραδόσεις τῆς ἀρχαιοτάτης Ἐκκλησίας, αἳ μέχρι τῆς σήμερον παρὰ τῇ ταύτην διαδεξαμένῃ Ἀνατολικῇ καὶ φωταυγεῖ Ἐκκλησίᾳ σῴζονται ἀκραιφνῶς καὶ ἄνευ τῆς οἱασοῦν προσθαφαιρέσεως, αὗται. Ἡ τιμὴ τῶν ἁγίων εἰκόνων καὶ τῶν ἁγίων λειψάνων, ἡ ἐπίκλησις τῶν ἁγίων, ἡ παρατήρησις τῆς τεσσαρακονθημέρου νηστείας πρὸ τοῦ πάσχα, ὁμοίως καὶ ἡ παρατήρησις τῶν τετάρτων καὶ ἕκτων ἡμερῶν πασῶν τῶν τοῦ ἐνιαυτοῦ ἑβδομάδων, ἡ τάξις τῶν μοναχῶν, τὸ εὔχεσθαι ὑπὲρ τῶν κεκοιμημένων, τὸ εὔχεσθαι κατὰ ἀνατολάς, τὸ μὴ κλίνειν γόνυ ἐν ἡμέρᾳ Κυριακῇ καὶ καθ’ ὅλην τὴν Πεντηκοστήν.
Περὶ ἑκάστης τούτων τῶν παραδόσεων δύναται ἡ Καθολικὴ Ἐκκλησία τὸν πρόσφορον λόγον ἀποδοῦναι, ὡς μηδένα τῶν σωφρονούντων ἀντειπεῖν ἔχειν, ἀλλὰ πάντας συμφάσκειν αὐτῇ ὀρθῶς φρονούσῃ. Ὃν δὴ λόγον τάχ’ ἂν πλατύτερον διεξῆλθον, ἀλλὰ τοῦ καιροῦ μὴ συγχωροῦντος, ἄλλως τε καὶ πρὸς ἄνδρας εἰδήμο­νας καὶ πολυμαθεστάτους ταῦτα γράφων, πειράσομαι, ὡς ἔνι μάλιστα, διὰ βραχέων παραστῆσαι τὴν εὐσεβῆ καὶ ὀρθόδοξον γνώμην τῆς Ἐκκλησίας, ἣν ἔχει περὶ τὰ τοιαῦτα.

Κεφάλαιον ιε΄. Περὶ ἁγίων εἰκόνων.

Αὐτὸ μὲν τὸ ποιεῖν ἁγίας εἰκόνας παρὰ τῆς ἁγίας Γραφῆς δοκεῖ ἡ Ἐκκλησία λαβοῦσα. Φαίνεται γὰρ ἐκεῖ ὁ Θεὸς κελεύων τὸν Μωϋσῆν ποιῆσαι Χερουβίμ, τουτέστιν εἰκόνας τῶν Χερουβίμ[40]. Τὸ δὲ μὴ ὡς ἔτυχε ταύταις προσφέρεσθαι, ἀλλὰ μετά τινος αἰδοῦς καὶ εὐλαβείας, παραδειγματικῶς καὶ τοῦτο ἐκεῖθεν συνάγεται. Καὶ γὰρ καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ πάντα τὰ τῷ Θεῷ ἀφιερούμενα, εἴτε τὴν κιβωτόν, εἴτε τὰ τῆς θυσίας σκευὴ ἐξ οἱασδήποθ’ ὕλης ὄντα, εἴτ’ ἀλλ’ ὁτιοῦν ἀνάθημα, διὰ τιμῆς ἦγεν οὐ τῆς τυχούσης, ὡς μηδὲ ἅπτεσθαι γοῦν τούτων θεμιτὸν ἦν. Καὶ ὁ Θεὸς ἀπεδέχετο καὶ τοῖς μὴ οὕτω πρὸς τὰ ἅγια διακειμένοις πολλάκις φαίνεται χαλεπήνας, ὡς τῷ Ὀζὰν ἐκείνῳ τολμηρῶς ἁψαμένῳ τῆς κιβωτοῦ[41], καὶ τῷ βαρβάρῳ βασιλεῖ μὴ εὐλαβῶς χρησαμένῳ τοῖς ἁγίοις σκεύεσι[42], τὸν μὲν αἰφνιδίῳ θανάτῳ καταδικάσας, τὸν δὲ τῆς βασιλείας στερήσας καὶ τοῖς ἀλόγοις συνδιαιτᾶσθαι ποιήσας. Καὶ εἰκότως γε ταῦτ’ ἄμφω πεπόνθατον, εἰς τὰ ἅγια ἐξυβρίσαντε. Ὧν γὰρ τὰ πρωτότυπα ἅγια, τούτων καὶ <αἱ> εἰκόνες ἅγιαι, καὶ ὧν τὰ πρωτότυπα τιμητέα, τούτων καὶ αἱ εἰκόνες τιμητέαι.
Τούτοις τοῖς παραδείγμασιν ἑπομένη ἡ ἀρχαία Ἐκκλησία, εἰκονίζειν ἤρξατο τὰ εἰκονιστά, τουτέστιν ὅσα σῶμα περίκειται, ἢ ὅσα μὴ περίκειται μέν, ὤφθη δέ τισιν ἐν σώμασι διὰ τὸ μὴ δύνασθαι ἄλλως ὁραθῆναι· οἷον ἄγγελοι ὤφθησάν τισι τῶν ἁγίων ἐν σχήμασι καὶ εἴδεσιν ἀνδρῶν. Τῆς θείας δὲ καὶ ἀσχημάτιστου οὐσίας εἰκόνα οὐδεὶς ποτ’ ἐπενόησε ποιῆσαι. Οὐ γὰρ θέμις τὸν ἀπερίγραπτον Θεὸν περιγραπτῇ εἰκόνι παρεικάζειν. Ἀλλ’ ἐν πρώτοις τὸ τοῦ Θεοῦ Λόγου σαρκικὸν πρόσλημμα, ᾧ αὐτὸς καθ’ ὑπόστασιν ἑνωθεὶς τὴν ἡμῶν σωτηρίαν κατειργάσατο, τά τε ἐκείνου ὑπὲρ ἡμῶν πάθη καὶ τὰς θεοσημείας· εἶτα καὶ τοὺς ἐκείνῳ εὐαρεστήσαντας καὶ διὰ τοῦτο ἁγίους ὀνομασθέντας, τάς τε ἀνδραγαθίας αὐτῶν, ὅσας ἐκείνου τῇ δυνάμει τοῦ ἐσταυρωμένου ἐποιήσαντο· πρὸ δὲ τῶν ἄλλων ἁγίων αὐτῆς τῆς τὸν πάντας ἁγιάζοντα ἀσπόρως κυησάσης καὶ ἀφθόρως τεκούσης, τῆς δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Ἐνίοτε δὲ καὶ ἄγγελοι εἰκονίζονται, οὐ καθ’ ὃ φύσεως ἔχουσιν, ἀόρατος γὰρ ἡμῖν αὕτη, ἀλλ’ ὡς ὤφθησαν ἀνθρώποις βουλήματι Θεοῦ, ὃ καὶ πρότερον εἴρηται.
Τούτων οὖν εἰκόνας ἡ Ἐκκλησία ἐποίει οὐ γλυπτάς, οὐδὲ λαξευτάς, ἀλλὰ γραπτὰς μόνον, ὡς πάρεστι μαθεῖν ἔκ τε τοῦ Εὐσεβίου[43] καὶ Εἰρηναίου[44], ἀνδρῶν ἀρχαιοτάτων, καὶ ἐκ πολλῶν ἄλλων ἁγίων πατέρων τῆς πρωτοτύπου Ἐκκλησίας. Αἷς ἁγίαις εἰκόσι καὶ τιμὴν τὴν προσήκουσαν ἀπένεμεν, οὐ λατρευτικὴν ἢ δου­λικήν, —ἄπαγε, αὖται γὰρ Θεῷ μόνῳ προσήκουσιν—, ἀλλὰ σχετικὴν καὶ φιλικήν, ἀναφέρουσα μέντοι καὶ ταύτην ἐπὶ τὰ ἐκείνων πρωτότυπα, ὥς φησιν ὁ ἐν ἁγίοις Βασίλειος ὁ μέγας· «ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει». Ὁ δὲ τρόπος τῆς τιμῆς ἐστιν οὗτος. Ἑορτῆς τινος ἀγομένης προτίθεται ἐν τῷ μέσῳ τοῦ ναοῦ εἰκών, τὴν ἀγομένην ἑορτὴν ἐξεικονίζουσα· οἷον, εἰ τὰ τοῦ Χριστοῦ γενέθλια ἄγεται, ταῦτα ἡ εἰκὼν περιέχει· εἰ δ’ ἡ ἀνάστασις, ταύτην· εἰ δ’ ἁγίου τινὸς ἑορτή, ἐκεῖνος εἰκονίζεται· ἣν εἰκόνα ἕκαστον τῶν ἐν τῷ ναῷ παρόντων χριστιανῶν δεῖ ἀνακαλύψαντα τὴν κεφαλὴν κῦσαι, τουτέστι τοῖς χείλεσι φιλῆσαι.
Οὕτως ἡ ἁγία καὶ οἰκουμενικὴ ἑβδόμη σύνοδος, —ἑπτὰ γὰρ καὶ μόνας οἰκουμενικὰς συνόδους ἡμεῖς ἀποδεχόμεθα, κἀκ τῶν τοπικῶν, εἴτ’ οὖν μερικῶν, ὅσας αἱ οἰκουμενικαὶ ἑπτὰ ἐδέξαντό τε καὶ ἐβεβαίωσαν-, ἡ ἐν Νικαίᾳ τὸ δεύτερον συναθροισθεῖσα, τὸ προσκυνεῖν τὰς ἁγίας εἰκόνας ἡρμήνευσεν. Ἐκθεῖσα γὰρ αὕτη ἀνα­θεματισμὸν οὕτως ἔχοντα, «εἴ τις οὐ προσκυνεῖ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν περιγραπτὸν ἐν τῇ εἰκόνι, ἤτω ἀνάθεμα», ἠθέλησε καὶ τὸ προσκυνεῖν σαφηνίσαι τὶ ἐνταῦθα βούλεται, παραγαγοῦσα μαρτυρίαν τῆς σημασίας ταύτης ἐκ τοῦ Ὁμήρου[45], «κύνησε δέ μιν»· εἰτ’ ἐπιφέρει, «ἔστι κυνέῳ -ῶ, τὸ φιλῶ τοῖς χείλεσι, καὶ μετὰ τῆς πρὸς προθέσεως προσκυνέω -ῶ, ὥσπερ τρώγω, κατατρώγω, πίνῳ, καταπίνω, τῶν προθέσεων οὐδὲν ἄλλο δηλουσῶν ἢ πλείονα ἔμφασιν· οὕτω κυνῶ καὶ προσκυνῶ»[46]. Ταῦτα τῆς συνόδου τὰ ῥήματα. Φαίνεται δὲ τὸ προσκυνεῖν μηδὲν ἕτερον ἐνταῦθα σημαίνειν ἢ τὸ τοῖς χείλεσι φιλεῖν οὐ μόνον ἐκ τῶν προσεχῶς ῥηθέντων, ἀλλὰ καὶ ἔκ τινος ὕμνου, ὃν κοινῇ ἐπ’ ἐκκλησίας ψάλλομεν τῇ ἑορτῇ τοῦ ἁγίου σταυροῦ. Ὃς ὕμνος οὕτω κατὰ λέξιν ἔχει. «Ὅνπερ πάλαι Μωϋσῆς, ἐν ἑαυτῷ προτυπώσας, τὸν Ἀμαλὴκ καταβαλὼν[47] ἐτροπώσατο, καὶ Δαβίδ ὁ μελῳδός, ὑποπόδιόν σου βοῶν[48], προσκυνεῖσθαι διετάξατο, τίμιον σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ ἀνυμνοῦντες βοῶμεν· Κύριε σὺν τῷ λῃστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς»[49]. Σημειωτέον οὖν, τὶ ὁ ὕμνος φησί· σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν χείλεσιν ἀναξίοις· οὐκ εἶπε γόνασιν ἢ σώμασιν ἢ κεφαλαῖς, ἀλλὰ χείλεσιν. Ἔστι δ’ οὗτος ὁ ὕμνος ἀρχαιότατος.
Εἰσὶ δέ τινες παρ’ ἡμῖν, οἳ διαφορὰν ἐθέλουσι ποιεῖν ἐν τῇ τοιαύτῃ προσκυνήσει, εἴτ’ οὖν εὐλαβεῖ φιλήματι, λίαν ἐπαινετήν. Εἰ μὲν γὰρ ἡ προκειμένη εἰκὼν εἴη τοῦ Κυρίου, περὶ τοὺς πόδας ταύτην θέλουσι φιλεῖν· εἰ δὲ τῆς ἀειπαρθένου ἐκείνου μητρός, περὶ τὰς χεῖρας· εἰ δέ του τῶν ἁγίων, περὶ τὸ πρόσωπον· ἣν διαφορὰν οἱ ἐν ἡμῖν ἐπιεικέστεροι καὶ εὐμαθέστεροι καὶ ἄγανται καὶ ἀποδέχονται. Χρὴ γὰρ διαφορὰν εἶναι μεταξὺ δεσπότου καὶ δούλων.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. ΙΙ, ἐν Ἀθήναις 1953 σ. 498-561.

Δεῖτε τό Δ΄ Μέρος (τελευταῖο) στήν ἱστοσελίδα:





[1] Φιλιπ. 2,13.
[2] Παρ. 9, 1-2.
[3] Μάρκ. 2,27.
[4] Μάρκ. 2,26.
[5] Λουκ. 24,30, 35.
[6] Ἰω. 18,28.
[7] Ἰω. 19,31.
[8] Α΄ Κορ. 5,7.
[9] Ματθ. 10,16.
[10] Ὠσ. 7,11.
[11] Ματθ. 10,16.
[12] Ματθ. 13,33.
[13] Ματθ. 15,16.
[14] Α΄ Κορ. 10, 16-17.
[15] MPG. 5,661.
[16] Α΄ Ἀπόλ. 67, MPG. 6,429.
[17] Μάρκ. 10,14.
[18] Ἰω. 6,53.
[19] Α΄ Βασ. 1,17.
[20] Ἐξοδ. 13,2, Λουκ. 2,23.
[21] Ἰω. 6,53.
[22] ΄Επιστ. πρὸς Ἐφεσ. 20, MPG. 5,661.
[23] Ἐφ. 2,20, Α΄ Πέτρ. 2,6.
[24] Ματθ. 26,27/8.
[25] Ματθ. 18,18.
[26] Ἰω. 20,23.
[27] Ψαλμ. 50,19.
[28] MPG. 3,373.
[29] MPG. 5,908.
[30] Ἐφ. 5,25, 28,32.
[31] Α΄ Κορ. 7,4.
[32] Ψαλμ. 103,15, Ἐκκλ. 10,19, Σοφ. Σειρ. 40,20.
[33] Ματθ. 5,32.
[34] Μάρκ. 6,13.
[35] Ἰακ. 5,14.
[36] Ἰω. 5,14.
[37] Ψαλμ. 50,7.
[38] Α΄ Ἰω. 1,8.
[39] Λουκ. 10,14.
[40] Ἐξ. 25,28.
[41] Β΄ Βασ. 6,7.
[42] Δαν. 5,18,22.
[43] Βίος Κωνστ. Ι,3, MPG 20,913.
[44] Κατὰ Αἱρέσ. Ι,24, MPG 7,674 ἑξ.
[45] Ὀδύσ. 17,39 καὶ 24,320.
[46] HAC IV,476.
[47] Ἐξόδ. 17,8 ἑξ.
[48] Ψαλμ. 110,1.
[49] Μηναῖον Σεπτεμβρίου, ἔκδ. Π. Παρασκευοπούλου, Ἀθῆναι 1904, σ. 95/6.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου