Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου blog καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, δογματικά καί ἐπίσημα ἐκκλησιαστικά κείμενα, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας μας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἰστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως

Κυριακή, 16 Ιουλίου 2017

Θείος Λίβελλος Πίστεως Β΄ Εψηφισμένου Επισκόπου


ΘΕΙΟΣ ΛΙΒΕΛΛΟΣ Β'  ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΥΠΟ
ΕΦΗΨΙΣΜΕΝΟΥ ΟΡΘΟΔΟΞΟΥ ΕΠΙΣΚΟΠΟΥ

ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΟΣ
ΚΑΤΑ ΤΗΝ ΧΕΙΡΟΤΟΝΙΑΝ ΑΥΤΟΥ

Πιστεύω εἰς ἕνα Θεόν, ἐν τρισὶ προσώποις μεριζόμενον, Πατέρα φημὶ καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα· μεριζόμενον λέγω, κατὰ τὸν τῆς ἰδιότητος λόγον, ἀμέριστον δέ, κατὰ τὴν οὐ­σίαν· καὶ ὅλη Τριὰς ἡ αὐτή, καὶ ὅλη Μονὰς ἡ αὐτή· Μονάς, κατὰ τὴν οὐσίαν καὶ φύσιν καὶ μορφήν· Τριάς, κατὰ τὴν ἰδιότητα καὶ ὀνομασίαν· ὀνομάζεται γάρ, ὁ μὲν Πατήρ, ὁ δὲ Υἱός, τὸ δὲ Ἅγιον Πνεῦμα. Ὁ Πατὴρ ἀγέννητος καὶ ἄναρχος· οὐ γάρ ἐστιν αὐτοῦ τι πρεσβύτερον· ἦν γὰρ ἐκεῖνος, καὶ πάντως ἦν Θεός· ἄναρχος δέ, ὅτι μὴ ἔκ τινος ἔχει τὸ εἶναι, ἢ ἐξ ἑαυτοῦ. Πι­στεύω δέ, ὅτι ὁ Πατὴρ αἰτία ἐστὶν Υἱοῦ καὶ Πνεύματος, τοῦ μὲν Υἱοῦ γεννητῶς, τοῦ δὲ Ἁγίου Πνεύματος ἐκπορευτῶς, μηδεμιᾶς διαστάσεως μηδὲ ἀλλοτριώσεως ἐν τούτοις θεωρουμένης, ἢ μόνον τῆς διαφορᾶς τῶν ὑποστατικῶν ἰδιωμάτων· ὅτι ὁ μὲν Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ προβάλλει τὸ Πνεῦμα τὸ Ἅγιον· ὁ δὲ Υἱὸς γεννᾶται ἐκ μόνου τοῦ Πατρός· καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύε­ται ἐκ τοῦ Πατρός. Καὶ οὕτω μίαν ἀρχὴν πρεσβεύω, καὶ ἓν αἴτιον ἐπιγινώσκω, τὸν Πατέρα, Υἱοῦ καὶ Πνεύματος. 

Λέγω δὲ τὸν Υἱὸν ἀρχὴν ὑπέρχρονον καὶ ἀόριστον, οὐχ ὡς ἀρχὴν τῶν κτισμάτων, οἱονεὶ πρωτόκτιστον ὄντα, τὰ πρεσβεῖα τούτων ἐπιφερόμενον· ἄπαγε! τοῦτο τῆς Ἀρειανῶν δυσσεβείας ἐστὶ παραλήρημα· ἐκεῖνος γὰρ ὁ δυσώνυμος ἐβλασφήμει κτίσμα τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἐγὼ δὲ λέγω ἀρχὴν τὸν Υἱὸν ἐκ τοῦ ἀνάρχου ὄντα, ἵνα μὴ παραδεχθῶσι δύο ἀρχαί. Μετὰ τῆς ἀρχῆς δὲ ἐπὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐπειδὴ καὶ ἅμα καὶ ὁμοῦ τὸ εἶναι ἔχουσιν ἐκ Πατρός, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ὁ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, ὡς εἴρηται. Καὶ οὔθ’ ὁ Πατὴρ διῄρηται τοῦ Υἱοῦ, οὔθ’ ὁ Υἱὸς τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον Πα­τρὸς καὶ Υἱοῦ· ἀλλὰ ὅλος ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ ὅλον τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· ἥνωνται γὰρ διῃρημένως, καὶ διῄρηνται ἡνωμένως. Ὁμολογῶ δέ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος, ὁ συναΐδιος τῷ Πατρί, ὁ ὑπέρχρονος, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, κάτεισι μέχρι τῆς ἡμῶν φύσεως καὶ ἄνθρωπον τεταπεινωμένον καὶ ὅλον τὸν περιπεπτωκότα λαμβάνει ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς μόνης παναμώμου καὶ καθαρᾶς Παρθένον, ἵνα ὅλῳ τῷ κόσμῳ τὴν σωτηρίαν καὶ χάριν, ἕνεκα τῆς ἰδίας εὐσπλαγχνίας, χαρίσηται. Καὶ γέγονεν ἡ καθ’ ὑπόστασιν τῶν φύσεων ἕνωσις, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις τελειωμένου τοῦ βρέφους, οὐδὲ κατὰ φυρμόν, ἢ σύγχυσιν, ἢ ἀνάκρασιν, ἑνωθεισῶν τῶν συνεληλυθυιῶν φύσεων, οὐδὲ ὑποστάντος τοῦ ἀνθρώπου ἐπιγενέσθαι τὸν Λόγον καὶ σχετικὴν γενέσθαι τὴν ἕνωσιν, κατὰ τὸν θεοστυγῆ καὶ Ἰουδαιόφρονα Νεστόριον, οὐδὲ αὐτὸν καὶ ἄψυχον, κατὰ τὸν ἄνουν ὄντως Ἀπολλινάριον· ἐκεῖνος γὰρ ἐλήρει ἀρκεῖν τὴν θεότητα ἀντὶ τοῦ νοός. Ἐγὼ δὲ Θεὸν τέλειον αὐτὸν ὁμολογῶ, καὶ τέλειον ἄνθρωπον τὸν αὐτόν· ὃς ἅμα σάρξ, καὶ ἅμα Θεοῦ Λόγου σὰρξ ἔμψυχος λογικῇ τε καὶ νοερᾷ ψυχῇ· σώζοντά τε πάντα τὰ τῆς αὐτοῦ θεότητος φυσικὰ αὐχήματα καὶ μετὰ τὴν ἕνωσιν, καὶ μὴ τραπέντα τὰ τῆς θεότητος αὐτοῦ ἢ τῆς ἀνθρωπό­τητος, διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην συνάφειαν· φέροντα τὸν αὐτὸν μίαν ὑπόστασιν σύνθετον, δύο τὰς φύσεις καὶ ἐνεργείας σῴζουσαν, τὰ ἐξ ὧν καὶ ἐν οἷς ἦν ὁ αὐτὸς εἷς Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν· ἔχοντά τε δύο θελήσεις φυσικάς, οὐ γνωμικάς. Ἴστεον δέ, ὡς ἔπαθε μέν, ὡς Θεός, λέγω σαρκί· Θεότητα παθητήν, ἢ παθοῦσαν σαρκί, οὐδαμῶς. Ἔτι ὁμολογῶ αὐτὸν ἀναλαβεῖν πάντα τὰ ἡμέτερα ἀδιάβλητα πάθη, τὰ συνόντα τῇ φύσει ἡμῶν, δίχα τῆς ἁμαρτίας, οἷον τὴν πεῖναν, τὴν δίψαν, τὸν κόπον, τὰ δάκρυα, καὶ τὰ τοιαῦτα, ἐνεργοῦντα δὲ ἐν αὐτῷ οὐκ ἠναγκασμένως, ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλὰ τῆς ἀνθρωπίνης θελήσεως ἀκολουθούσης τῇ θείᾳ αὐτοῦ θελήσει· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐκοπίασε, θέλων ἀπέθανε. Θνῄσκει τοίνυν, τὸν ὑπὲρ ἡμῶν ἀπεκδεχόμενος θάνατον, ἀπαθοῦς μενούσης τῆς αὐτοῦ θεότητος· αὐτὸς γὰρ οὐχ ὑπέκειτο θανάτῳ, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ’ ἵνα πάντας ἡμᾶς ἐξάξῃ τῆς παμφάγου χειρὸς τοῦ θανάτου, καὶ τῷ οἰκείῳ αὐτοῦ Αἵματι προσάξῃ τῷ οἰκείῳ Πατρί, καὶ σώματι προσβαλὼν ὁ θάνατος ἀνθρωπίνῳ, δυνάμει θεότητος καταῤῥάσσηται· καὶ ἀνάγονται ἐκεῖθεν αἱ ἀπ’ αἰῶνος τῶν δικαίων πεπεδημέναι ψυχαί. Μετὰ δὲ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, τεσσαράκοντα ἡμέρας ἐν τῇ γῇ μετὰ τῶν Μαθητῶν ἐπιφαινόμενος, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐν τῇ δεξιᾷ τοῦ Πατρός· δεξιὰν δὲ τοῦ Πατρὸς λέγω, οὐ τοπικὴν ἢ περιγραπτήν, ἀλλὰ λέγω δεξιὰν τοῦ Θεοῦ εἶναι τὴν ἄναρχον καὶ προαιώνιον δόξαν, ἣν ἔχων ὁ Υἱὸς πρὸ τῆς ἐνανθρωπήσεως, καὶ μετὰ τὴν ἐνανθρώπησιν ταύτην ἔσχηκε. Συμπροσκυνεῖται γὰρ ἡ ἁγία αὐτοῦ σὰρξ τῇ αὐτοῦ θεότητι τιμίᾳ προσκυνήσει, οὐ προσθήκην δεξαμένης τῆς ἁγίας Τριάδας· μὴ γένοιτο! Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν ἕνωσιν τοῦ Μονογενοῦς, ἀχωρίστου μεινάσης τῆς ἁγίας αὐτοῦ σαρκός, καὶ ἔτι μετ’ αὐτοῦ μενούσης καὶ εἰς τὸν αἰῶνα. Μετ’ αὐτῆς γὰρ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, δικαίους τε καὶ ἀμαρτωλούς· καὶ τοῖς μὲν δικαίοις ἀποδώσων τὰ ἔργα τῆς ἀρετῆς καὶ τὴν Βασιλείαν τῶν οὐρανῶν, ἀνθ’ ὧν ἐνταῦθα ἐκοπίασαν· τοῖς δὲ ἁμαρτωλοῖς αἰώνιον ἀνταμειψόμενος βάσανον καὶ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ. Οὗ γένοιτο πάντας ἡμᾶς τὴν πεῖραν ἐκφυγεῖν, καὶ τῶν ἐπηγγελμένων καὶ ἀκηράτων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960 σ. 294-295 καὶ
Εὐχολόγιον τὸ Μέγα τῆς κατὰ Ἀνατολὰς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
ἔκδ. Ἀστήρ, Ἀθῆναι 1992, σ. 170-173.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου