Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου blog καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, δογματικά καί ἐπίσημα ἐκκλησιαστικά κείμενα, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας μας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἰστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως

Τρίτη, 18 Ιουλίου 2017

Θείος Λίβελλος Πίστεως Γ΄ Εψηφισμένου Επισκόπου


ΘΕΙΟΣ ΛΙΒΕΛΛΟΣ Γ΄ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΥΠΟ
ΕΦΗΨΙΣΜΕΝΟΥ ΟΡΘΟΔΟΞΟΥ ΕΠΙΣΚΟΠΟΥ

ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΟΣ
ΚΑΤΑ ΤΗΝ ΧΕΙΡΟΤΟΝΙΑΝ ΑΥΤΟΥ

Πιστεύω εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· ἄναρχον μὲν καὶ ἀγέννητον καὶ ἀναίτιον, ἀρχὴν δὲ φυσικὴν καὶ αἰτίαν Υἱοῦ καὶ Πνεύματος. Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱόν, ἀῤῥεύστως καὶ ἀχρόνως ἐξ αὐ­τοῦ γεννηθέντα, ὁμοούσιον αὐτῷ, δι’ οὗ τὰ πάντα ἐγένετο. Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ συνδοξαζόμενον, ὡς συναΐδιον καὶ σύνθρονον καὶ ὁμοούσιον καὶ ὁμόδοξον καὶ τῆς κτίσεως δημιουργόν. Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμῶν σωτηρίαν, σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου ἐνανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα Θεόν, καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐ­σίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα· ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον, ἐν αὐτῷ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους, κατὰ τὴν θείαν φύσιν, ἐλεύθερον· καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός. Πιστεύω καὶ τὰς περὶ Θεοῦ καὶ τῶν θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς μιᾶς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογῶ, καὶ ἕνα πιστεύω τὸν αὐτὸν καὶ κηρύττω Χριστόν, ἐν δυσὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ θελήσεσι καὶ φύσεσι, τὰ ἐν οἷς καὶ ἐξ ὧν πέφυκε σώζοντα· ἀκολούθως δὲ καὶ δύο θελήματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα καὶ τὴν ἰδίαν σῳζούσης ἐνέργειαν. Προσκυνητής εἰμι σχετικῶς, ἀλλ’ οὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ, καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν Ἁγίων, καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν· τοὺς δὲ ἄλλως ἢ οὕτω φρονοῦντας, ὡς ἀλλοτριόφρονας ἀποβάλλομαι. Ἀναθεματίζω Ἄρειον καὶ τοὺς σὺν αὐτῷ σύμφρονας καὶ κοινοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας, Μακεδόνιον καὶ τοὺς περὶ αὐτόν, καλῶς ὀνομασθέντας Πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας καὶ τοὺς τού­των ὁμόφρονας ἀποβάλλομαι καὶ ἀναθεματίζω, καὶ τρανῶς ἀνακηρύττω μεγίστῃ φωνῇ: πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα· ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα. Τὴν δὲ δέσποιναν ἡμῶν, τὴν Θεοτό­κον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἥτις γενείη μοι βοηθός, σκέπη καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἀμήν.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960 σ. 295-296 καὶ
Εὐχολόγιον τὸ Μέγα τῆς κατὰ Ἀνατολὰς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
ἔκδ. Ἀστήρ, Ἀθῆναι 1992, σ. 173-175.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου