ΓΕΝΝΑΔΙΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ
ΚΩΝ/ΠΟΛΕΩΣ ΤΟΥ ΣΧΟΛΑΡΙΟΥ
ΟΜΟΛΟΓΙΑ
ΠΙΣΤΕΩΣ
(1455/6 μ.Χ.)
Τοῦ σοφωτάτου καὶ τιμιωτάτου κυρίου
Γενναδίου τοῦ Σχολαρίου, πατριάρχου
Κωνσταντινουπόλεως νέας Ῥώμης, ὁμολογία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν χριστιανῶν πρὸς τοὺς Ἀγαρηνούς.
Ἐρωτηθεὶς
γὰρ παρὰ τοῦ
Ἀμηρᾶ σουλτάνου τοῦ Μαχμέτη, τί πιστεύετε
ὑμεῖς οἱ χριστιανοί; ἀπεκρίνατο οὕτως:
1. Πιστεύομεν, ὅτι
ἔστι Θεός, δημιουργὸς πάντων, ὅσα
εἰσίν, ἀπὸ
τοῦ μὴ εἶναι· ὅτι οὔτε
σῶμά ἐστιν, οὔτε σῶμα
ἔχει, ἀλλὰ
ζῇ νοερῶς· καὶ
ἔστι νοῦς ἄριστος
καὶ τελειότατος καὶ σοφώτατος· ἀσύνθετός
ἐστιν, ἄναρχος, ἀτελεύτητος·
ἔστιν ἐν τῷ
κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον· οὐκ ἔστιν
ἐν οὐδενὶ τόπῳ, καὶ ἔστιν ἐν παντὶ
τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ,
δι’ ὧν χωρίζεται ἀπὸ
τῶν κτισμάτων αὐτοῦ,
καὶ ἄλλα ὅμοια· ἔστι σοφὸς
καὶ ἀγαθὸς καὶ ἀληθὴς καὶ αὐτοαλήθεια. Καὶ ὅσα
προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ
μεμερισμένως, ἔχει αὐτὸς
μόνος καθ’ ὑψηλότερόν τινα τρόπον· καὶ ταύτας τὰς
τελειότητας ἔχουσι καὶ τὰ
κτίσματα αὐτοῦ, διότι αὐτὸς
δίδωσι ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ.
Διότι γὰρ αὐτὸς ἀγαθός ἐστι, καὶ
τὰ κτίσματα αὐτοῦ
ἀγαθά· διότι σοφός, σοφά· διότι ἀληθής,
ἀληθῆ, καὶ τὰ ἄλλα ὁμοίως· πλὴν ὅτι
ὁ μὲν Θεὸς κυρίως ἔχει αὐτά,
τὰ δὲ κτίσματα κατὰ μετοχήν.
2. Πιστεύομεν, ὅτι
εἰσὶν ἐν τῷ Θεῷ ἄλλα τρία ἰδιώματα, ἅπερ
εἰσὶν ὥσπερ ἀρχαὶ
καὶ πηγαὶ πάντων τῶν
ἄλλων ἰδιωμάτων αὐτοῦ·
καὶ διὰ τούτων τῶν τριῶν
ἰδιωμάτων ζῇ ὁ
Θεὸς ἀϊδίως ἐν ἑαυτῷ,
καὶ πρὸ τοῦ δημιουργηθῆναι ὑπ’
αὐτοῦ τὸν κόσμον, καὶ διὰ
τούτων ἐδημιούργησε τὸν κόσμον καὶ
διὰ τούτων κυβερνᾷ αὐτόν.
Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν
τρεῖς ὑποστάσεις (ἤγουν τρία πρόσωπα)· καὶ
διότι αὐτὰ τὰ ἰδιώματα οὐ μερίζουσι τὴν
μίαν καὶ ἁπλουστάτην οὐσίαν τοῦ
Θεοῦ, διὰ τοῦτό ἐστιν ὁ Θεός, καὶ
μετὰ τῶν ἰδιωμάτων τούτων εἷς Θεός, καί οὐκ
εἰσὶ τρεῖς θεοί.
3. Πιστεύομεν, ὅτι
ἐκ τῆς φύσεως τοῦ Θεοῦ
ἀνατέλλουσι Λόγος καὶ Πνεῦμα,
ὥσπερ ἀπὸ
τοῦ πυρὸς φῶς καὶ θέρμη· καὶ καθάπερ τὸ
πῦρ, καὶ εἰ
μὴ ἐστί τι τὸ φωτιζόμενον καὶ
θερμαινόμενον ὑπ’ αὐτοῦ, ὅμως αὐτὸ
τὸ πῦρ ἀεὶ ἔχει φῶς καὶ
θέρμην, καὶ ἐκπέμπει φῶς καὶ
θέρμην, οὕτω καὶ πρὸ
τοῦ δημιουργηθῆναι τὸν
κόσμον ἦσαν ὁ Λόγος καὶ τὸ
Πνεῦμα ἐνέργειαι τοῦ Θεοῦ
φυσικαί, ἐπεὶ ὁ Θεὸς νοῦς ἐστιν, ὡς προείρηται. Καὶ
ταῦτα τὰ τρία, Νοῦς, Λόγος καὶ
Πνεῦμα, εἷς Θεός ἐστιν,
ὥσπερ ἐν τῇ
μιᾷ ψυχῇ τοῦ ἀνθρώπου ἔστι νοῦς
καὶ λόγος νοητὸς καὶ
θέλησις νοητή, καὶ ὅμως ταῦτα τὰ
τρία εἰσὶ μία ψυχὴ κατὰ
τὴν οὐσίαν. Πάλιν τὸν Λόγον τοῦ
Θεοῦ ὀνομάζομεν σοφίαν τοῦ Θεοῦ
καὶ δύναμιν καὶ Υἱὸν
αὐτοῦ, διότι ἐστὶ
γέννημα τῆς φύσεως αὐτοῦ,
ὥσπερ τὸ γέννημα τῆς
φύσεως τοῦ ἀνθρώπου καλοῦμεν υἱὸν
τοῦ ἀνθρώπου, καὶ ὥσπερ
τὸ νόημα τοῦ ἀνθρώπου
ἐστὶ γέννημα τῆς ψυχῆς
αὐτοῦ. Πάλιν ὀνομάζομεν τὴν
θέλησιν τοῦ Θεοῦ Πνεῦμα τοῦ Θεοῦ
καὶ ἀγάπην· αὐτὸν
δὲ τὸν νοῦν καλοῦμεν Πατέρα, διότι αὐτός
ἐστιν ἀγέννητος καὶ
ἀναίτιος, αἴτιος δὲ
τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ὅτι οὖν
ὁ Θεὸς οὐ νοεῖ μόνον τὰ κτίσματα αὐτοῦ,
ἀλλὰ μᾶλλον νοεῖ καὶ
γινώσκει ἑαυτόν, καὶ διὰ
τοῦτο ἔχει λόγον καὶ σοφίαν, δι’ ἧς
νοεῖ ἑαυτὸν ἀϊδίως· ὁμοίως οὐδὲ
θέλει καὶ ἀγαπᾷ μόνον τὰ ποιήματα ἑαυτοῦ
ὁ Θεός, ἀλλὰ
θέλει καὶ ἀγαπᾷ ἑαυτὸν πολλῷ μᾶλλον·
διὰ τοῦτο ἀϊδίως προέρχονται ἐκ τοῦ
Θεοῦ ὁ Λόγος καὶ τὸ
Πνεῦμα αὐτοῦ, καὶ ἀϊδίως εἰσὶν
ἐν αὐτῷ· καὶ ταῦτα τὰ δύο μετὰ τοῦ
Θεοῦ εἷς εἰσὶ Θεός.
4. Πιστεύομεν, ὅτι
ὁ Θεὸς διὰ τοῦ Λόγου καὶ τῆς
σοφίας καὶ τῆς δυνάμεως αὐτοῦ
ἐδημιούργησε τὸν κόσμον, καὶ
διὰ τοῦ Πνεύματος, τῆς ἀγαθῆς
θελήσεως καὶ ἀγάπης αὐτοῦ
προνοεῖται καὶ κυβερνᾷ
καὶ κινεῖ πᾶσαν
φύσιν ἐν τῷ κόσμῳ πρὸς
τὸ ἀγαθόν, κατὰ τὴν
τάξιν ἑκάστης φύσεως. Καὶ διὰ
τοῦτο πιστεύομεν, ὅτι, ὅτε
ἠθέλησεν ὁ Θεὸς
διὰ μόνην τὴν ἐλεημοσύνην
αὐτοῦ ἐπιστρέψαι τοὺς ἀνθρώπους
ἀπὸ τῆς πλάνης τῶν δαιμόνων καὶ
τῆς εἰδωλολατρείας, (διότι πλὴν τοῦ
ὀλίγου τόπου τῶν Ἰουδαίων,
ἐν ᾧ προσεκυνεῖτο καὶ
ἐπιστεύετο εἷς Θεὸς
ἐκ τοῦ νόμου τοῦ Μωσέως, ἡ
ἄλλη πᾶσα οἰκουμένη
ἐσεβάζετο τὰ κτίσματα τοῦ
Θεοῦ ἀντὶ τοῦ Θεοῦ, καὶ πολλοὺς θεοὺς
τοὺς μὴ ὄντας ἀντὶ
τοῦ ἑνὸς καὶ ἀληθοῦς, καὶ ἐπολιτεύοντο
κατὰ τὰς ἰδίας ἕκαστος ἐπιθυμίας,
καὶ οὐ κατά τινα τοῦ Θεοῦ
νόμον), τότε ἐποίησεν ὁ Θεὸς
τὴν τοιαύτην ἀνάπλασιν τῶν
ἀνθρώπων διὰ τοῦ
Λόγου καὶ διὰ τοῦ ἁγίου Πνεύματος αὐτοῦ.
Καὶ διὰ τοῦτο ὁ Λόγος τοῦ Θεοῦ
ἐνεδύθη τὴν ἀνθρωπίνην
φύσιν, ἵνα ὡς μὲν ἄνθρωπος ὁμιλήσῃ
ἀνθρώποις, ὡς δὲ
Λόγος τοῦ Θεοῦ καὶ σοφία διδάξῃ τοὺς
ἀνθρώπους πιστεύειν εἰς τὸν
ἕνα καὶ ἀληθῆ
Θεόν, καὶ πολιτεύεσθαι κατὰ τὸν
νόμον, ὃν αὐτὸς ἔδωκε· καὶ πάλιν ὡς
μὲν ἄνθρωπος, ἵνα δώσῃ
τὴν πολιτείαν αὐτοῦ
παράδειγμα τῆς διδασκαλίας αὐτοῦ·
πρῶτος γὰρ αὐτὸς
ἐτήρησε τὸν νόμον, ὃν
ἔδωκε τοῖς ἀνθρώποις·
ὡς δὲ Λόγος τοῦ Θεοῦ
καὶ δύναμις, δυνηθῇ κατορθῶσαι
τὸ παγκόσμιον ἀγαθόν, ὅπερ
ἐβούλετο· διότι ἦν ἀδύνατον
δυνάμει ἑνὸς ἀνθρώπου ἐπιστρέψαι τὴν
οἰκουμένην πρὸς τὸν
Θεόν. Καὶ οὕτω διὰ μὲν
τοῦ Λόγου αὐτοῦ
ἔσπειρε τὴν ἀλήθειαν
ὁ παντοδύναμος καὶ ἀόρατος
Θεὸς ἐν Ἱερουσαλήμ, διὰ δὲ
τοῦ Πνεύματος αὐτοῦ
ἐφώτισε καὶ ἐνίσχυσε
τοὺς ἀποστόλους αὐτοῦ,
ἵνα σπείρωσιν αὐτοὶ
τὴν ἀλήθειαν εἰς πάντα τὸν
κόσμον, καὶ ἵνα καταφρονήσωσι τοῦ θανάτου διὰ
τὴν ἀγάπην τῆς ἀληθείας
ἣν ἐδίδασκον, καὶ διὰ
τὴν ἀγάπην τοῦ πέμψαντος αὐτοὺς
Θεοῦ, καὶ διὰ τὴν ἀγάπην τῆς σωτηρίας τοῦ
κόσμου, κατὰ τὸ παράδειγμα τοῦ Ἰησοῦ,
ὅστις ἑκουσίως ἀπέθανε
κατὰ τὸ ἀνθρώπινον ὑπὲρ
τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω
πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν
Τριάδι, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ἅγιον, καθὼς ἐδίδαξεν
ἡμᾶς ὁ Κύριος ἡμῶν
Ἰησοῦς· καὶ διότι ἐστὶν
ἀληθὴς καὶ αὐτοαλήθεια, πιστεύομεν ὅτι ἐστὶ
καὶ αὐτὸ ἀληθές· καὶ οἱ
μαθηταὶ αὐτοῦ οὕτως ἐδίδαξαν ἡμᾶς
πλατύτερον. Οὕτω νοοῦμεν καὶ
ἀπὸ τῆς δυνάμεως τῆς σοφίας.
5. Πιστεύομεν, ὅτι
ὁ Λόγος τοῦ Θεοῦ
καὶ ὁ ἄνθρωπος, ὃν ἐνεδύθη
ὁ Λόγος τοῦ Θεοῦ,
ἐστὶν ὁ Χριστός· καὶ ἡ
μὲν ζωὴ τοῦ Χριστοῦ ἐν
τῇ σαρκὶ αὐτοῦ
ἦν ζωὴ ἀνθρώπου ὑπεραγίου, ἡ
δὲ δύναμις τῆς σοφίας καὶ
τῶν ἔργων αὐτοῦ
ἦν Θεοῦ δύναμις.
6. Πιστεύομεν, ὅτι
ὥσπερ ἡ ψυχὴ
καὶ τὸ σῶμα τοῦ ἑνὸς
ἀνθρώπου γίνεται εἷς ἄνθρωπος,
οὕτως ὁ Λόγος τοῦ Θεοῦ
ἀφ’ ἑνὸς μέρους, καὶ ἀπ’
ἄλλου μέρους ἡ ψυχὴ
καὶ τὸ σῶμα τοῦ Υἱοῦ
τῆς ἁγίας Μαρίας ἦν ἓν
πρόσωπον, ὁ Χριστός· ἀλλ’ ὥσπερ
ἡ ψυχὴ καὶ τὸ σῶμά εἰσι πάντοτε δύο φύσεις μεμερισμέναι τελείως ἐν
τῷ ἑνὶ ἀνθρώπῳ, οὕτω
καὶ ἡ ἀνθρωπότης καὶ ἡ
θεότης εἰσὶν ἐν τῷ ἑνὶ Χριστῷ μεμερισμέναι τελείως·
καὶ οὔτε ὁ Λόγος τοῦ Θεοῦ
μετεβλήθη εἰς τὴν σάρκα ἢ εἰς
τὴν ψυχὴν τοῦ
Χριστόν, οὔτε ἡ σὰρξ τοῦ Χριστοῦ
ἢ ἡ ψυχὴ αὐτοῦ μετετράπη εἰς Λόγον Θεοῦ,
ἀλλὰ ἀεὶ ἦν καὶ ἔστιν ἐν τῷ
Χριστῷ ὁ μὲν τοῦ Θεοῦ Λόγος, Λόγος τοῦ Θεοῦ,
ἡ δὲ ἀνθρωπότης, ἀνθρωπότης· καὶ
ὅτι οὐ προσέλαβεν ἡ ἀνθρωπότης
τοῦ Χριστοῦ τὴν
θεότητα, ἀλλ’ ἡ θεότης τοῦ Λόγου τοῦ
Θεοῦ προσέλαβε τὴν ἀνθρωπείαν
φύσιν, ἐν αὐτῷ τῷ προσληφθῆναι συστᾶσαν.
Πᾶν ὅπερ ἐστὶν ἐν τῷ Θεῷ καὶ ἐκ τοῦ Θεοῦ φυσικῶς, Θεός ἐστι,
διότι οὐκ ἔστιν ἐν τῷ
Θεῷ συμβεβηκός· καὶ διὰ
τοῦτο τὸν νοητὸν Λόγον τοῦ
Θεοῦ Θεὸν ὀνομάζομεν καὶ πιστεύομεν· καὶ
διότι οὗτος ὁ Λόγος τοῦ Θεοῦ
ἦν ἐν τῷ Χριστῷ, διὰ
τοῦτο τὸν Χριστὸν Θεὸν
καὶ ἄνθρωπον ὁμολογοῦμεν,
ἄνθρωπον μὲν διὰ
τὴν ψυχὴν καὶ
τὸ σῶμα, Θεὸν δὲ
διὰ τὸν ἐν αὐτῷ Λόγον τοῦ Θεοῦ.
7. Πιστεύομεν, ὅτι
ὁ Λόγος τοῦ Θεοῦ
ἦν ἐν τῷ Χριστῷ καὶ
ἐν τῷ κόσμῳ καὶ
ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ Θεῷ καὶ Πατρί, διότι ὁ Λόγος τοῦ
Θεοῦ ἐστιν ἄπειρος, ὥσπερ
καὶ ὁ Θεός ἐστιν ἄπειρος,
ὁ γεννῶν αὐτόν,
ἤγουν νοῶν, καὶ
ἄπειρον δύναμιν ἔχει· πλὴν
ἐν τῷ Θεῷ κατ’ ἄλλον τρόπον ἦν,
καὶ ἐν τῷ Χριστῷ κατ’ ἄλλον,
καὶ ἐν τῷ κόσμῳ κατ’ ἄλλον.
8. Πιστεύομεν, ὅτι,
ὅταν ὁ Θεὸς κοινωνῇ τῆς
ἀγαθότητος αὐτοῦ
καὶ τῆς χάριτος κτίσματί τινι, οὐδαμῶς
ζημιοῦται, ἀλλὰ
μᾶλλον μεγαλύνεται, διότι ἐκ τῆς
ἀρετῆς τῶν κτισμάτων τὸ ὕψος
τοῦ Θεοῦ φανεροῦται· καὶ
ὅσῳ μᾶλλον βελτιοῦται τὸ
κτίσμα τῇ πλείονι κοινωνίᾳ τῆς
ἀγαθότητος αὐτοῦ,
τοσούτῳ πλέον ἡ ἀγαθότης
τοῦ Θεοῦ καὶ ἡ δύναμις δείκνυται. Διὰ τοῦτο
ἡ ἀγαθότης τοῦ Θεοῦ
καὶ ἡ ἀγάπη εἰς τοὺς
ἀνθρώπους πλέον ἐμεγαλύνθη ἐκ
τοῦ ἐλθεῖν τὸν Λόγον αὐτὸν
τοῦ Θεοῦ καὶ Θεὸν μετὰ πάσης αὐτοῦ
τῆς δυνάμεως εἰς τὸν
Ἰησοῦν, ἢ ὅτε ἔπεμπεν εἰς τοὺς
προφήτας μίαν χάριν αὐτοῦ ἢ δύο, καὶ εἰς
ἄλλον μὲν προφήτην ἐλάττονα,
εἰς ἄλλον δὲ μείζονα.
9. Πιστεύομεν, ὅτι
ὁ Κύριος ἡμῶν
ὁ Χριστὸς ἐσταυρώθη
καὶ ἀπέθανεν οἰκείῳ
θελήματι διὰ πολλὰς καὶ
μεγάλας ὠφελείας, δεομένας πολλῶν λόγων· καὶ
πάντα ταῦτα κατὰ τὸ
ἀνθρώπινον αὐτοῦ·
ὁ γὰρ Λόγος τοῦ Θεοῦ
οὔτε σταυροῦται, οὔτε
ἀποθνήσκει, οὔτε ἀνίσταται,
ἀλλὰ μᾶλλον ἀνίστησιν αὐτὸς
τοὺς νεκρούς, ὥσπερ ἀνέστησε
καὶ τὴν σάρκα, ἣν ἐφόρεσεν.
10. Πιστεύομεν, ὅτι
ὁ Χριστὸς ἀναστὰς
ἀνελήφθη εἰς τοὺς
Οὐρανούς, καὶ πάλιν μέλλει ἔρχεσθαι
μετὰ δόξης, ἵνα κρίνῃ
τὸν κόσμον.
11. Πιστεύομεν, ὅτι
αἱ ψυχαὶ τῶν
ἀνθρώπων εἰσὶν
ἀθάνατοι· ὅτι τὰ
σώματα τῶν ἁγίων ἀναστήσονται ἄφθαρτα,
ἀπαθῆ, φωτεινά, ἐλαφρά, μήτε τροφῆς
χρῄζοντα ἢ πόσεως, μήτε ἐνδύματος,
μήτε ἄλλης τινὸς σωματικῆς
ἡδονῆς· καὶ ὅτι
αἱ ψυχαὶ καὶ
τὰ σώματα, τῶν καλῶς
πιστευόντων καὶ καλῶς πολιτευομένων ἀπελεύσονται εἰς
τὸν παράδεισον, τῶν δὲ
ἀμετανοήτων καὶ πονηρῶν
εἰς τὴν κόλασιν· καὶ ἡ
μὲν ἀπόλαυσις τῶν ἁγίων
καὶ δικαίων ἐστὶν
ἐν τῷ οὐρανῷ (οὗτος γάρ ἐστι νῦν
ὁ παραδεισος), ἡ δὲ
κόλασις τῶν πονηρῶν ἐν
τῇ γῇ. Καὶ ἡ ἀπόλαυσις τῶν ἁγίων
οὐδὲν ἕτερόν ἐστιν, εἰ
μὴ ὅτι τελειωθήσονται αἱ τοιαῦται
ψυχαὶ εἰς τὴν γνῶσιν, καὶ τότε θεωρήσουσι τὰ
μυστήρια τοῦ Θεοῦ, ἃ νῦν οὐ γινώσκουσιν, εἰ μὴ
διὰ πίστεως.
12. Διατὶ
δὲ ἦν ἀναγκαῖον σαρκωθῆναι
τὸν Λόγον τοῦ Θεοῦ
καὶ Θεόν, εἰσὶν
ἀναγκαῖοι καὶ
πολλοὶ λόγοι· καὶ ὅταν
ᾖ χρεία, ἐσμὲν
ἕτοιμοι δοῦναι αὐτούς,
εἰ καὶ ἐκ μέρους ἐδώκαμεν. Ἐπέκεινα
δὲ ἐκείνων τῶν λόγων πληροφοροῦσιν
ἡμᾶς τὴν ἀλήθειαν τῆς πίστεως ἡμῶν
ταύτης τὰ ἑπτὰ ταῦτα.
Πρῶτον,
ὅτι προεφήτευσαν οἱ προφῆται
τῶν Ἰουδαίων, οὓς στέργομεν καὶ
ἡμεῖς, τὸν Ἰησοῦν καὶ ὅσα ἐποίησε, καὶ ὅσα
ἐγένοντο ἐπ’ αὐτῷ,
καὶ ὅσα ἐποίησαν ὕστερον οἱ
μαθηταὶ αὐτοῦ τῇ δυνάμει αὐτοῦ·
ὁμοίως προεφήτευσαν καὶ τὰ
μαντεῖα τῶν Ἑλλήνων, συγχωρήσει Θεοῦ, καὶ
οἱ ἀστρονόμοι τῶν Περσῶν
καὶ Ἑλλήνων, καὶ ταῦτα
πάντα μετὰ εὐφημίας μεγάλης τοῦ Ἰησοῦ·
καὶ ὅτι πᾶσαι αὗται αἱ
προφητεῖαί εἰσιν ἀπαράγραπτοι, ἔχομεν δεῖξαι.
Δεύτερον, ὅτι
αἱ Γραφαὶ πᾶσαι
τῆς πίστεως ἡμῶν
συμφωνοῦσιν ἐν πᾶσι, διότι εἶχον οἱ
γράψαντες αὐτὰς ἕνα διδάσκαλον, τὴν χάριν τοῦ
Θεοῦ· ἄλλως γὰρ ἔμελλον
ἔν τισι διαφωνεῖν.
Τρίτον, ὅτι
ἐδέξαντο ταύτην τὴν πίστιν, νέαν οὖσαν
καὶ παράδοξον, οἱ ἀνθρωποι
πανταχοῦ μετὰ σπουδῆς καὶ
μετὰ κινδύνων πολλῶν, καὶ
οὐ μόνον οἱ ἰδιῶται,
ἀλλὰ καὶ οἱ φρόνιμοι καὶ οἱ
σοφοί· καὶ διὰ τοῦτο κατελύθη τελείως ἡ πλάνη τῶν
Ἑλλήνων.
Τέταρτον, ὅτι
ἡ πίστις αὕτη οὐδὲν
περιέχει ἀδύνατον, οὐδὲν
ἀσύμφωνον, οὐδὲν
σωματικόν, ἀλλὰ πάντα πνευματικά· καὶ ἔστιν
ὁδὸς φέρουσα τὰς ψυχὰς
τῶν ἀνθρώπων εἰς τὴν
ἀγάπην τοῦ Θεοῦ
καὶ τῆς αἰωνίου ζωῆς τῆς
μελλούσης.
Πέμπτον, ὅτι
ὅσοι ἔλαβον ταύτην τὴν πίστιν καὶ
ἐπολιτεύσαντο ἐναρέτως κατὰ
τὸν τοῦ Ἰησοῦ νόμον, ἔλαβον μεγάλα χαρίσματα
ἐκ τοῦ Θεοῦ, καὶ δυνάμεις ἐποίησαν πολλὰς
ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ·
ὅπερ οὐκ ἂν
ἦν, εἰ ἡ πίστις αὕτη ἦν
ἐναντία τῇ ἀληθείᾳ.
Ἕκτον,
ὅτι ὅσα λέγουσί τινες κατὰ τῆς
πίστεως ταύτης, δυνάμεθα λύειν εὐκόλως καὶ
εὐλόγως.
Ἕβδομον,
ὅτι τῇ πίστει ταύτῃ ἐπολέμησαν
διὰ πολλῶν τιμωριῶν
καὶ φόνων οἱ βασιλεῖς
τότε καὶ οἱ ἔπαρχοι αὐτῶν
ἐν τῇ οἰκουμένῃ πάσῃ
τιη΄ χρόνους, πολύθεοι ὄντες καὶ εἰδωλολάτραι,
καὶ οὐδὲν ἴσχυσαν· ἀλλὰ
ἐνίκησεν ἡ πίστις ἐν
τῷ κόσμῳ, καὶ
διαμένει μέχρι τοῦ νῦν, καὶ ἐλθὼν
ὁ Κύριος εὑρήσει αὐτήν.
Καὶ εἰ μὴ ἦν ἡ πίστις αὕτη ἐκ
θελήματος τοῦ Θεοῦ, διελύθη ἂν τότε εὐκόλως.
Αὐτῷ τῷ Θεῷ δόξα. Ἀμήν.
Ἰστέον,
ὅτι τοῖς ἀμυήτοις
τὴν ἀρχὴν εὐπαραδεκτοτέρως μᾶλλον ἢ
ἀκριβεστέρως δεῖ τὰ
ὑπερφυᾶ τῆς
πίστεως ἡμῶν διδόναι μαθήματα, ὡς ἐνταῦθα
γέγονεν, καὶ σαφεστέρως, ἵνα καὶ
δυνηθῶσι ῥᾷον μεταγλωττισθῆναι, ὥσπερ
καὶ ἡρμηνεύθησαν καλῶς ταῦτα
ἀραβικῶς.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 432-436.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου