ΝΕΚΤΑΡΙΟΥ
ΙΕΡΟΣΟΛΥΜΩΝ
ΕΓΚΥΚΛΙΟΣ
ΠΕΡΙ ΤΗΣ
ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ
1662 μ.Χ.
Νεκτάριος, ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως
Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης. πᾶσι τοῖς ἐντευξομένοις Ὀρθοδόξοις, ἀδελφοῖς
ἀγαπητοῖς καὶ τέκνοις ἐν Κυρίῳ, χάρις, εἰρήνη καὶ ἔλεος ἀπὸ Θεοῦ.
Μὴ δὴ παρέργως,
ἀναγνῶστα φίλτατε, ταύτην τὴν βίβλον μέτιθι, εἴ σοι βουλή, τῶν εἴη πρὸς πίστιν
ὀρθὴν παιδαγωγηθῆναι, καὶ περιϊὼν ἔτι ἐν τῷ ὑλώδει τούτῳ σώματι τοῖς τοῦ ἀΰλου
φωτὸς ἁμαρύγμασιν ἐλλαμφθῆναι, ὅπερ ἐστὶ ζῆν ὑπὲρ τὰ ὁρώμενα καὶ μετὰ Θεοῦ
γενέσθαι τῷ νῷ ἀνιπτάμενος. Σύντομον καὶ γάρ, οὐχ ἧττον δὲ καὶ σαφῆ, περίληψιν
ὀρθῶν ἔχει δογμάτων, ὥσπερ κἀκ τῆς ἐπιγραφῆς αὐτῆς ἀριδήλως σοι προαναφανεῖται·
ἐπιγράφεται μὲν γὰρ Ὀρθόδοξος Ὁμολογία τῶν Γραικῶν, δηλαδὴ εἰλικρινὴς καὶ
καθαρά, τῷ μηδ’ ὁπωσοῦν νεωτερισμοῦ τινος ἐπιμιξίαν ἔχειν ἐξ ἑτέρου
θρησκεύματος· συντέτακται δὲ τὸ μὲν πρῶτον παρὰ τῆς τῶν Ῥώσων Ἐκκλησίας
(στιχούσης ἄνωθεν τῷ ὀρθῷ τῆς Ἀνατολικῆς Ἐκκλησίας κανόνι), ἐξ αἰτίας ὁρμωμένης
τοιαύτης. Πέτρος Μογίλας (ὁ καὶ πρὸ ὀλίγου τῶν τῇδε μεταστὰς καὶ πρὸς τὸν Θεὸν
ὁσίως μεταχωρήσας), παρὰ τοῦ ἀοιδίμου καὶ μακαριωτάτου Πατριάρχου τῶν
Ἱεροσολύμων κυρίου Θεοφάνους προβληθεὶς καὶ χειροτονηθεὶς ὀρθόδοξος
μητροπολίτης, καὶ τοὺς οἴακας ἐγχειρισθεὶς τῆς κατὰ τὸ Κίοβον μητροπόλεως·
ἐνέτυχε τῷ ποιμνίῳ συμπεφυρμένῳ νεωτερισμοῖς τισι τῶν ἐτεροδοξούντων, ἀπᾴδουσι
πάντῃ τοῦ ὀρθοῦ καὶ ἀρχαίου σφῶν δόγματος.