γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Δευτέρα 22 Μαΐου 2017

Αποκρίσεις Ορθοδόξων Πατριαρχών προς Ανωμότους (1718 μ.Χ.), Μέρος Β΄


ΑΠΟΚΡΙΣΕΙΣ
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΟΤΟΥΣ
1718 μ.Χ.

ΜΕΡΟΣ Β΄
(Δεῖτε τό Α΄ Μέρος στήν ἱστοσελίδα:

Πρόθεσις ε΄, ς΄ καί ζ΄.
ε΄. Ἐν τῷ πιστεύειν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τῇ Ἐκκλησίᾳ παρίστησιν, ἐν τῷ καθορίζειν τὰ τῇ πίστει προσήκοντα, καὶ τοίνυν ὅτι αἱ Σύνοδοι καὶ μερικαὶ καὶ οἰκουμενικαί· ἐὰν κατὰ τὸν τύπον τῆς ἐν Ἱεροσολύμοις πρώτης ἀπευθύνωνται, τὴν αὐτοῦ βοήθειαν καὶ ἐπιχορηγίαν ἐλπίζειν δύνωνται.
ς΄. Ἐν τῇ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος φύσει καὶ τῷ ἀριθμῷ.
ζ΄. Ἐν τῷ πιστεύειν οὐδένα εἶναι ἄλλον τῆς Ἐκκλησίας θεμέλιον, εἰμὴ μόνον τὸν Χριστόν, τοὺς δὲ προφήτας ὅμως καὶ ἀποστόλους θεμελίους εἶναι, ἀλλ’ ἰδιώματι ἧττον κυρίῳ ἢ ὑποβολιμαίῳ τουτέστι μόνον ἀναφορικῶς.
Ἀπόκρισις.
Πρὸς ταῦτα οὐδὲν ἀντειπεῖν ἔχομεν· εὐσεβείας γὰρ καὶ ὀρθότητος ἔχονται, καὶ τοῖς παρ’ ἡμῶν ὀρθῶς δογματιζομένοις σύμφωνα καὶ συμψηφιζόμενα καὶ ἀπόδεκτα. Ὃ δέ φασι περὶ τῶν Συνόδων, περὶ μὲν τῶν μελλουσῶν γενέσθαι ἐννοούμενον, κείσθω· περὶ δὲ τῶν ἤδη γεγενημένων οὐδεμία ἀμφισβήτησίς ἐστιν, ὅτι θείᾳ ἐπιπνοίᾳ ἐγένοντο, καὶ ὅτι τὸ αὐτὸ ἅγιον Πνεῦμα, ὅπερ τοῖς Ἀποστόλοις ἐπεφοίτησεν ἐν εἴδει πυρίνων γλωσσῶν, αὐτὸ τοῦτο κἀν ταῖς οἰκουμενικαῖς ἑπτὰ Συνόδοις διὰ στόματος τῶν τότε θεοφόρων ἁγίων πατέρων λελάληκε καὶ τὰ θεῖα ἐθέσπισε δόγματα. Διὸ θεωρητέον καὶ τὴν η΄ πρόθεσιν, ἥτις ἐπὶ λεξεως οὕτω κεῖται.

Πρόθεσις η΄.
η΄. Ἐν τῷ ἐπιγινώσκειν τὸν Χριστὸν μόνον εἶναι τὴν τῆς Ἐκκλησίας κεφαλήν, ὃ ἀξίωμα οὖν οὐδενὶ τῶν θνητῶν, ἥκιστα δὲ τῶν λαϊκῶν, ὁπωσδήποτε προέχοντι, ἔξεστιν ἑαυτῷ προσποιεῖσθαι. Οὐ μὴν ἀλλὰ οὐκ ἀρνούμεθα ἕκαστον τῶν ἐπισκόπων ὑπεροχήν τινα ὑπὸ τὸν Χριστὸν τὴν παράγωγον ἔχειν, καθάπερ τὴν ἀμοιβὴν αὐτοῦ καὶ τὸ πρόσωπον ἐπὶ χθονὶ κυρίως κομίζοντα. Ὅθεν ἐν τοῖς πνευματικοῖς μηδεμιᾷ ποτε ἐξουσίᾳ ὑποτάσσεται· διόπερ ἐν τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ τοὺς πατριάρχας καὶ προηγουμένους τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἐν τοῖς πνευματικοῖς ἀπὸ πάσης ἐξουσίας κοσμικῆς ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἅμα γνωρίζειν ἐλπίζεται, καίτοι τῶν ἐπισκόπων καθαιρέσεις τῷ τῶν λαϊκῶν ψηφίσματι ποιουμένας ἀκολούθως οὐδοτιοῦν ἰσχύειν, καὶ ἵνα τοῦτο τὸ ἄρθρον φανερῶς καὶ ῥητῶς διαβεβαιῶται, ἐκτενῶς αἰτεῖται.
Ἀπόκρισις.
Πρὸς ταῦτά φαμεν, ὅτι ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔστι μόνος κεφαλὴ τῆς Ἐκκλησίας, τῆς ἐπιγείου δηλαδὴ καὶ τῆς οὐρανίου, τῆς στρατευομένης ταύτης καὶ τῆς θριαμβευούσης. Ἀλλ’ ἐπειδὴ κατέστησεν ὁ αὐτὸς ἐπὶ τὸ ἴδιον αὐτοῦ πλάσμα τοὺς Ἀποστόλους ἱεράρχας ἢ ἀρχιερεῖς ἀρχὰς καὶ διοικητάς, ἀρχὴν ὡς ἐξ ἀρχῆς καὶ κεφαλὴν οὐχὶ προκαταρκτικήν, ἀλλὰ δευτέραν συνέχουσαν καὶ ζωογονοῦσαν τὸ ὅλον σύστημα τῶν ἐν γῇ εὐσεβῶν, δι’ ἑαυτοῦ δηλαδὴ τῆς πρώτης καὶ καθόλου κεφαλῆς, ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, εἰς τὸ εἶναι καὶ αὐτοὺς μεσίτας Θεοῦ καὶ ἀνθρώπων διὰ τῶν ὑπ’ αὐτῶν τελουμένων μυστηρίων, ὡς ὁ Κύριος ἐνετείλατο αὐτοῖς, διδάσκειν δηλαδὴ καὶ βαπτίζειν καὶ πάντα ἐκτελεῖν καὶ ἱερουργεῖν τὰ θεῖα μυστήρια, δοὺς αὐτοῖς τὴν τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν, ὡς ὡμολόγηται, διὰ τοῦτο καὶ ἕκαστος τῶν παρ’ ἡμῖν ἀρχιερέων κεφαλή ἐστι, καὶ λογίζεται ὑποβεβηκυῖα τῇ πρώτῃ καὶ καθόλου κεφαλῇ καὶ μερικὴ τῶν μερικῶν κατὰ πόλεις ἐκκλησιῶν. Ὅθεν καὶ ὁ λδ΄ κανὼν τῶν ἱερῶν Ἀποστόλων κεφαλὴν ὀνομάζει τὸν ἐν ἐπισκοποῖς πρωτεύοντα λέγων. «Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν αὐτοῖς πρῶτον καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλήν»· ἔθετο καὶ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πρὸς καταρτισμὸν τῶν ἁγίων, λόγον ζωῆς ἐπέχοντας. Ὅθεν οὐκ ἀπεικότως καὶ κεφαλάς, ἤγουν ἀρχάς, αὐτοὺς ὀνομάζομεν τῆς ἐν ἡμῖν ἁγιότητος, καὶ πιστεύομεν λαμβάνειν τὰ θεῖα μυστήρια καὶ χαρίσματα τοῦ ἁγίου Πνεύματος ὡς διδόμενα παρ’ αὐτοῦ τοῦ Χριστοῦ, τῆς κυρίας ἡμῶν κεφαλῆς, διὰ τῶν ἱεραρχῶν. Καὶ ὃν τρόπον οἱ ἄγγελοι, πολλάκις ἐνδυόμενοι τὸ τοῦ Θεοῦ πρόσωπον καὶ ὁμιλοῦντες τὰ θεῖα, ὡς τὸ «ἐγώ εἰμι Κύριος ὁ Θεός σου» (δι’ ἀγγέλων καὶ γὰρ ὁ νόμος τοῦ Θεοῦ ἐλαλήθη[1]), οὐ διὰ τοῦτο καταβιβάζουσι τὴν φύσιν τοῦ Θεοῦ εἰς ἑαυτούς, οὕτω καὶ οἱ γνησίως προϊστάμενοι τῶν ἐκκλησιῶν λεγόμενοι κεφαλή, λαμβάνουσι τὸ ὄνομα τοῦτο ἀπὸ τῆς ὄντως κεφαλῆς, καὶ ἐνεργοῦσι τὰ ἔργα τῆς κεφαλῆς, ἔμπης εἰς ἐκεῖνον ἀναβιβάζουσι τὰ ὑπ’ αὐτῶν ἐκτελούμενα, καὶ οὐδόλως εἰς ἑαυτοὺς ὡς εἰς ἄμεσον κεφαλήν· ὡς καὶ ὁ Μωϋσῆς κατασταθεὶς ἐκ Θεοῦ εἰς Θεὸν Φαραώ, μηδαμῶς ἐκ τούτου παρασυληθείσης τῆς θείας μεγαλειότητος, καὶ οἱ Ἀπόστολοι φῶς τοῦ κόσμου ὡς καὶ ὁ Κύριος ἐῤῥεθησαν. Καὶ ὁ Χριστὸς γάρ, εἰ καὶ θεμέλιον τῆς πίστεως, ἀλλ’ οὖν καὶ οἱ Προφῆται καὶ Ἀπό­στολοι κατὰ δεύτερον λόγον θεμέλιοι τῆς πίστεως καὶ λέγονται καὶ ὑπάρχουσιν. Ὄντες οὖν ἀρχιερεῖς καὶ πρεσβύτεροι ἐκλελεγμένοι παρὰ Θεοῦ διὰ τῆς χειροτονίας καὶ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου Πνεύματος, καὶ διάκονοι Χρι­στοῦ καὶ ποιμένες τοῦ χριστωνύμου λαοῦ, ἀρχαῖς ἐξωτερικαῖς καὶ κοσμικοῖς ἄρχουσιν ἐν τοῖς πνευματικοῖς καὶ ἐκκλησιαστικοῖς οὐχ ὑπόκεινται ὅλως. Καὶ ὥσπερ αὐτοῖς τοῖς κοσμικοῖς ἄρχουσι χειροτονίας ποιεῖν ἐπισκόπων ἢ πρεσβυτέ­ρων ἀπείρηται, οὕτω καὶ καθαιρέσεις ἀρχιερέων ἢ ἱερέων ἐπάγειν ὑπὸ τῶν θείων νόμων οὐ συγκεχώρηται, ἀλλ’ ἡ ἱερὰ τῶν ἐκκλησιῶν Σύνοδος καὶ χειροτονεῖ καὶ ἀποχειροτονεῖ, ὡς τοῦ δεσμεῖν ἔχουσα καὶ τοῦ λύειν τὴν ἐξουσίαν παρὰ τοῦ Κυ­ρίου· μόνοις γὰρ τοῖς Ἀποστόλοις καὶ τοῖς ἐκείνων διαδόχοις ἀλληλοδιαδόχως τοῦτο δεδώρηται. Ἐν δὲ τοῖς κοσμικοῖς καὶ πολιτικοῖς, κἂν ταῖς χρηματικαῖς καὶ ἐγκληματικαῖς, πολιτικαῖς ὅμως καὶ κοσμικαῖς ὑποθέσεσι καὶ μάλα ὑπόκεινται· οἱ γὰρ βασιλεῖς ὑπερτάτην ἔχουσιν ἐξουσίαν ἐφ’ ἅπαντας τοῦ κρίνειν καὶ παιδεύειν δι­καίως τοὺς πταίοντας, πλὴν τῶν πνευματικῶν· ἐν ταύταις γὰρ χρείαν Συνόδων ἐκκλησιαστικῶν, ἵνα συνοδικῶς κρίνωνται καὶ συναποφαίνωνται παρ’ αὐτῶν. Ἀλλ’ ἀρκεῖ ταῦτα καὶ πρὸς τὴν παροῦσαν πρόθεσιν ὡς ἐν συντόμῳ· καιρὸς δὲ μεταβῆναι καὶ ἐπὶ τὰς λοιπὰς ἑπομένας προθέσεις, τήν τε θ΄, ι΄, ια΄ καὶ ιβ΄, οὕ­τως ἐχούσας.
Πρόθεσις θ΄, ι΄, ια΄, ιβ΄.
θ΄. Ἵνα πάντες οἱ χριστιανοὶ τῇ Ἐκκλησίᾳ ὑποτάσσωνται, καὶ ἵνα ἐπὶ πᾶσι τοῖς οὕτως ὑποταχθεῖσιν, ὁποιαδήποτε αὐτῶν ᾖ τάξις ἢ ὑπηρεσία, ἡ Ἐκκλησία τῆς ἐξουσίας παρὰ τοῦ Χριστοῦ προσηκούσης ἀπολαύῃ πρὸς τὸ τὰ τῶν Γραφῶν αὐ­τῶν ἢ προσώπων ἢ κυροῦν ἢ ἀποδοκιμάζειν.
ι΄. Ὅτι δεῖ τὸ μυστήριον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ ὑπ’ ἀμφοτέρου εἴδους δοῦναι τοῖς πιστοῖς· καὶ τοίνυν ἡ τῶν Ῥωμαίων Ἐκκλησία ἓν εἶδος τοῦ λαοῦ ἀφελοῦσα ἀπὸ τοῦ Κυρίου προστάγματος ἀποκλίνει.
ια΄. Ὅτι τοῦτο τὸ μυστήριον, ὡσαύτως καὶ τὸ βάπτισμα, πρὸς τὴν σωτηρίαν σφόδρα ἐστὶν ἀναγκαῖα, ἀλλὰ καὶ ὅτι πάντα τὰ λοιπὰ μυστήρια, ἢ ἀπὸ τοῦ Χρι­στοῦ αὐτοῦ ἢ ὑπὸ τῶν Ἀποστόλων ἐντεταλμένα, ἅτινα, ἑκάστῳ οὐκ ἀναγκαῖα, οὐδὲν ἧττον μετὰ τῆς προσηκούσης εὐλαβείας κατὰ τὸ ἔθος τὸ καθολικὸν καὶ παλαιότατον δεῖ καὶ λαμβάνεσθαι καὶ δίδοσθαι.
ιβ΄. Ὅτι ἐν τῷ κόσμῳ τῷ ἑπομένῳ οὐκ ἔστιν ἀληθῶς τὸ πῦρ καθαρτικόν, καὶ ἀκολούθως οὐκ ἔστιν οὐδεμία τῶν ψυχῶν ἐκ τῆς φλογὸς αὐτοῦ λύτρωσις διὰ τῶν ζώντων τὰς ἐντεύξεις, κἂν μὴ δοθήσεται αὐταῖς ἄμεσος εἰς τὸν οὐρανὸν ἀνάβασις· ταῖς δὲ τῶν ἁγίων ψυχαῖς οὐκ ἀρνούμεθα δοχεῖά τινα εἶναι ἢ ταμεῖα κατώτερά που ἕως τῆς ἡμέρας ἀναστάσεως μένειν δύνανται, καί που αὐταὶ ἐκείνης τῆς ἡμέρας ἀποκάλυψιν ἐπ’ ἐλπίδι προσδέχονται, ἐν τῷ μεταξὺ κοινωνοῦσαι προσ­ευχῶν καὶ εὐχαριστιῶν τῆς Ἐκκλησίας ἔτι ἐπὶ τῆς γῆς στρατευομένης.
Ἀπόκρισις πρὸς τὰς ἄνω προθέσεις.
Ταῦτα τὰ ἀνωτέρω τέσσαρα κεφάλαια ἢ προθέσεις ἔχονται ἀληθείας καὶ συνῳδὰ ἡμῖν φθέγγονται· διὸ καὶ ἀποδεχόμεθα, καθ’ ὃν ἡγούμεθα τρόπον νενοηκέναι. Ὅτι γὰρ τῇ Ἐκκλησίᾳ δεῖ πείθεσθαι πάντας τοὺς χριστιανούς, τοῦτο καὶ ἡμῖν συνδόκει· καὶ ὅτι τὰ παρὰ τῶν πειθομένων αὐτῇ συγγράμματα καὶ λόγοι καὶ πρόσωπα ὀφείλουσι παρὰ τῆς Ἐκκλησίας ἢ κυροῦσθαι ἢ ἀποδοκιμάζεσθαι ἐκκλησιαστικῶς καὶ συνοδικῶς, ἀναντίῤῥητον. Τοῦτο γὰρ καὶ παρ’ ἡμῖν ἑκάστοτε πραγματικῶς ἐνεργεῖται. Ὡσαύτως καὶ τὰ θεῖα μυστήρια τῆς εὐχαριστίας παρ’ ἡμῶν διὰ τῶν δύο εἰδῶν μεταδίδοται τῷ λαῷ, καὶ οὐχ ὡς οἱ Λατῖνοι Παπισταὶ κακῶς ποιοῦντες τοῦ ἑνὸς μόνου εἴδους, παρὰ τὴν τοῦ Κυρίου παράδοσιν, μεταδιδόασι τῷ λαῷ, ὃ καὶ ἀνωτέρω διὰ πολλῶν διηλέγξαμεν. Ἀλλὰ καὶ ὅτι τὰ θεῖα μυστήρια ἑπτὰ μέν εἰσιν ἀριθμούμενα, δύο δὲ ὅμως εἰσὶ τὰ ἀναγκαιότερα, καὶ ὧν ἄνευ οὐδεὶς δύναται σωθῆναι· περὶ μὲν γὰρ τοῦ βαπτίσματος ὁ Κύριος εἴρηκεν· ὅστις οὐκ ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ[2]. Περὶ δὲ τῆς εὐχαριστίας φησί· «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»[3]. Ὅμως καὶ τὸ τῆς ἱερωσύνης μυστήριον τῶν ἀναγκαιοτάτων ἐστί· χωρὶς γὰρ ταύτης, πῶς ἂν τὸ τῆς εὐχαριστίας μυστήριον τελεσθείη, περὶ οὗ ὁ Κύριος εἶπε τοῖς Ἀποστόλοις, «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν»[4], πόθεν δὲ καὶ ἔξουσιν οἱ χριστιανοὶ τὸ μυστήριον τῆς μεταλήψεως τοῦ τιμίου σώματός τε καὶ αἵματος αὐτοῦ, μὴ ὄντος τοῦ ἱερουργήσοντος καὶ ἐκτελέσοντος αὐτὸ ἱερέως; χωρὶς γὰρ ἱερέως, οὐδ’ ἂν πάντες οἱ ἄρχοντες καὶ βασιλεῖς συνέλθοιεν ἐπὶ τὸ αὐτό, οὐκ ἂν πότε δυνηθεῖεν τὸ τοιοῦτον ὑπερφυὲς μυστήριον ἐκτελέσαι καὶ δοῦναι τοῖς πιστοῖς. Ἀλλὰ καὶ τὰ λοιπὰ τέσσαρα, καὶ μάλιστα τὸ τοῦ ἁγίου μύρου καὶ τὸ τῆς μετανοίας, πάνυ πρὸς σωτηρίαν εἰσὶ χρειωδέστατα· χωρὶς γὰρ μύρου οὐδείς ἐστι τέλειος χριστιανός· σφραγίς ἐστι τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς, ὃ κἀν τῇ παλαιᾷ ὡς ἀναγκαιότατον διετάχθη, κἀν γὰρ τῇ καινῇ. Ἀλλ’ ἐπειδὴ δεύτερον οὐ δίδοται βάπτισμα, πολλοὶ δὲ καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνουσι, πῶς ἂν συγχωρήσεως τύχοιεν, μετανοίας οὐκ οὔσης καὶ ἐξομολογήσεως, καὶ τοῦ δεσμεῖν καὶ λύειν μὴ ἔχοντες ἐξουσίαν;
Τὸ δὲ καθαρτήριον πῦρ, τὸ ὑπὸ τῶν Παπιστῶν ἀναπλασθὲν ἐπὶ τῷ χρηματίζεσθαι παρὰ τῶν ἁπλουστέρων, τοῦτο οὐδ’ ἀκοῦσαι ἀνεχόμεθα ὅλως. Πλάσμα γὰρ καὶ μῦθός ἐστιν ἀτεχνῶς ἐκείνων γραώδης, ἐπὶ χρηματισμῷ καὶ ἐξαπάτῃ τῶν ἁπλουστέρων ἐφευρεθέν, καὶ ὅλως εἰπεῖν κατ’ ἐπίνοιαν ὄν, οὐδαμοῦ παρὰ τῇ θείᾳ Γραφῇ ἢ τοῖς θείοις πατράσι φαινόμενον, οὐδὲ ὅλως ὀνομαζόμενον, κἂν διαῤῥαγοῖεν οἱ τοῦτο συμπλάσαντες ἢ δεχόμενοι. Ἡμεῖς δέ φαμεν, ὅτι αἱ ὑπὲρ τῶν ἀποιχομένων ἐντεῦθεν γινόμεναι εὐποιΐαι καὶ θεῖαι λειτουργίαι τε καὶ μνη­μόσυνα καὶ αἱ ὑπὲρ αὐτῶν τῆς Ἐκκλησίας καὶ τῶν ἱερέων δεήσεις, ἐκεῖναί εἰσιν αἱ μεγάλως αὐτοὺς ὠφελοῦσαι, καὶ οὐ τὸ μηδαμῇ μηδαμῶς ὂν πῦρ καθαρτήριον· κουφίζουσι γὰρ τὰς τῶν ψυχῶν ἐκείνας ὀδύνας, ἃς ἔχουσιν ἐν τῷ ᾃδῃ. Τοῦτο δὲ δῆλον ἀπὸ τοῦ ἑκατοντάρχου, οὗ τὸν παῖδα ὁ Κύριος διὰ τὴν δέησιν τοῦ αὐτοῦ ἑκατοντάρχου ἰάσατο[5], καὶ τὸν παράλυτον διὰ τὴν πίστιν τῶν προσενεγκάντων αὐ­τὸν πρὸς αὐτὸν ἐθεράπευσε διὰ διόλης ἰάσεως[6], καὶ ἐξ ἄλλων μυρίων λαμπρότερον δείκνυται τοῦ ἡλίου. Ἀνάγνωθι περὶ τούτου ἐκ τοῦ βιβλίου τοῦ Συρίγου κεφάλαιον ιη΄.
Ἵνα γοῦν μὴ μακρήγοροι φαινώμεθα, καιρός ἐστιν ἐπὶ τὸν μέγιστον χωρῆσαι ἀγῶνα, ἐπ’ αὐτὰς δηλαδὴ τὰς προθέσεις, ἃς οὐκ ἕνι τοὺς καλουμένους τῆς παλαιᾶς εὐσεβείας Βρεττανικὰ λείψανα παραδέξασθαι. Καὶ τοῦτο οὐδὲν θαυμαστόν· γεννηθέντες γὰρ οὗτοι καὶ συντραφέντες τοῖς Λουθηροκαλβινικοῖς δόγμασι, καὶ τοιαύταις ὄντες προλήψεσι προκατειλημμένοι, ὡς κισσὸς δρυὸς ἀπρὶξ ἔχονται καὶ δυσαπόσπαστοί εἰσι. Καὶ γὰρ καὶ δευσοποιὸς βαφή, ἱματίῳ τινὶ ἐμπεσοῦσα κατὰ βάθος, δυσέκνιπτός ἐστι καὶ δυσαπόβλητος· καὶ ῥᾷον ἂν τὸ ἱμάτιον ἐκεῖνο διαφθαρείη καὶ διαλυθείη ἢ ἡ δευσοποιὸς ἐκείνη βαφὴ ἀπαλειφθείη ποτέ. Ἀλλ’ ἐπεί, «ὅπου Θεὸς βούλεται, νικᾶται φύσεως τάξις», καὶ αὐτός ἐστιν ὁ μεταποιῶν καὶ μετασκευάζων τὰ πάντα ὡς παντοδύναμος εἰς τὸ κρεῖττον, εἰς ἐκεῖνον καὶ ἡμεῖς ἐξαρτήσαντες καὶ τὰς ἡμετέρας ἐλπίδας, καὶ αὐτὸν ἐκ καρδίας θερμῶς ἐπικαλεσάμενοι, ἀποδυόμεθα ἤδη καὶ πρὸς τὰς αὐτῶν ἀποκρίσεις, ὧν ἡ α΄ πρόθεσίς ἐστι τοιαύτη ἐπὶ λέξεως.
Πρόθεσις α΄.
α΄. Κἂν τῶν παλαιῶν Συνόδων κανόνας καὶ ὁρισμοὺς μετὰ τῆς προσηκούσης εὐλαβείας αὐτοὶ λαμβάνωσι, οὐ τὴν αὐτὴν ἀξιοπιστίαν αὐτοῖς καὶ τῇ ἁγίᾳ Γραφῇ τολμῶσιν ἀπονέμειν, ἀλλὰ μὴν ἀνεῖσθαι δύνασθαι, εἰ ἢ ἀγάπη ἢ ἀνάγκη αἰτεῖται, καὶ τοῖς τῆς Ἐκκλησίας ἡγεμόσι δόξει, πεπεισμένοι εἰσί.
Ἀπόκρισις.
Τὰ ἐν τῇ πρώτῃ προθέσει ταύτῃ λεγόμενα τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ πάντη εἰσὶν ἀπαράδεκτα. Οὐ γὰρ ἀνεχόμεθα τὰ καλῶς καὶ δικαίως καὶ ὡς ἔδοξε τῷ ἁγίῳ Πνεύματι διορισθέντα καὶ νομοθετηθέντα καὶ κανονισθέντα ὑπὸ πνευματοφόρων καὶ ἁγίων ἀνδρῶν συνοδικῶς καὶ συμψήφως ἢ ἀθετῆσαι ἢ ἀλλοιῶσαι ἢ ἀποβαλέσθαι, καὶ ἕτερα ἀντινομοθετῆσαι γεννήματα τῆς καρδίας ἡμῶν, καὶ οὐ κατ’ ἐπίπνοιαν τοῦ ἁγίου Πνεύματος, καὶ ταῦτα μὴ ταῖς θείαις Γραφαῖς ἀντικείμενα ὄντα, μᾶλλον δὲ καὶ συνᾴδοντα. Τοὺς γὰρ τῶν προγεγενημένων ἱερῶν καὶ ἁγίων ἑπτὰ Συνόδων καὶ τῶν τοπικῶν, τῶν ἐν τῇ Ἀνατολῇ δηλονότι συγκεκροτημένων (ἀπὸ τῶν χρόνων τῶν Ἀποστόλων μέχρι τοῦ χρόνου καθ’ ὃν ἐβασίλευσεν ἐν Κων/πόλει Βασίλειος ὁ Πορφυρογέννητος), θεσμοὺς καὶ κανόνας, ὡς αὐτὰ τὰ ἅγια εὐαγγέλια δεχόμεθα, κατὰ τὸν β΄ τῆς ς΄ ἁγίας καί οἰκουμενικῆς Συνόδου κανόνα, καὶ τὴν γ΄ διάταξιν τοῦ β΄ τίτλου τῶν Νεαρῶν, ἐν ᾖ εὑρίσκομεν, ὅτι δεῖ τοὺς κανόνας τῶν ἑπτὰ Συνόδων καί τὰ δόγματα κρατεῖν ὡς τὰς θείας Γραφάς. Αὕτη ἐστὶν ρλα΄ νεαρὰ Ἰουστινιάνειος, κειμένη ἐν βιβλίῳ ε΄ τῶν Βασιλικῶν, τίτλῳ β΄ διατάξει ιβ΄, ὅτι οἱ τοῖς κανόσιν ἐναντιούμενοι πνευματικοὶ τύποι ἄκυροί εἰσι. Δῆλον δὲ καὶ διατὶ τοὺς τῶν ἱερῶν Συνόδων κανόνας ὡς τὰς θείας δεχό­μεθα Γραφάς, ὅτι θεοφόρων ἀνδρῶν θεσμοὶ εἰσίν, οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, ὡς καὶ τοὺς Ἀποστόλους καὶ τοὺς Προφήτας, οὕτω καὶ τοὺς διδασκά­λους, καθὼς ὁ θεῖος Ἀπόστολος διδάσκει[7], οἳ καὶ θείῳ Πνεύματι ἐμπνευσθέντες ἐθέσπισαν τοὺς τοιούτους κανόνας, ἵν’ ἔχωμεν αὐτοὺς ὡς λύχνους φαίνοντας ἐν αὐχμηρῷ τόπῳ[8], καθὰ καὶ τὰς θείας Γραφάς. Τὸ γὰρ διὰ τῶν Ἀποστόλων, ὡς προείρηται, λαλῆσαν ἅγιον Πνεῦμα, τὸ αὐτὸ καὶ διὰ τῶν θεοφόρων Πατέρων λελάληκε, καὶ οὐχ ἕτερον. Τοῦτο, ὅ φαμεν, καὶ αὐτὸς ὁ Κύριος ἀπεφήνατο εἰπών· «ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ»[9], καὶ τὰ ἑξῆς. Τίνι οὖν λόγῳ τολμήσωμεν ἡμεῖς αὐθαδῶς καὶ ἀνυποστόλως ἀθετῆσαι καὶ αὐτὴν τὴν πολλοστὴν τῶν θείων Πατέρων διάταξιν καὶ θεσμοθεσίαν καὶ ταῦτα μὴ ταῖς θείαις Γράφαις ἀντιφθεγγομένην, καὶ μάλιστα τῶν ὅσα περὶ θείων δογμάτων ἀπεφάνθησάν τε καὶ ὁμοφώνως ἐκυρώθησαν; Εἰ δὲ τίς ποτε συγκατάβασις καὶ οἰκονομία ἐγένετο, ἴσως ἐν ὅσοις τρόπῳ συμβουλῆς περὶ ἔθη καὶ τάξεις καὶ συνη­θείας μακρὰς ᾠκονομήθη, ἀλλ’ οὐκ ἐν ὅσοις περὶ πίστεως καὶ δογμάτων ὁ λόγος. Ὡς λόγου χάριν τὸ μὴ ἰχθυοφαγεῖν ἐν τῇ μεγάλῃ τεσσαρακονθημέρῳ νηστείᾳ· τοῦτο γὰρ παρὰ τοῖς τὰ βορειότερα κατοικοῦσι διὰ τὴν σπάνιν τῶν ἀπὸ γῆς βρωμάτων, βοτανῶν δηλαδὴ καὶ ὀσπρίων καὶ ἄλλων καρπῶν, συγκαταβατικῶς συγκεχώρηται, καὶ τοῦτο πάλιν μετὰ συνοδικῆς ἀποφάσεως. Οὐ γὰρ ἔχει τις ἄδειαν ἐν τῇ Ἐκκλησίᾳ ποιεῖν, ὅπερ ἂν αὐτῷ δόξοι, ἀλλὰ μετὰ συνοδικῆς συνδιασκέψεως ἡ περὶ τῶν ἐκκλησιαστικῶν ὑποθέσεων κρίσις τε καὶ ἀπόφασις γίνεται, ὡσαύτως καὶ συγκατάβασις ἢ οἰκονομία, εἰ τούτων γένηται χρεία τις ἀναγκαία. Ἐν γὰρ τοῖς θείοις δόγμασιν οὐδαμοῦ χώραν ἔχει ποτὲ ἡ οἰκονομία ἢ συγκατάβασις· ταῦτα γὰρ ἀσάλευτά εἰσι, καὶ ὑπὸ πάν­των τῶν Ὀρθοδόξων ὡς ἀπαράβατα ἐν πάσῃ εὐλαβείᾳ διαφυλάττονται· καὶ ὁ μικρόν τι τούτων παραβαίνων, ὡς σχισματικὸς καὶ αἱρετικὸς κατακρίνεται καὶ ἀναθεματίζεται, καὶ ἀκοινώνητος παρὰ πᾶσι λογίζεται. Τὰς μέντοι λῃστρικὰς Συνόδους τῶν αἱρετικῶν, ἕως τὴν ἐν Ἐφέσῳ ποτὲ τῶν Ἀρειανῶν, -οὐ τὴν τῶν Ὀρθοδό­ξων-, καὶ τὴν τῶν εἰκονομάχων, καὶ τὰς τῶν Παπιστῶν οὐδόλως δεχόμεθα, καὶ μάλιστα τὸ ἐν Φλωρεντίᾳ Καϊαφαϊκὸν συνέδριον, ὡς λῃστρικόν τε καὶ βίαιον, καὶ μήτε τὸν τύπον φύλαξαν τῆς ἐν Ἱερουσαλὴμ γεγονυίας τῶν Ἀποστόλων, οὔτε τῶν προτέρων ἑπτὰ οἰκουμενικῶν ἁγίων Συνόδων, ἀλλὰ τὸν Πάπαν ἐσχηκὸς καὶ ἀντιφθεγγόμενον, δηλαδὴ κρινόμενον καὶ ἐναγόμενον, καὶ κριτὴν τὸν αὐτὸν ἐπὶ θρόνου δικάζοντα καὶ ἀποφαινόμενον κατὰ τὸ αὐτῷ ἀρέσκον, πάντως τυραννικῶς καὶ ἀθέσμως. Τὰς τοιαύτας οὖν συνόδους καὶ τοὺς ἐκείνων νεωτεριστικοὺς καὶ ἀθέσμους κανόνας οὐδόλως παραδεχόμεθα, ἀλλὰ καὶ ἀποστρεφόμεθα καὶ καταδικάζομεν. Εἰ οὖν βούλονται οἱ καλούμενοι τῆς ἐν Βρεττανίᾳ παλαιᾶς εὐσεβείας λείψανα ὁμονοῆσαι ἡμῖν τοῖς Ὀρθοδόξοις ἀνατολικοῖς, καλῶς ποιήσουσιν ἐὰν κἀν τούτῳ τῷ μέρει συμφρονήσωσιν ἡμῖν, τ’ ἀληθῆ καὶ φρονοῦσι καὶ λέγουσι. Καὶ ταῦτα μὲν συντόμως εἰπεῖν περὶ τῆς α΄ ταύτης προθέσεως ἀποχρώντως εἴρηται· μεταβῶμεν ἤδη καὶ περὶ τὴν β΄, ἔχουσαν οὕτω κατὰ λέξιν.
Πρόθεσις β΄.
β΄. Κἂν τὴν ἁγίαν παρθένον Θεοτόκον εὐλογημένην προσαγορεύουσι καὶ χρηματίζουσι, κἄν γε μὲν τὴν χάριν θείαν τοσαύτης τῆς τιμῆς καὶ μεγαλοπρεπείας αὐτὴν ἀξιώσασαν ἔμπροσθεν τῆς Ἐκκλησίας μεγαλύνωσι, μή ποτε αὐτὴν ταῖς ἄγαν εὐφημίαις καὶ ἐπαίνοις κοσμοῦντες, τὴν τοῦ Θεοῦ δόξαν τῇ κτίσει ἔστιν ὅπως ἀπονέμειν δοκῶσιν, αἱροῦνται μᾶλλον τὸν Θεὸν αὐτὸν αἰνεῖν ὡς ἐπὶ ὑπερ­τάτῃ χάριτι αὐτῇ δοθείσῃ, οὕτως καὶ ἐπὶ πάσαις ταῖς εὐεργεσίαις ἐντεῦθεν ἐπὶ τοὺς ἀνθρώπους καταβαινούσαις, καὶ ἅμα μετ’ αὐτῆς εὐχαριστεῖν.
Ἀπόκρισις.
Ἐνταῦθα, ἔξεστι δικαίως ἀναβοῆσαι τὸ τοῦ Δαυῒδ· «ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος»[10]. Πῶς γὰρ καὶ ἡμεῖς τοσοῦτον αὐτὴν τὴν ὑπέραγνον Θεοτόκον καὶ ἀειπάρθενον Μαρίαν εὐφημοῦντες καὶ ἐξαίροντες, οὐδέποτε τὴν δόξαν τοῦ Θεοῦ ἀπενείμαμεν ὅλως ἢ αὐτῇ ταύτῃ τῇ ὑπερενδόξῳ ἢ ἄλλῃ τινὶ κτίσει, ἀλλ’ ἕνα καὶ μόνον διὰ παντὸς γινώσκομεν καὶ σεβόμεθα Θεόν, δημιουργὸν καὶ κτίστην τῶν ὁρωμένων πάντων καὶ ἀοράτων, καὶ αὐτῷ μόνῳ λατρεύομεν, αἰνοῦμέν τε καὶ δοξολογοῦμεν ὡς Θεὸν παντοκράτορα. Οἴδαμεν γὰρ διαιρεῖν τὴν προσκύνησιν, καὶ τὴν μὲν λατρευτικὴν Θεῷ μόνῳ ἀποδιδόαμεν, τὴν δὲ δουλικὴν τοῖς ἁγίοις ἀποστόλοις, μάρτυσι καὶ δικαίοις, καὶ θεοφόροις ἁγίοις πατράσι, τιμῶντες αὐτοὺς ὡς δούλους πιστοὺς καὶ φίλους ἀληθινοὺς τοῦ Θεοῦ, κἀν τούτῳ τὸν ἱεροψάλτην Δαυῒδ ἐκμιμούμενοι λέγοντα· «ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός»[11]. Οὓς γὰρ ὁ Κύριος ἐκάλεσε φίλους ἑαυτοῦ καὶ υἱοὺς (φησὶ γάρ, οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους καὶ υἱοὺς καὶ συγκληρονόμους[12]), τούτους καὶ ἡμεῖς δουλικῶς, οὐ λατρευτικῶς, τιμῶμεν καὶ προσκυνοῦμεν καὶ εἰς πρεσβείαν ἐπικαλούμεθα, ὡς καὶ μετὰ θάνατον ζῶντας, καὶ χάριν θεόθεν λαβόντας, ὥστε καὶ τὰ ἐνταῦθα γινόμενα ὁρᾶν καὶ ἀκούειν, καθὰ δήπουθεν καὶ οἱ Ἄγγελοι. Καὶ ἄκουσον Εὐσεβίου τοῦ Παμφίλου τί φησιν ἐν τῷ λόγῳ β΄ τῷ εἰς τὸν βίον τοῦ μεγάλου Κωνσταντίνου[13]· ὁ μέγας (φησὶ) Κωνσταντῖνος ἐν τῷ προστάγματι αὐτοῦ τὰς οὐσίας τῶν μαρτύρων, εἰ μὴ ἔχοιεν κληρονόμους, ἡ Ἐκκλησία κληρονομείτω. Διατί; οὐκ ἔστι πάντως (φησὶ) οὐδὲ τοῖς ἀπελθοῦσι τοῦτο βαρύ, εἴπερ ἧς ἕνεκα πάντας ὑπέστησαν πόνους, κληρονόμον ἐντυχοῖεν ταύτην. Τὴν δὲ δέσποι­ναν ἡμῶν Θεοτόκον Μαρίαν ὑπερδουλικῶς μετὰ Θεόν, οὐχ ὅμως ὡς Θεόν, ἀλλ’ ὡς Θεοτόκον καὶ μητέρα Θεοῦ προσκυνοῦμεν, ἀλλ’ οὐ λατρευτικῶς· μὴ γένοιτο, ἄπαγε τῆς βλασφημίας. Θεὸν γὰρ καὶ μόνον λατρευτικῶς προσκυνοῦμεν, αὐτὴν δὲ πρὸς τὸν Θεὸν ὑπὲρ τῶν μετὰ τὸ βάπτισμα ἡμῖν ἐπταισμένων πρέσβυν πρὸς τὸν Θεὸν προβαλλόμεθα, καὶ δι’ αὐτῆς ἐλπίζομεν παρὰ Θεοῦ τυχεῖν συγχωρήσεως. Τοῦτο λοιπὸν μὴ ταραττέτω ὑμᾶς· οὐδεὶς γάρ, εἰμὴ πάντῃ φρενήρης εἴη καὶ ἀσύνε­τος ὅλως, τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσειεν ἢ λατρεύσειε, πλὴν εἰ μή τις εἴη εἰδωλολάτρης, πολύθεος καὶ ἄφρων παντάπασι. Τιμῶμεν γὰρ καὶ αὐτοὺς τοὺς ἐπιγείους βασιλεῖς καὶ στεφανοῦμεν, καὶ αὐτοῖς ἐν πολλῇ ταπεινώσει ὑποκύπτομεν καὶ γονυπετῶς αὐτοὺς προσκυνοῦμεν, ἀλλ’ οὐ διὰ τοῦτο ἀνθρωπολάτραι κληθείημεν ἄν, οὐδὲ ὡς λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα λογισθείημεν· δουλικὴν γὰρ προσκύνησιν αὐτοῖς ἀπονέμομεν, ὡς δούλους ἐκλεκτοὺς Θεοῦ καὶ παρ’ αὐτοῦ τετιμημένους, καὶ διὰ τοῦτο θεοστεφεῖς καὶ ὄντας καὶ καλουμένους, καὶ οὐκ ἂν πότε ὑπὸ μομφὴν εἴημεν. Πρόσθες ὅτι καὶ βασιλεὺς αὐτὸς ὁ ἐπίγειος, ὁρῶν τοὺς αὐτοῦ γνησιωτάτους τῶν φίλων ἢ καὶ θεραπόντων παρὰ τῶν ἄλλων τῶν ὑπὸ χεῖρα τιμωμένους τε καὶ προσκυνουμένους, γάννυται καὶ δαψιλέσιν ἐκείνοις τῆς τοιαύτης τιμῆς ἀντιμείβεται χάρισιν· οὐ γὰρ τὴν αὐτὴν ἐκείνοις βασιλικὴν καὶ βασιλεῖ μόνῳ πρέπουσαν τιμὴν ἀπονέμουσιν, ἀλλὰ τὴν ὡς φίλοις βασιλέων ἁρμόζουσαν. Ὅμως, εἰ τοῦτο αὐτοὺς σκανδαλίζει, μὴ λεγέτωσαν, ὑπεραγία Θεο­τόκε βοήθει ἡμῖν, ἀλλά: εὔσπλαγχνε καὶ παντοδύναμε Κύριε, ταῖς τῆς παναγίας παρθένου καὶ Θεοτόκου Μαρίας πρεσβείαις βοήθει καὶ σῷζε ἡμᾶς· ἕως ἂν καὶ πρὸς ἐκεῖνο μετὰ χρόνον συνεθισθῶσιν. Ἀλλὰ μεταβῶμεν καὶ πρὸς τὴν γ΄ πρόθεσιν, οὕτω διεξιοῦσαν.
Πρόθεσις γ΄.
γ΄. Κἂν ῥᾳδίως συγχωρῆται οὐ μόνον τοὺς ἀγγέλους, ἀλλὰ καὶ τοὺς ἁγίους τοὺς μακαρίους διὰ τὴν τοῦ ἑνὸς ἁμαρτωλοῦ μετάνοιαν καὶ τὴν τοῦ ἑνὸς μετανοοῦντος προκοπὴν οὐρανόθι συγχαίρειν, κἂν μέντοι αὐτούς, τῶν εὐχῶν ἡμῶν καὶ θυσιῶν δεόντως τῷ Θεῷ προσφερομένων καὶ ἐν τῇ τῆς Ἐκκλησίας κοινωνίᾳ ὁσίως διαπραττομένων, ἑαυτοὺς ἡμῖν συνενοῦν ἀξιόπιστον εἶναι δόκει. Ἵνα δὲ μὴ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς διακονίας μεσιτευτικῆς κἂν σμικρότατόν τι ἀφαιρεῖν ὑποπτευώμεθα, εὐσεβής τις ζῆλος ἀπαγορεύει τὸν ἅγιόν τινα ἢ τὴν ἁγίαν, τὴν αὐτὴν μενοῦν γε Παρθένον τὴν ἀεὶ εὐλογουμένην, προσκυνεῖν ἐν τῷ ῥητῶς ἢ ἐπ’ εὐθείας ἐπικαλεῖν. Οὐδαμῶς δὲ κωλύει τοῖς οὕτω προσκυνοῦσι καὶ ἐπικαλοῦσι τῷ Πνεύματι συνεννοουμένοις μίαν σὺν αὐτοῖς κοινωνίαν ἐν τελείᾳ ἀγάπῃ ἀεὶ σπουδάζειν.
Ἀπόκρισις.
Τὰ αὐτὰ ἅπερ ἄνωθεν εἴπομεν, καὶ πρὸς ταύτην τὴν παροῦσαν ἀποκρινόμεθα πρόθεσιν. Ὃν δέ φασι ζῆλον, φαίνεται εἶναι ὡς ὁ ζῆλος ἐκείνων, περὶ ὧν ὁ θεῖος Ἀπόστολος εἴρηκεν. «Μαρτυρῶ γάρ, φησίν, αὐτοῖς, ὅτι ζῆλον ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν»[14]. Καὶ συγγνώτωσαν ἡμῖν τοιαῦτα φθεγγομένοις πρὸς αὐ­τούς· αὐτοὶ γὰρ φιλευσεβεῖς ἑαυτοὺς λέγοντες, κἂν ταῖς ἱεραῖς καὶ θειογραφικαῖς βίβλοις καὶ ἐν τοῖς τῶν ἁγίων Πατέρων ἀεὶ ἐγκύπτοντες συγγράμμασι καὶ διδασκαλίαις, πῶς οὐ συνορῶσιν, ὅτι δίκαιόν ἐστι καὶ Θεῷ εὐαπόδεκτον, τιμᾶν τοὺς ἁγίους καὶ μάλιστα τὴν Θεοτόκον Μαρίαν τὴν παρθένον, καὶ πρέσβεις αὐτοὺς εἰς συγγνώμην τῶν καθ’ ἡμέραν πλημμελουμένων ἡμῖν πρὸς Χριστὸν τὸν Θεόν, τὸν μόνον ἀληθινὸν μεσίτην τῆς ἡμῶν σωτηρίας καὶ ἀπολυτρώσεως ἐκ τῆς τοῦ δια­βόλου τυραννίδος, δι’ οὗ κατηλλάγημεν τῷ Θεῷ[15] καὶ Πατρί, καὶ δι’ οὗ τὴν προσ­αγωγὴν ἐσχήκαμεν[16]. Ἐκεῖνος καὶ γὰρ μεσίτης ἐστὶ τῆς πρὸς τὸν Θεὸν καὶ Πατέρα ἡμῶν καταλλαγῆς, ὅτι ἐχθροὺς ἡμᾶς ὄντας Θεῷ διὰ τὴν παρακοὴν καὶ παράβασιν τοῦ προπάτορος ἡμῶν Ἀδάμ, κατήλλαξεν ἡμᾶς· οὔτε γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, καὶ ἐσμὲν χάριτι σεσωσμένοι[17]. Οἱ δὲ ἅγιοι καὶ ἡ Θεοτόκος μεσιτεύουσιν ὑπέρ τε τῶν μετὰ τὸ βάπτισμα ἡμῖν γινομένων πα­ραπτωμάτων, ὑπέρ τε μετανοίας ἡμῶν (χαίρουσι γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι[18]) καὶ ὑπὲρ βοηθείας καὶ ἀντιλήψεως ἡμῶν καὶ ἀπαλλαγῆς κινδύνων καὶ ἄλλων συμφορῶν ἢ νόσων ἢ ὀδυνῶν ἢ σεισμῶν ἢ ἐμπρησμῶν ἢ λοιμοῦ ἢ λιμοῦ ἢ ἐπιδρομῆς ἀλλοφύλων ἢ ἐμφυλίου πολέμου ἢ καταποντισμοῦ ἢ αὐχμοῦ, καὶ ἑτέ­ρων διαφόρων δεινῶν καὶ χαλεπῶν μεσιτεύουσιν, ὅπως ἡμᾶς ἐκ πάντων τούτων διαφυλάξοι ὁ τῶν ὅλων Θεός. Μὴ γὰρ διὰ ταῦτα μεσίτης ἡμῶν ὁ Χριστὸς πρὸς τὸν Θεὸν καὶ Πατέρα λέγεται· εἰ γὰρ οἱ ταῦτα λέγοντες τὸν Χριστὸν τοιοῦτον λέγουσι μεσίτην, λεγέτωσαν λοιπὸν κἀν ταῖς πρὸς Θεὸν αὐτῶν προσευχαῖς· ὕψιστε καὶ πολυεύσπλαγχνε Θεέ, (καὶ) πρεσβείᾳ καὶ μεσιτείᾳ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, ἐλέησον ἡμᾶς. Ἀλλὰ τοῦτο λέγειν ἄτοπόν ἐστι πάντως, καὶ τολμῶ λέγειν βλάσφημον. Ἡμεῖς δὲ λέγομεν· Κύριε Ἰησοῦ Χριστέ, διὰ πρεσβειῶν τῆς ὑπεραγίας Θεοτόκου ἢ τοῦ σοῦ βαπτιστοῦ Ἰωάννου, ἐλέησον ἡμᾶς, καὶ ἄφες τὰ πλημμελήματα ἡμῶν. Ὅτι δὲ πρεσβεύουσι καὶ οἱ ἅγιοι πρὸς Θεὸν ὑπὲρ ἡμῶν, ἀναγνώτωσαν τὰ περὶ τοῦ Ἐζεκίου βασιλέως, πῶς διὰ Δαυῒδ λελύτρωται τοῦ Σεναχιρείμ[19]. Δῆλον δὲ ὅτι καὶ ὑπὲρ τοῦ Πέτρου ἐγίνετο προσευχὴ ἐκτενὴς πρὸς τὸν Θεόν, ὅτε καθεῖρκτο[20]. Ἀλλὰ καὶ ὁ θεῖος Παῦλος πρεσβείας καὶ μεσιτείας ἐδέετο τῆς πρὸς τὸν Θεὸν λέγων· «παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ»[21]. Ὁ οὖν θεσπέσιος Παῦλος, μεσίτας ἀνθρώπους πρὸς τὸν Θεὸν προβαλ­λόμενος, οὐκ ἀναιρεῖ πάντως τὸ εἶναι τὸν Χριστὸν μόνον μεσίτην πρὸς τὸν Θεὸν καὶ Πατέρα τῆς ἡμῶν καταλλαγῆς πρὸς τὸν Θεὸν καὶ ἀπολυτρώσεως. Οὕτω γίνεται καὶ νῦν παρ’ ἡμῶν κατὰ μίμησιν Πέτρου καὶ Παύλου, ὑπὲρ ὧν ἐπρέσβευον καὶ προσηύχοντο ἐκτενέστατα οἱ πιστοί. Παρέντες οὖν, ὦ φιλευσεβεῖς, τὰ τοιαῦτα μορμολύκεια, ἐνστερνίσασθε βεβαίως τὰ εὐσεβέστατα καὶ ψυχωφελῆ καὶ μηδοπωσοῦν βλάπτοντα. «Ἐρευνᾶτε, φησί, τὰς Γραφάς, ὅτι ἐν αὐταῖς ζωὴν αἰώνιον εὑρήσετε»[22], καὶ ἀπαλλάγητε τῆς ἐκ τῶν προλήψεων προσγεγενημένης ὑμῖν δει­νῆς δουλείας καὶ οἷον αἰχμαλωσίας, λυτρωθέντες μὲν ἐκείνων, τοῖς δ’ ἀληθέσι καὶ ἀπ’ ἀρχῆς παραδεδομένοις ὑποκλιθέντες δόγμασι καὶ διδάγμασι καὶ ταῖς τῶν θείων Πατέρων παραδόσεσιν, ὅσαι μὴ ταῖς θείαις Γραφαῖς ἀντιπίπτουσιν. Ἔχο­μεν δὲ περὶ ὑμῶν ἐλπίδας χρηστὰς καὶ πνευματικῶς ἐν καρδίᾳ σκιρτῶμεν καὶ ἀγαλλόμεθα ὑπὲρ ὑμῶν· παρέχετε γὰρ ἡμῖν (ἐξ ὧν ἐν τῇ προθέσει ταύτῃ τεκμήρασθαι δυνάμεθα) βεβαίας τῆς εὐκταίας καὶ πολυποθήτου τερπνῆς ὁμονοίας καὶ συμφρονήσεως ἐλπίδας. Ἥτις, ναὶ Χριστὲ βασιλεῦ, γένοιτο τῇ σῇ πανσθενεστάτῃ ἀντιλήψει ἐν τάχει, πρεσβείαις τῆς παναχράντου σου μητρὸς καὶ πάντων τῶν ἁγίων, ἧσπερ ἡμεῖς διαπύρως καὶ ἐκ μέσης, ὡς εἰπεῖν, ἐφιέμεθα τῆς καρδίας.
Πρόθεσις δ΄.
δ΄. Κἂν ἐν τῷ μυστηρίῳ τοῦ θυσιαστηρίου διὰ τῆς ἐπικλήσεως τοῦ Πνεύμα­τος τοῦ ἁγίου ἐπὶ τοῖς στοιχεῖοις τι θεῖον ἐνεῖναι πιστεύωσι, πόθεν τό τοῦ Χρι­στοῦ σῶμα καὶ αἷμα ὑπὸ τῶν πιστῶν τῷ ὄντι προσλαμβάνεται· τοῦτο δὴ οὐ τοιούτως γίνεσθαι, ὥστε ὑπὸ τῆς σαρκὸς καὶ πνεύματος κατανοεῖσθαι δύνασθαι, καὶ τοιγαροῦν οὔτε ἐν τοῖς γραπτοῖς οὔτε ἐν τῇ παραδόσει παλαιᾷ θεμέλιόν τινα πρὸς τὸν τοῦ τρόπου διορισμὸν ὁρῶντας. Τοῦτον τοίνυν τὸν τρόπον ἀόριστον καὶ ἀπαρέμφατον εἶναι δέονται, ἵνα ἕκαστος κατὰ τὴν αὐτοῦ τοῦ Χριστοῦ ἐντολὴν καὶ τὸν νοῦν τῇ πίστει σεβάσμιον τοῦτο τὸ μυστήριον λαμβάνειν δυνηθῇ, καὶ αὐτὸν τὸν Χριστὸν ἐν Πνεύματι προσκυνῇ αὐτῷ, ὥσπερ ἀληθῶς παρόντι ἐμβλέπων, ἅγια δὴ τῆς παρουσίας αὐτοῦ σύμβολα οὐ προσκυνῶν οὔτε προσκυνεῖν δεδεμένος.
Ἀπόκρισις.
Πῶς ἔνι μὴ φρίξαι τῶν εὐσεβῶν ἕκαστον ἐνταῦθα τοιαύτας ἀκούοντα (τολμῶ εἰπεῖν) βλασφημίας; Τὸ γὰρ μὴ βούλεσθαι τὸν ἱερουργηθέντα ἄρτον καὶ εἰς σῶμα μεταβεβλημένον Χριστοῦ προσκυνεῖν, ταὐτόν ἐστι μηδὲ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν δημιουργὸν ἡμῶν καὶ σωτῆρα, μὴ βούλεσθαι (φεῦ) προσκυνεῖν. Τί γὰρ ἄλλο ἐστὶν ὁ ἱερουργηθεὶς ἄρτος μετὰ τὸ διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος ἁγιασθῆναι καὶ μετουσιωθῆναι; Οὐδὲν ἄλλο πάντως ἢ αὐτὸ τὸ ἀληθὲς σῶμα τοῦ Κυρίου, ταὐτὸν εἰπεῖν αὐτὸς ὁ Χριστός, ὁ δοὺς τοῦ­τον τοῖς θείοις αὐτοῦ μαθηταῖς, καὶ εἰπών, «τοῦτό ἐστι τὸ σῶμά μου», καὶ «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»· καὶ γὰρ «ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις»[23]. Εἰ δὲ ὃ ἐσθίομεν, ὁ ἡγιασμένος δηλαδὴ ἄρτος, οὐκ ἔστιν αὐτὸ τὸ τοῦ Χριστοῦ σῶμα, καὶ οὐδὲ χρή, ὥς φατε αὐτοί, προσκυνεῖσθαι, ποῖον ἕτερον ἔσται; Εἰ δὲ ἐστί τις ἑτέρα χάρις ἑνοῦσα τῷ ἁγίῳ ἄρτῳ, ὡς λέγετε, ἄρα οὐ σώματος Χριστοῦ μεταλαμβάνετε, ἀλλὰ χάριτος, ἥτις οὔτε οὐσία ἐστὶν οὔτε σῶμα Χριστοῦ, ἀλλά τι πνευματικὸν δώρημα. Οὐκ ἀκούετε τοῦ Κυρίου εἰπόντος, «τοῦτό ἐστι τὸ σῶμά μου»; Ἀλλ’ ὅπερ οὐκ εἶπεν ὁ Κύριος, πῶς ὑμεῖς δι­δάσκετε, ὥσπερ ἐπιδιορθοῦντες τὰ ῥήματα τοῦ Κυρίου; φάσκετε γὰρ ἐν τῷ ἄρτῳ ἐνεῖναί τι θεῖον. Μὴ γένοιτο· οὐκ εἶπεν ὁ Κύριος, ἐν τούτῳ ἢ ὑπὸ τούτῳ ἢ σὺν τούτῳ ἐστὶ τὸ σῶμά μου, ἀλλὰ τοῦτο αὐτό ἐστι τὸ σῶμά μου, δείξας αὐτοῖς τὸν ἐν τῇ χειρὶ αὐτοῦ κατεχόμενον ἄρτον. Μὴ παρασύρωμεν καὶ παρερμηνεύωμεν τὰ Κυριακὰ λόγια, ἀλλ’ ὡς ὁ Κύριος ἐνενόει, οὕτω καὶ ἡμεῖς τῇ αὐτῇ διανοίᾳ ἐκλάβωμεν ταῦτα, ὅτι ὁ ἄρτος τῆς προθέσεως τοῦ θυσιαστηρίου τῆς νέας χάριτος μεταβάλλεται εἰς σῶμα Χριστοῦ διὰ τῆς ἐπικλήσεως καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος καὶ τῆς εὐχῆς καὶ εὐλογίας τοῦ ἱερέως λόγοις ἀῤῥήτοις, μενόντων μόνων τῶν συμβεβηκότων ἀμεταβλήτων, ἁγιαζομένων ὅμως καὶ αὐτῶν, ἄρ­του δὲ οὐσίας οὐκέτι οὔσης ὑπ’ ἐκεῖνα τὰ συμβεβηκότα, σώματος δὲ ἀληθοῦς τοῦ Κυρίου, ἅτε δὴ τῆς οὐσίας τοῦ ἄρτου μεταβληθείσης εἰς αὐτὸ τὸ ἐν οὐρανοῖς ἱδρυμένον τὸ τοῦ Χριστοῦ σῶμα καὶ ἓν σὺν ἐκείνῳ γεγενημένης, καὶ οὐκέτι οὐσῶν δύο ἢ πολλῶν θυσιῶν, εἰ καὶ πολλαὶ ἐν διαφόροις ναοῖς γένοιντο θυσίαι ἀναίμακτοι, ἀλλὰ μιᾶς καὶ μόνης τρόπῳ ὑπερφυεῖ. Διὸ καὶ προσιόντες αὐτῷ τῷ μεταποιηθέντι εἰς σῶμα Χριστοῦ, ἄρτῳ διὰ τὰ φαινόμενα συμβεβηκότα καλουμένῳ, λέγειν ὀφείλομεν ἐκεῖνα ταῦτα ἅπερ καὶ ὁ Πέτρος εἰρήκει[24]. Πιστεύω, Κυ­ριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον σῶμά σου, πρὸς τὸν ἅγιον ἀτενίζοντες ἄρτον, καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον αἷμά σου, πρὸς τὸ ἅγιον ἀφορῶντες ποτήριον, ἵνα καὶ ἡμεῖς σὺν ἐκείνῳ τοῦ αὐτοῦ ἀπολαύσωμεν μακαρισμοῦ. Ἀνάγνωτε τοὺς πρὸ ἡμῶν καὶ ὑμῶν ἁγίους πατέρας, τοὺς ἀπ’ αὐτῶν τῶν Ἀποστόλων καὶ μέ­χρι τοῦδε λαμπρῶς διαλάμψαντας, καὶ ἐν πᾶσιν αὐτοῖς εὑρήσετε, ὅτι ὁ ἄρτος τῆς προθέσεως μεταβάλλεται, μεταῤῥυθμίζεται, μεταποιεῖται, μειουσιοῦται εἰς αὐτὸ τὸ τίμιον καὶ πανακήρατον τοῦ Κυρίου σῶμα, καὶ οὐκέτι μένει ἄρτος. Μεταβέβληται γὰρ εἰς ἐκεῖνο, ὃ οὐκ ἦν πρὸ τοῦ ἁγιασμοῦ, καθά φησι καὶ Κύριλλος Ἱεροσολύμων κατηχήσει α΄ καὶ ε΄ καὶ ἀλλαχοῦ. Ἀλλ’ ἵνα μὴ πάσας τὰς μαρτυρίας αὐ­τῶν ἐνταῦθα γράφοντες κατὰ λέξιν ἐκτείνωμεν τὴν γραφήν, παραπέμπομεν ὑμᾶς εἰς τὸ ιζ΄ κεφάλαιον τῆς τοῦ Συρίγου κατὰ Λουθηροκαλβινιστῶν συγγραφείσης βίβλου, σελίδι ριε΄, τυπωθείσης ἐν Βουκουρεστίῳ ἐν ἔτει 1690, καὶ εὑρήσετε πά­σας σχεδὸν ἐκεῖσε κειμένας αὐτολεξεί, ἃς καὶ μετ’ ἀδείας ἐσκεμμένης διέλθοιτε. Δῴη δὲ ὁ Κύριος, ἵνα καὶ κατὰ τὸν εὐσεβῆ αὐτῶν σκοπὸν καὶ ὀρθὸν λογισμὸν συνήσητε ταύτας καὶ ἀποδέξησθε.
Πρόθεσις ε΄.
ε΄. Κἂν πάντων τῶν πιστῶν ὑπὲρ Χριστοῦ μαρτύρων μνημοσύνην διὰ τιμῆς ἔχωσιν, οὔτε κατ’ αὐτὸ παράνομον εἶναι διαβεβαιῶνται τῇ φαντασίᾳ εἰκόσιν ἢ γλυπταῖς ἢ γραπταῖς βοηθεῖν τούτων τῶν μαρτύρων ἢ πράξεις ἢ παθήματα ἔνδοξα παρισταμέναις ἢ τὰ πρόσωπα ψιλῶς ἀποφαινούσαις· σφόδρα μὲν φοβοῦνται τὸ ἐντεῦθεν σκανδαλίσειν ἐνθάδε τοὺς Ἰουδαίους καὶ τοὺς Μαχυμηδανούς, αὐτόθι δὲ τοὺς τῆς εὐδοκίας χριστιανούς, καὶ τούτους οὐκ ὀλίγους· καὶ ἔτι ὑπόληψίς τις οὐκ ἐλαφρὰ ὑποφύεται, εἰ καὶ οἱ σοφώτεροι ἀκίνδυνοι μένουσι, τοιαύτης τῶν εἰκόνων καταχρήσεως ἀσφαλεῖς, ἐκ τοῦ πλήθους τοὺς μὲν ἀπαιδεύτους ἐξαπατήσεσθαι καὶ πρὸς τὴν λατρείαν ἀσεβῆ καὶ παράνομον ἀπρονοήτους μεταβήσεσθαι. Οὐκοῦν πρὸς τὸ ταῦτα τὰ κακὰ προφυλάττεσθαι τοῖς τῆς Ἀνατολικῆς Ἐκκλησίας πατριάρχαις καὶ ἐπισκόποις προβάλλεται, ἵνα τῆς συνόδου τῆς ἐν Νικαίᾳ δευτέρας ὁ κανὼν ἔνατος περὶ τῶν εἰκόνων διὰ τῆς φρόνιμης ὑμῶν ἐπιεικείας τοιούτως ἑρμηνεύηται, ὥστε πᾶν δίκαιον ἔγκλημα προφθάνειν, καὶ τὸ σκάνδαλον διὰ τῆς λατρείας ὀρθῆς προσοικειωθείσης ἀφαιρεῖν.
Κυρωσαμένης ταύτης τῆς συνθήκης μετά τινων ἐξαιρέσεων καὶ συγχωρή­σεων, διδόμενων ἑκατέρωθεν καὶ λαμβανομένων, προβάλλεται ἔτι, ἵνα Λουνδινόθι ἢ ἐγγὺς τοῦ Λουνδίνου τὸ ἱερόν τι οἰκοδομῆται, τῇ διοικήσει προσῆκον τοῦ τῆς Ἀλεξανδρείας πατριάρχου, ὃ εἰς διηνεκὲς τούτου πράγματος μνημόσυνον ὀνομασθήσεται ἡ τῆς ὁμονοίας ἐκκλησία, ὁποῦ καιρῶν τινων τεταγμένων τῇ λειτουργίᾳ ἀγγλικῇ χρῆσθαι, ὥσπερ ὑπὸ τοῦ αὐτοῦ Πατριάρχου ἢ ὑπὸ τῆς Ἀνατολικῆς Ἐκ­κλησίας συνοδικῶς παρασταθείσης δοκιμασθήσεται ἢ συγχωρηθήσεται, τοῖς Βρεττανοκαθολικοῖς συμφωνήσασιν ἐξέσται. Ἑτέρωθεν δέ, ἐάν ποτε ἀξιώσῃ ὁ Θεὸς τὴν Ἐκκλησίαν Βρεττανικὴν ἤδη μετὰ τῶν ἐπισκόπων αὐτῆς ὑπὸ τοῦ σταυροῦ στενάζουσαν ἐλεεῖν καὶ ἀποκαθιστάνειν, οὗτοι ἑαυτοὺς στερεῶς προσδέουσιν ἐκ τῶν ἐνδεχομένων σπουδάσειν, ὅπως τῷ ἀνατολικῷ ἐπισκόπῳ ὧδε καθιζομένῳ ἢ τὸ μέ­ρος αὐτοῦ ἀναπληροῦντι, ἡμερῶν τινων τακτῶν, ἐν τῇ βασιλικῇ τοῦ ἁγίου Παύ­λου κατὰ τὸ τῶν Ἀνατολικῶν ἦθος λειτουργεῖν ἐξουσία δοθῇ. Εἰ δὲ μία καὶ αὐτὴ λειτουργία κοινῇ ἑκατέρωθεν δοκιμασομένη, ἐκ τῶν παλαιῶν λειτουργιῶν ἑλληνι­κῶν συλλεγομένη, παραλειπομένων μόνον τῶνδε τῶν περιοχῶν καὶ ἠθῶν, ἃ οὐ­σιώδη οὔκ εἰσι καὶ ἑνὶ τῶν συμφωνησάντων πρόσκομμα μέρει εἶναι δύνανται, καὶ ἡ ἐντεῦθεν παντελῶς ἔσεται ἀκατάγνωστος, ἀμφοτέρωθεν δοκιμασθεῖσα καὶ κυρωθεῖσα ἔσεται, οὐδὲν δήπου μᾶλλον συνοίσει πρὸς τό, ὡς τῆς ἑνώσεως, οὕτω καὶ τῆς κοινωνίας ἁρμονίαν τινὰ καθολικὴν προσάγεσθαι καὶ ἐνδελεχίζειν, ἢ ἵνα τῇ τοιαύτῃ κοινῇ λειτουργίᾳ δι’ ὅλης τῆς μεγάλης Βρεττανίας οὐ μόνον οἱ Ἕλληνες δεῦρο ἀποδημοῦντες ἢ ὧδε συνδιατρίβοντες, ἀλλὰ καὶ οἱ ὁμονοοῦντες Βρέττανες καθολικοὶ καὶ ὀρθόδοξοι, τῆς τῶν Πατριαρχῶν ἀνατολικῶν προνομίας εὐσεβῶς καὶ ἠπίως συγχωρηθήσεται χρῶνται.
Ἀπόκρισις.
Τὸ τοὺς Ἁγίους, τὴν Θεοτόκον καὶ αὐτὸν τὸν Χριστὸν καὶ σωτῆρα ἡμῶν εἰ­κόσι καὶ χρωματουργίαις γραφικαῖς τιμᾶν ἀρχαῖόν ἐστι, καὶ παρ’ ἡμῶν ὁσημέραι καὶ φυλάττεται καὶ εὐσεβῶς ἐνεργεῖται· ἀλλὰ καὶ τὰ ἐκείνων ἆθλα καὶ πάθη καὶ κατορθώματα γράφεσθαι καὶ ὑπὸ πάντων ὁρᾶσθαι, καὶ τοῦτο ὡς πάνυ κατὰ ψυ­χὴν ὠφελοῦν ἀσπαζόμεθα. Διὰ τῶν τοιούτων πᾶς θεοσεβὴς χριστιανὸς πρὸς μίμησιν ἐκείνων διεγείρεται καὶ πρὸς καρτερίαν, μάλιστα πρὸς τὸ ὑπὲρ Χριστοῦ καὶ τῆς εὐσεβείας καὶ αὐτοῦ τοῦ θανάτου καταφρονεῖν· ἔστι γὰρ ἡ ζωγραφικὴ σιωπῶσά τις ἱστορία, ὡς καὶ ἡ ἱστορία φθεγγομένη τις ζωγραφία. Ἐπαινοῦμεν οὖν ὑμᾶς, ὅτι καὶ ὑμεῖς συνευδοκεῖτε καὶ ἀποδέχεσθε τὸ καὶ αὐτῷ <τῷ> Θεῷ εὐπρόσδεκτον καὶ εὐάρεστον τουτὶ ἔργον. Τινὲς ὅμως ὑμῶν (φατε) φοβοῦνται τὸ ἐντεῦθεν σκανδαλίσειν τοὺς Ἰουδαίους καὶ Μαχυμηδανοὺς καὶ ἄλλους τινὰς τῶν παρ’ ἡμῖν καλούμενων εἰκονομάχων, οὓς ἡ ζ΄ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος ἐνδίκως ἀπεκήρυξεν ὡς οὐκ ὀρθὰ φρονοῦντας. Τοῦτο αὐτοὺς μὴ θορυβείτο, πρῶτον μὲν ὅτι τὸ καλῶς καὶ εὐσεβῶς γινόμενον ἐνεργεῖν ὀφείλομεν, καὶ μὴ ἀφίστασθαι τούτου μηδὲ ἐπαισχύνεσθαι· τί γὰρ ἡμῖν καὶ τοῖς ἄλλοις κρίνειν; Καὶ ὑπὲρ τῆς τοῦ σαββάτου γὰρ λύσεως πολλοὶ τῶν Ἰουδαίων ἐσκανδαλίζοντο, ἀλλ’ οὐ διὰ τοῦτο ἐπαύσατο ὁ Κύριος ἡμῶν ἢ οἱ Ἀπόστολοι λύοντες τοῦτο, μηδόλως εἰς νοῦν τιθέ­μενοι τὰς ὕβρεις καὶ φληναφείας τῶν Ἰουδαίων. Ἐξὸν μάλιστα τοὺς μὲν Ἰου­δαίους ἐλέγξαι ἀπὸ τῆς θείας Γραφῆς, ἐν ᾗ συγκεχώρηται γενέσθαι ἐγγεγλυμμένα ἐπὶ τῆς θείας κιβωτοῦ σεραφείμ, ἀντιπρόσωπα βλέποντα καὶ ἀνθρωπίνοις ἐσχηματισμένα προσώποις, ὥσπερ τινὰ ἀγάλματα ἀνθρωπόμορφα· ῥᾴδιον δὲ καὶ ἀπὸ τῶν πρώτων κεφαλαίων τῆς βίβλου τῆς Γενέσεως αὐτοὺς ἀπελέγξαι, ἐν οἷς φαίνεται, ὅτι καὶ ὁ Θεὸς ἐποίησε πρῶτον εἰκόνας· φησὶ γάρ· «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» [25]. Οἱ δὲ Μαχυμηδανοί, ὅσοι παρ’ ἡμῖν εἰσιν, οἷς καὶ δεδουλώμεθα Θεοῦ συγχωρήσει διὰ τὰς ἁμαρτίας ἡμῶν, τὰς ζωγραφίας οὐκ ἀποστρέφονται, μάλιστα οἱ τούτων σπουδαιότεροι καὶ σοφοί, ἀλλὰ καὶ ὁρῶντες ἡμᾶς προσκυνοῦντας σχετικῶς τὰς εἰκόνας, καὶ εἰς τὸ πρωτότυπον ἀναβιβάζοντας τῇ διανοίᾳ τὴν προσκύνησιν, οὐκ εἰς αὐτὰς τὰς ὕλας καὶ χρωμα­τουργίας, ἐπαινοῦσι, μηδὲν ἀντιλέγοντες, ὅτε δηλαδὴ τὸν τρόπον τῆς προσκυνήσεως μάθωσιν, ὅτι οὐκ ἔστι λατρευτικός, ἀλλὰ σχετικός. Καὶ παρ’ αὐτοῖς γὰρ εὐαπόδεκτον τὸ τοιοῦτον· γράφουσι γὰρ καὶ αὐτοὶ τοὺς πόδας καὶ χεῖρας καὶ αὐτὸ τὸ πρόσωπον τοῦ παρ’ αὐτοῖς καλουμένου προφήτου καὶ τιμῶσι καὶ κατασπάζονται. Οὐδόλως οὖν ἐκ τῶν εἰκόνων σκανδαλισθήσονται. Εἰσὶ μέντοι τινὲς ἐξ αὐτῶν ἀγράμματοι καὶ μηδόλως τὴν σχετικὴν ἐννοοῦντες προσκύνησιν, οἳ καὶ δυσανασχετοῦσι· ἀλλ’ ὅμως τὴν αἰτίαν μαθόντες ἐφησυχάζουσι, καὶ μάλιστα ἐθισθέντες ἀπὸ τῆς συχνῆς αὐτῶν πρὸς αὐτὰς ἐνατενίσεως. Εἶτα ἐπειδὴ σκανδαλί­ζονται οἱ τοιοῦτοι ἐπὶ τοῖς ἡμετέροις ἔργοις καὶ μυστηριώδεσι τελεταῖς, διὰ τοῦτο ἀναγκασθησόμεθα ἀπέχεσθαι τούτων, καὶ μὴ ἐκτελεῖν αὐτάς; Τί τούτου ἀνοητότερον; Ἀθετήσομεν ἄρα καὶ βάπτισμα καὶ ἱερὰν κοινωνίαν, ἐπεὶ καὶ ταῦτα αὐτοὺς σκανδαλίζει, καὶ αὐτὸ τὸ πιστεύειν καὶ ὁμολογεῖν παῤῥησίᾳ Υἱὸν Θεοῦ καὶ Θεὸν ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅπερ μάλιστα αὐτοὺς σκανδαλίζει; Μὴ γένοιτο· ἀκούοντες γάρ, ὅτι ὁ Χριστὸς υἱός ἐστι τοῦ Θεοῦ, ἀποπηδῶσι καὶ αὐτὰ τὰ ἱμάτια αὐτῶν διαῤῥηγνύουσι καὶ εἰς τοὺς κόλπους αὐτῶν ἀποπτύουσιν. Ἀλλ’ οὐ διὰ τοῦτο ἡμεῖς παυσόμεθα παῤῥησίᾳ κηρύττοντες καὶ ὁμολογοῦντες αὐτὸν Υἱὸν Θεοῦ ἀληθινὸν ἐνώπιον βασιλέων καὶ τυράννων, μηδόλως ἐπαισχυνόμενοι, καρδίᾳ μὲν πιστεύοντες αὐτῷ ἐν δικαιοσύνῃ, στόματι δὲ ὁμολογοῦντες καὶ ἀνακηρύττοντες εἰς σωτηρίαν.
Τὸ δὲ λέγειν ὅτι φοβοῦνται, μήπως ὁ κοινὸς λαός, μὴ συνιέντες τὴν σχετι­κὴν τῶν εἰκόνων προσκύνησιν, ἄρξωνται ὡς θεοὺς προσκυνεῖν καὶ λατρεύειν αὐτάς, ὅπερ ἔπαθον καὶ οἱ Ἰσραηλῖταί ποτε καὶ οἱ Σαμαρεῖται, ἀλλὰ καὶ τοῦτο κενή ἐστι πρόφασις. Καὶ γὰρ παρ’ ἡμῖν τοῖς Ὀρθοδόξοις πλείους εἰσὶν ἀγρμ­ματοι, προσκυνοῦντες ὅμως αὐτάς, οὐ θεοποιοῦσιν οὐδὲ λατρεύουσιν ὡς θεοῖς, ἀλλ’ ἐρωτηθέντες εὐθὺς οἴδασιν ἀποκρίνεσθαι, ὅτι εἰς Χριστὸν ἀναφέροντες τὴν προσκύνησιν, τιμῶμεν αὐτοῦ τὴν εἰκόνα, καὶ οἴδασιν ἐρωτώμενοι λέγειν, ὅτι ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καθά φησιν ὁ μέγας Βασίλειος. Οὐδὲν περὶ τὴν πίστιν μέχρι τοῦδε οἱ οὕτω προσκυνοῦντες αὐτὰς παρεβλάβησαν ἢ εἰς εἰδωλολατρείαν ἐξέπεσον. Τὸν δὲ θ΄ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίας Συνόδου κανόνα ἀδύνατον περιαιρεθῆναι, ὅπερ αἰτεῖσθε· πάνυ γὰρ ὀρθῶς καὶ καλῶς ἔχων ἐκπεφώνηται καὶ τεθέσπισται καὶ ἐν τοιαύτῃ πολυαριθμήτῳ ἀνδρῶν ἁγίων Συνόδῳ, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον παρῆν, πάντως ἐμπνέον αὐτοὺς καὶ φωτίζον καὶ ὁδηγοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν. Διὸ καὶ ὑπὸ πάσης τῆς οἰκουμένης καὶ παρὰ πάντων ἐθνῶν καὶ φυλῶν καὶ γενῶν ἀσμένως παραδεχθέντα καὶ μέχρι τῆς σήμερον μετ’ εὐλαβείας ἐντερνιζόμενον, ὑπὸ πάσης, φημί, τῆς Ἀνατολικῆς Ἐκκλησίας καὶ τῶν ὑποκειμένων καὶ πειθομένων αὐτῇ Γραικῶν, Ῥώσσων, Ἰβήρων, Ἀράβων, Βουλγάρων, Ἀλβανῶν, Βλάχων, Μολδαβῶν, καὶ αὐτῶν φημι τῶν αἱρετικῶν Σύρων καὶ Ἀρμενίων καὶ Ἰακωβιτῶν καὶ Κοπτῶν καὶ τῶν σχισμα­τικῶν Παπιστῶν καὶ Ἀλβυσσινῶν καὶ ἄλλων πολλῶν κατεχόμενον. Ἀλλὰ κἀν τοῖς ναοῖς τῶν Λουθηρανῶν εἴδομεν εἰκόνας ἁγίας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν, τὰς μὲν ἱσταμένας ἐν τοῖς αὐτῶν θυσιαστηρίοις, τὰς δὲ καὶ ἀπῃωρημένας ἐπὶ πινάκων ἐν τοίχοις τῶν παρ’ αὐτοῖς ναῶν, καθὰ δὴ σὺν Θεῷ καὶ παρ’ ὑμῖν αὐτοῖς ἐλπίζομεν ὅσον οὔπω καὶ θεάσασθαι αὐτὰς καὶ προσκυνῆσαι αὐτὰς σχετικῶς, οὐ λατρευτικῶς· Θεῷ γὰρ μόνῳ λατρεύομεν. Ἐῶμεν ἐξ ὧν ἔχο­μεν πρὸς αὐτοὺς εἰπεῖν περὶ τούτων ἐνταῦθα τὰ πλείονα· παραπέμπομεν δὲ αὐτοὺς εἰς τὴν ἀνάγνωσιν τῶν πρακτικῶν τῆς ζ΄ Συνόδου καὶ πρὸς τοὺς ὑπὲρ τῶν ἁγίων εἰκόνων τόμους τῶν διδασκάλων καὶ εἰς τὸ περὶ εἰκόνων βιβλίον Ἰωάννου τοῦ Δαμασκηνοῦ καὶ τοῦ μακαρίου Θεοδώρου τοῦ Στουδίτου καὶ ἄλλων.
Τὰ δὲ ἐπὶ τέλους τουτωνὶ τῶν προθέσεων σημειούμενα καὶ ἐπαγγελλόμενα πάνυ εὐκταῖα καὶ παρὰ πάσης τῆς Ἀνατολικῆς Ὀρθοδόξου (Ἐκκλησίας) προσφιλῆ τε καὶ περιπόθητα. Δηλονότι κυρωθείσης τῆς ἐφετῆς καὶ θεοφιλοῦς ταύτης, σὺν Θεῷ συνέργῳ τε καὶ συλλήπτορι, τῆς περὶ τὰ ὀρθὰ δόγματα συνθήκης, ἀνεγερθήσεται καὶ θεῖος ναὸς Λουνδινόθι ἢ ἐγγὺς Λουνδίνου εἰς δόξαν τοῦ ἀρχηγοῦ καὶ τελειωτοῦ τῶν ἀγαθῶν Θεοῦ, καὶ κληθήσεται ἡ ἐκκλησία τῆς ὁμονοίας, ἐν ᾧ αἵ τε ἐκκλησιαστικαὶ ἀκολουθίαι καὶ προσευχαὶ γενήσονται καὶ ἡ θεία καὶ ἱερὰ λειτουργία ἐκτελεσθήσεται ἑλληνιστί τε καὶ ἀγγλιστὶ παρά τε ἱερέων καὶ ἐπισκό­πων τῶν ἀφ’ ἑκατέρων τῶν γενῶν, Ἑλλήνων τε δηλαδὴ Ὀρθοδόξων καὶ τῶν φιλευσεβῶν τῆς ἀρχαίας πίστεως λειψάνων τῆς Βρεττανίας ἤδη σὺν ἡμῖν ἑνωθέντων, καὶ δοξασθήσεται ὁ ὕψιστος πάντων Θεός.
Περὶ δὲ τῶν ἐξαιρέσεων καὶ συγχωρήσεων, ὧν ἐνταῦθα μνείαν ποιεῖσθε, μὴ κειμένων ὅμως ὀνομαστί, τοῦτό φαμεν, ὡς ὅτι ῥητῶς παρ’ ἡμῖν σὺν χρόνῳ γεγραμμένων καὶ ἐγνωσμένων, μηδὲν τῆς ὀρθοδόξου ἀνατολικῆς πίστεως καὶ τῶν εὐσεβῶν καὶ θείων δογμάτων παραβλαπτομένων, γενήσεται πάντως ἡ προσήκουσα καὶ ἐνδεχομένη οἰκονομία καὶ συγκατάβασις, ὅσον ἐγχωρεῖ, μετὰ συνοδικῆς ὅμως καὶ ἀκριβοῦς διασκέψεως, ἵνα μὴ λάθωμέν τι τῶν θείων τῆς πίστεως δογμάτων ἐξ ἀπροσεξίας παραχαράξαντες ἢ ὅλως μεταποιήσαντες. Τὸ δὲ τὴν σὺν Θεῷ ἀνεγερθησομένην ἐκείνην τῆς ὁμονοίας ἐκκλησίαν ὑποκεῖσθαι ὑπὸ τὴν διοίκησιν τοῦ μακαριωτάτου πάπα καὶ πατριάρχου Ἀλεξανδρείας, ἐπαινοῦμεν τὰ μέγιστα καὶ ἀποδεχόμεθα, ὡς πάνυ τοῦτο ἐσκεμμένως καὶ θεαρέστως ἀποφανθέν. Τοῦτο γὰρ καὶ παρ’ ἡμῖν εἴθισται· εἰσί γαρ ἐν ταῖς διοικήσεσι τοῦ τε Κωνσταντινουπο­λεως Πατριάρχου καὶ τῶν ἄλλων Πατριαρχῶν τοιαῦταί τινες ἐκκλησίαι καὶ μονα­στήρια, τῷ θρόνῳ τοῦ Ἱεροσολύμων Πατριάρχου ἀφωσιωμέναι τε καὶ ἀνατεθει­μέναι, σταυροπηγιακὰ μετόχια κατονομαζόμεναι· καὶ εἴθε μένοιτο τοῦτο, δῴη ὁ Κύριος, ἵν’ ὡς θαῤῥούντως ὑμεῖς ἐπαγγέλλεσθε κατ’ ἔνθεον ζῆλον.
Κἀν τῇ βασιλικῇ τοῦ θεσπεσίου Παύλου οἱ ἀνατολικοὶ ὀρθόδοξοι ἐπίσκοποι ἢ ὁ ὑπὸ τοῦ Ἀλεξανδρείας ἀπεσταλμένος καὶ μόνος καὶ σὺν ἄλλοις τὴν ἱερὰν σὺν ὑμῖν ἤδη ἑνωθεῖσί τε καὶ ὁμονοοῦσι μετὰ παῤῥησίας ἐκτελέσειαν λειτουργίαν ἐν ἑκατέρᾳ τῇ διαλέκτῳ, ἑλληνιστὶ δηλονότι καὶ ἀγγλιστί, εἰς δόξαν τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ καύχημα ἑκατέρων τῶν εὐγενεστάτων περιδόξων γενῶν, Ἄγγλων τε καὶ Ἑλλήνων, καὶ ἡμῶν πνευματικὴν εὐφροσύνην καὶ ἀγαλλίασιν. Ἴσως δὲ καὶ οἱ σχισματικοὶ Παπισταὶ μεταμεληθέντες καὶ αὐτοὶ τῆς ἀποστασίας, συνέλθοιεν καὶ συνενωθεῖεν ὁμονοήσαντες καὶ συμφρονήσαντες ὑμῖν τε καὶ ἡμῖν ἤδη συνενωθεῖσιν ἀλλήλοις. Περὶ δὲ τῆς λειτουργίας, ᾗ τινι προσῆκόν ἐστιν ἡμῖν καὶ οἰκειότερον χρῆσθαι, ἡμῖν δοκεῖ κρείττονα εἶναι πασῶν τὴν τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου. Ταύτῃ γὰρ οἱ πανταχοῦ τῆς οἰκουμένης Ὀρ­θόδοξοι ἀνατολικοὶ χριστιανοὶ μάλιστα χρῶνται Γραικοί, Ῥῶσοι, Ἴβηρες, Ἄρα­βες, Βλάχοι, Βούλγαροι, Ἀλβανοὶ καὶ οἱ λοιποὶ πάντες εὐσεβεῖς καὶ ὀρθόδοξοι. Ταύτην προτρέπομεν ὑμᾶς εἰς τὴν πάτριον ὑμῶν διάλεκτον μεταφράσαντες ἢ ἑλληνιστί, ὡς συντέθειται, χρῆσθαι. Οὕτω γὰρ ἔσται ἡ μετὰ πάντων ὀρθοδόξων γε­νῶν τῆς Ἀνατολικῆς Ἐκκλησίας ἕνωσις καὶ ὁμόνοια ῥᾳδία τε καὶ ἀσφαλεστέρα καὶ εὐαπόδεκτος, ὅταν τὰ ἐκ παίδων εἰθισμένα καὶ εὐλαβείας ἐχόμενα καὶ ἀκούωσιν ἑκάστοτε καὶ ἀναγινώσκωσι. Τὰ γὰρ ἄλλως ἔχοντα, κἂν ἤθη ὧσι, κἂν λόγοι, κἂν διδασκαλίαι, ἀποστρέφονται ἕκαστοι, ὡς ἀήθη, καὶ εἰς γέλωτα ἐκλύονται. Εἰ δέ τινα ὡς ἐπουσιώδη βούλοισθε ταύτης ἐξαιρεθῆναι, περὶ τούτου, εἰ βούλεσθε, μετὰ ταῦτα ἐπιστείλατε ἢ τῷ Ἱεροσολύμων Πατριάρχῃ ἢ τῷ Ἀλεξάνδρειας, καὶ ὃ ἂν παρ’ αὐτῶν καὶ τῆς ἐν Κωνσταντινουπόλει ἱερᾶς τῶν ἀρχιερέων συνόδου εὐλογοφανὲς κριθείη τε καὶ ἀποφανθείη, γενήσεται πάντως. Εἰ μέντοι ἐστί τι τὸ παραβλάπτον, κἂν μικρὸν τὴν εὐσέβειαν, οὐκ ἀποδεξόμεθα. Χαίρομεν δὲ καὶ σκιρτῶμεν ἀγαλλιώμενοι, ὁρῶντες τὸ περὶ τὴν ἕνωσιν καὶ ὁμόνοιαν ὑμῶν μετὰ τῆς εὐσεβοῦς Ἀνατολικῆς Ἐκκλησίας πρόθυμον, καὶ χεῖρας εἰς Θεὸν ἀνατείνομεν, καὶ προσευχόμενοι ἐκτενῶς, καὶ ἵν’ ὡς ἐλπίζομεν Θεοῦ συνάρσει καὶ ἡ ἔκβασις τῆς ἐλπίδος ἡμῶν καὶ ὑμῶν προθυμίας γένηται· τὸ γὰρ τέλος ἐστὶ τὸ στεφανοῦν τὸ ἔργον, ὡς κοινῇ λέγεται. Καὶ ταῦτα μὲν ἀποχρώντως εἰρῆσθαι οἰόμεθα, ὅσον πρὸς αὐτοσχέδιον ἐξ ὑπογυίου, ὡς ὁ καιρὸς ἡμῖν συνεχώρει, πρὸς τὰς προβληθείσας αὐτόθεν προθέσεις ἀπόκρισιν.
Προσετέθη δ’ ἐν τῷ τέλει καὶ ἡ (ὡς προϋπεσχόμεθα ἐν ἀρχῇ τῆς Γραφῆς ταύτης) ἀποσταλεῖσά ποτε τοῖς αὐτόθι ἀπολογία περὶ τοῦ πῶς κρατεῖ καὶ πιστεύει ἡ Ἀνατολικὴ τοῦ Χριστοῦ Ὀρθόδοξος Ἐκκλησία, ἣν καὶ ἐσκεμμένως καὶ εὐμενῶς ἀναγνώσεσθε. Ὁ δὲ Θεὸς τῆς εἰρήνης διὰ τῶν αὐτοῦ οἰκτιρμῶν, ὁ ἐλθὼν ἵνα τὸ ἀπολωλὸς ἐκζητήσῃ πρόβατον, ὁ καὶ εὑρὼν τοῦτο καὶ ἄρας ἐπ’ ὤμων καὶ τῇ αὐτοῦ ποίμνῃ συγκαταλέξας, δῴη ἐν ἀλλήλοις ὁμόνοιαν καὶ ὁμοφροσύνην, νεύσει καὶ ἐπιπνοίᾳ τοῦ παναγίου Πνεύματος, ὥστε τοὺς αὐτόθι ἑαυτοὺς ἀφ’ ἡμῶν πρὸ χρόνων διαστήσαντας συνελθεῖν καὶ αὖθις ἐν ἀγάπῃ ἀδελφικῇ τε καὶ ὁμονοίᾳ εἰς τὸ αὐτό, ἀποτινάξαντας καὶ πόῤῥω που ἀπωσαμένους τὰς προκατειλημμένας οὐκ ὀρθὰς προλήψεις, ἐν Κυρίῳ συλλήπτορι, καὶ μεθ’ ἡμῶν ἓν γενέσθαι, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύματος, τοῦ ἑνὸς καὶ μόνου τῇ φύσει Θεοῦ· ἀμήν.

(Ἕπονται αἱ Ἀποφάσεις τῶν ἐν Κων/πόλει Συνόδων
τοῦ 1672 καὶ 1691.

Δεῖτε τὸν Τόμο τῆς ἐν Κων/πόλει Συνόδου τοῦ 1672 στὴν ἱστοσελίδα:
καὶ τὸν Τόμο τῆς ἐν Κων/πόλει Συνόδου τοῦ 1691 στὴν ἱστοσελίδα:

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 788-818.




[1] Ἐξόδ. 20,2.
[2] Ἰω. 3,5.
[3] Ἰω. 6,53.
[4] Λουκ. 22,19.
[5] Ματθ. 8,5 ἑξ.
[6] Μαρκ. 2,3 ἑξ
[7] Α΄ Κορ. 12,28.
[8] Β΄ Πέτρ. 1,19.
[9] Λουκ. 10,16.
[10] Ψαλμ. 52,6.
[11] Ψαλμ. 138,17.
[12] Ἰω. 15,15.
[13] MPG, 20,1000.
[14] Ῥωμ. 10,2.
[15] Ῥωμ. 5,10.
[16] Ῥωμ. 5,2.
[17] Ἐφ. 2,5.
[18] Λουκ. 15,10.
[19] Β΄ Βασιλ. 20,6.
[20] Πράξ. 12,5.
[21] Ῥωμ. 15,30.
[22] Ἰω. 5,39.
[23] Ἰω. 6,53/5.
[24] Ματθ. 16,16.
[25] Γεν. 1,26. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου