ΑΠΟΚΡΙΣΙΣ
Β'
ΟΡΘΟΔΟΞΩΝ
ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ
ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΩΤΟΥΣ
1723
μ.Χ.
Ὁ παναγιώτατος
Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης Ἱερεμίας, ὁ
μακαριώτατος Πατριάρχης Θεουπόλεως Ἀντιοχείας Ἀθανάσιος, ὁ μακαριότατος
Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ Χρύσανθος, καὶ οἱ εὑρισκόμενοι ἱερότατοι
ἀρχιερεῖς, μητροπολῖται δηλαδή, ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι, καὶ τὸ σύστημα
ὅλου τοῦ χριστιανικοῦ ἀνατολικοῦ τε καὶ ὀρθοδόξου κλήρου, τοῖς ἐν τῇ μεγάλῃ
Βρεττανίᾳ αἰδεσιμωτάτοις καθολικοῖς ἀρχιεπισκόποις τε καὶ ἐπισκοποῖς, καὶ τῷ
περὶ αὐτοὺς εὐλαβεστάτῳ κλήρῳ, ἐν Χριστῷ περιποθήτοις, τὸν ἐν Πνεύματι ἁγίῳ
ἀδελφικὸν ἀσπασμόν, καὶ πᾶν ἀγαθὸν ἐκ Θεοῦ καὶ σωτήριον.
Τὸ ἀνταποκριτικὸν καὶ
ἀνταμειπτικὸν πρὸς τὰς προπεμφθείσας παρ’ ἡμῶν ἀποκρίσεις γράμμα ὑμῶν ἐν εἴδει
βιβλιαρίου ἐλάβομεν· δι’ οὗ ἐγνωκότες τὴν καλὴν ὑμῶν ὑγείαν, καὶ ὃν ἔχετε
ζῆλον καὶ εὐλάβειαν πρὸς τὴν καθ’ ἡμᾶς Ἀνατολικὴν ἁγίαν τοῦ Χριστοῦ Ἐκκλησίαν,
οὐ μετρίως ἐχάρημεν, ἀποδεξάμενοι, ὡς εἰκός, τὴν εὐλαβητικὴν ὑμῶν εὐγνωμοσύνην,
καὶ ἣν ἔχετε σπουδὴν καὶ προθυμίαν πρὸς τὴν ἕνωσιν τῶν Ἐκκλησιῶν, ἥτις ἕνωσίς
ἐστι τὸ στήριγμα τῶν πιστῶν, καὶ ἐν ᾗ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ Θεὸς
ἡμῶν εὐαρεστεῖται, ὅστις καὶ γνώρισμα τῆς πρὸς αὐτὸν οἰκειώσεως δέδωκε τοῖς
ἱεροῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις[1] τὴν πρὸς ἀλλήλους
ἀγάπην καὶ ὁμόνοιαν καὶ ὁμοφροσύνην. Κατὰ τὴν ὑμετέραν οὖν ἀξίωσιν, ἰδοὺ
συντόμως ἀποκρινόμεθα ὑμῖν λέγοντες, ὅτι διελθόντες ἐσκεμμένως τὰ παρ’ ὑμῶν
αὖθις γραφόμενα κατελάβομεν τὴν ἔννοιαν τῶν γεγραμμένων, περὶ ὧν οὐκ ἔχομεν
ἄλλο τι εἰπεῖν, εἰ μὴ ὅτι κατὰ τὴν προφανερωθεῖσαν παρ’ ἡμῶν γνώμην καὶ δόξαν
τῆς καθ’ ἡμᾶς Ἀνατολικῆς Ἐκκλησίας, τὰ αὐτὰ καὶ πάλιν λέγομεν πρὸς πάσας τὰς
πεμφθείσας ἡμῖν παρ’ ὑμῶν προτάσεις, ὅτι δηλονότι τὰ καθ’ ἡμᾶς δόγματα καὶ τὸ
φρόνημα τῆς ἡμετέρας Ἀνατολικῆς Ἐκκλησίας πάλαι μὲν ἐξητάσθησαν, ὀρθῶς τε καὶ
εὐσεβῶς διωρίσθησαν καὶ διετάχθησαν παρὰ τῶν ἁγίων καὶ οἰκουμενικῶν Συνόδων,
καὶ μήτε προσθεῖναι τούτοις ἕτερόν τι ἔξεστιν, οὔτε τι ὅλως ἀφαιρῆσαι ἐκ
τούτων· καὶ τοῖς βουλομένοις συμφρονῆσαι ἡμῖν ἐν τοῖς θείοις δόγμασι τῆς
ὀρθοδόξου πίστεως ἀνάγκη ἀκολουθῆσαι καὶ ὑποταγῆναι τοῖς διορισθεῖσι καὶ
διαταχθεῖσιν ὑπὸ τῆς ἀρχαιοπαραδότου καὶ πατροπαραδότου καὶ παρὰ τῶν ἁγίων καὶ
οἰκουμενικῶν Συνόδων διατάξεως, ἀπὸ τοῦ καιροῦ τῶν Ἀποστόλων καὶ τῶν καθ’ ἑξῆς
ἐς τόδε θεοφόρων Πατέρων τῆς Ἐκκλησίας ἡμῶν, μετὰ ἁπλότητος καὶ ὑπακοῆς, καὶ
ἄνευ τινὸς ἄλλης ἐρεύνης καὶ περιεργείας. Καὶ ἀρκεταὶ μέν εἰσιν αἱ τοιαῦται
ἀποκρίσεις πρὸς τὰ παρ’ ὑμῶν γραφόμενα· εἰς πληρεστέραν δὲ καὶ ἀναντίῤῥητον
πληροφορίαν, ἰδοὺ πέμπομεν ὑμῖν πλατυτέρως τὴν Ἔκθεσιν τῆς ὀρθοδόξου πίστεως
τῆς Ἀνατολικῆς ἡμῶν Ἐκκλησίας, καθὼς περιέχεται ἐν τῇ πρὸ χρόνων ἱκανῶν
γενομένῃ μετὰ σκέψεως ἀκριβοῦς Συνόδῳ, Ἱεροσολυμιτικῇ λεγομένῃ, κατὰ τὸ αχοβ΄
ἔτος τὸ σωτήριον, ἥτις ἐτυπώθη καὶ ὕστερον ἑλληνιστὶ καὶ λατινιστὶ ἐν Παρισίοις
ἐν ἔτει αχοε΄, καὶ ἐνδεχόμενόν ἐστιν ἀποκομισθεῖσαν καὶ εἰς τὰ αὐτόθι
εὑρίσκεσθαι καὶ παρ’ ὑμῖν. Κἀντεῦθεν ἔχετε γνῶναι καὶ καταλαβεῖν ἀδιστάκτως τὸ
ἡμέτερον τῆς Ἀνατολικῆς Ἐκκλησίας εὐσεβὲς καὶ ὀρθόδοξον φρόνημα. Καὶ εἰ μὲν
συγκατανεύσετε καὶ ὑμεῖς στέργοντες τούτοις τοῖς παρ’ ἡμῶν δοξαζομένοις, πάντως
τὸ ἓν ἔσεσθε μεθ’ ἡμῶν, καὶ οὐδεμία διάστασις πρὸς ἀλλήλους ἔσται. Ὅσον δὲ περὶ
τῶν λοιπῶν ἐθῶν καὶ τάξεων τῶν Ἐκκλησιῶν καὶ τῆς διορθώσεως τῆς ἱερᾶς
μυσταγωγίας καὶ λειτουργίας, εὐχερὴς καὶ ῥᾳδία ἐστὶ καὶ ἡ τούτων διόρθωσις, τῆς
ἑνώσεως σὺν Θεῷ γενομένης. Ἐπειδὴ καὶ ὡς ἐκ τῶν ἐκκλησιαστικῶν ἱστορικῶν βίβλων
δῆλόν ἐστιν, ὅτι ἔθη μὲν καὶ τάξεις τινὲς παρηλλαγμέναι ἦσαν τε καὶ εἰσὶν ἐν
διαφόροις τόποις καὶ ἐκκλησίαις, ἡ ἑνότης δὲ τῆς πίστεως καὶ ὁμοφροσύνης περὶ
τὰ δόγματα σῴζεται ἡ αὐτή. Δῴη δὲ ὁ ἔφορος καὶ προνοητὴς τῶν ἁπάντων Θεός, ὁ
θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν[2], γενέσθαι τὴν περὶ τούτου κρίσιν τε καὶ
διάκρισιν κατὰ τὴν θείαν αὐτοῦ θέλησιν, εἰς ψυχωφελῆ καὶ σωτηριώδη κατάστασιν.
Τὰ πιστευόμενα καὶ
φρονούμενα παρ’ ἡμῖν τοῖς Ἀνατολικοῖς Ὀρθοδόξοις χριστιανοῖς:
(Ἀκολουθεῖ τὸ κείμενον
τῆς Ὁμολογίας τοῦ Δοσιθέου Ἱεροσολύμων
Δεῖτε το στὴν παρακάτω
ἱστοσελίδα
Ἐν Κωνσταντινουπόλει,
κατὰ τὸ αψκγ΄ ἔτος τὸ σωτήριον, ἐν μηνὶ Σεπτεμβρίῳ.
† Ἱερεμίας, ἐλέῳ Θεοῦ
ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης,
οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ἀποφαίνομαι καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον
πίστιν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς
Ἐκκλησίας.
† Ἀθανάσιος, ἐλέῳ Θεοῦ
Πατριάρχης τῆς μεγάλης Θεουπόλεως Ἀντιοχείας, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ
συναποφαίνομαι καὶ βεβαιῶ καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς
καθ’ ἡμᾶς τοῦ Χριστοῦ ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Χρύσανθος, ἐλέῳ Θεοῦ
Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ἀποφαίνομαι
καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ
ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Ἡρακλείας
Καλλίνικος, οἰκείᾳ χειρὶ ὑπέγραψα, συμφθεγγόμενος τὰ αὐτὰ τοῖς ἀνωτέρω ἁγίοις
Πατριάρχαις καρδίᾳ καὶ στόματι, ἃ καὶ <ἀεὶ> κηρύττω μέχρις ἐσχάτης μου
ἀναπνοῆς.
† Ὁ Κυξίκου Αὐξέντιος
(Ἀντώνιος), ὁμολογῶ ταύτην εἶναι τὴν δόξαν τῆς καθολικῆς, ἀνατολικῆς
Ἐκκλησίας.
† Ὁ Νικομήδειας
Παΐσιος, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ὁμολογῶ καὶ κηρύττω ταύτην εἶναι τὴν δόξαν
τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Νικαίας Γεράσιμος,
οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ὁμολογῶ ταύτην εἶναι τὴν δόξαν τῆς καθολικῆς καὶ
ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Χαλκηδόνος
Παρθένιος (Παχώμιος), οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ὁμολογῶ καὶ κηρύττω ταύτην
εἶναι τὴν δόξαν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Θεσσαλονίκης
Ἰγνάτιος, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ὁμολογῶ καὶ κηρύττω ταύτην εἶναι τὴν δόξαν
τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Προύσης Κύριλλος,
οἰκείᾳ χειρὶ ὑπέγραψα, ταύτην εἶναι τὴν δόξαν ὁμολογῶν καὶ κηρύττων τῆς
ἀνατολικῆς καὶ καθολικῆς Ἐκκλησίας.
† Ὁ Φιλιππουπόλεως
Θεόκλητος (Ἄνθιμος), οἰκείᾳ χειρὶ ὑπέγραψα, ταύτην εἶναι τὴν δόξαν ὁμολογῶν καὶ
κηρύττων τῆς ἀνατολικῆς καὶ καθολικῆς Ἐκκλησίας,
† Ὁ Βάρνης Καλλίνικος,
οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ ὁμολογῶ καὶ κηρύττω ταύτην εἶναι τὴν δόξαν τῆς
καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις
1953, σ. 818-820.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου