ΠΡΑΞΙΣ
ΤΗΣ ΕΝ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1721
μ.Χ.
Ἱερεμίας ἐλέῳ Θεοῦ
ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης, ἰδίᾳ
χειρὶ βεβαιοῖ, ὅτι ὁ παρὼν Ἱεροσολυμιτικὸς τόμος, ὁ καὶ ἐπιγραφόμενος «Ἀσπὶς
Ὀρθοδοξίας», οὗ ἡ ἀρχή, «καιρὸς τοῦ λαλεῖν καὶ καιρὸς τοῦ σιγᾶν», τὸ δὲ τέλος,
«ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα» καὶ τὰ ἑξῆς, ὅπερ καὶ ἐπίλογός ἐστι τοῦ αὐτοῦ
τόμου, καὶ αἱ δύο γεγονυῖαι ἐκθέσεις τῶν μυστηρίων τῆς ἡμετέρας Ἀνατολικῆς
Ἐκκλησίας, ἡ μὲν ἐπὶ Διονυσίου Πατριάρχου Κωνσταντινουπόλεως, ἧς ἡ ἀρχή, «οὐκ
ἀνάξιον εὐαγγελικῆς πολιτείας», τὸ δὲ τέλος, «ὅπως μὴ ἔχῃ ἀμφισβητεῖν τοῦ
λοιποῦ περὶ τῶν τοιούτων, μήτε διασαλεύεσθαί πως ὑπὸ τῶν καθ’ ἡμῶν καὶ ἀλλότρια
ἐπιφημίζειν βουλωμένων», ἡ δὲ ἐπὶ Καλλινίκου τοῦ οἰκουμενικοῦ ΙΙατριάρχου
Κωνσταντινονπόλως, ἧς ἡ ἀρχή, «ἁπλοῦς ὁ λόγος ἔφυ τῆς ἀληθείας», τὸ δὲ τέλος,
«κατεστρώθη ἐν τῷδε τῷ ἱερῷ νέῳ κώδικι τῆς μεγάλης Ἐκκλησίας», ἴσα ἐστὶ καὶ
ἀπαράλλακτα τῶν καθολικῶν πρωτοτύπων, καὶ οὕτως ἀνέκαθεν ἐφρόνησε καὶ φρονεῖ ἡ
ἁγία τοῦ Χριστοῦ ἀποστολικὴ καὶ καθολικὴ Ἀνατολικὴ Ἐκκλησία.
Κύριλλος ἐλέῳ Θεοῦ
Πατριάρχης ὁ πρῴην Κωνσταντινουπόλεως ἀποψαίνεται καὶ προσμαρτυρεῖ, ὅτι τὰ ἐν
τῷ παρόντι γραφέντα ἴσα ὑπάρχει ἀπαράλλακτα δίχα τινὸς ἀμφιβολίας τῶν
πρωτοτύπων.
Σαμουὴλ ἐλέῳ Θεοῦ
Πάπας καὶ Πατριάρχης τῆς μεγάλης πόλεως Ἀλεξανδρείας καὶ κριτὴς τῆς οἰκουμένης
ὁμοφώνως συναποφαίνεται καὶ ἰδίᾳ χειρὶ συνεπιβεβαιοῖ καὶ συνεπικυροῖ
προσεπιμαρτυρούμενος τοῖς ἐνταῦθα.
Ἀρχιεπίσκοπος πρώτης
Ἰουστινιανῆς Ἀχριδῶν Ἰωάσαφ προσμαρτύρεται καὶ συνεπιβεβαιοῖ.
Χρύσανθος ἐλέῳ Θεοῦ
Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης, τὰ παρόντα ἴσα
ἀντιβαλῶν τοῖς πρωτοτύποις καὶ εὑρὼν αὐτὰ ἐξισάζοντα κατὰ πάντα, τῇ τε φράσει,
συνθέσει τε καὶ ἐννοίᾳ, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ εἰς ἐπικύρωσιν δι’ ἡμετέρας
πατριαρχικῆς κηροβούλλης, ἐν ἀργύρῳ δοχείῳ ἀποδέσμῳ περιειλημμένης καὶ κάτωθεν
ἀπηφρημένης, ἐσφράγισα καὶ ἐβεβαίωσα.
Ἐν Κωνσταντινουπόλει ,αψκα΄,
μηνὶ Ἰουνίῳ.
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 777-778.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου