γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Σάββατο 14 Μαρτίου 2020

Η Δέηση της Ι. Συνόδου για τη Λοιμική νόσο



ΕΙΔΙΚΗ ΔΕΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΟΙΚΤΙΡΜΟΝΑ ΚΥΡΙΟΝ
ΔΙΑ ΤΗΝ ΠΡΟΣΤΑΣΙΑΝ ΗΜΩΝ
ΕK ΤΗΣ ΕΥΡΟΥΣΗΣ ΗΜΑΣ ΛΟΙΜΙΚΗΣ ΝΟΣΟΥ

Μετὰ τὸ Εἴη τὸ ὄνομα Κυρίου θά ψαλῇ ἡ ὡς κάτωθι Δέησις.

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Λαός· Κύριε, ἐλέησον (τρίς).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν δεῖνος καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Λαός· Κύριε, ἐλέησον (τρίς).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν κράτει ἡμῶν, ὑπὲρ τοῦ κατά ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ τῶν σωμάτων ἀσφαλείας τῆς Πατρίδος ἡμῶν.


Ὁ Λαός· Κύριε, ἐλέησον (τρίς).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εύσεβῶν καὶ Ὀρθοδόξων χρι­στιανῶν, καὶ πάντων τῶν ἐν ἀσθενείαις, λοιμοῖς καὶ θλίψεσιν εὑρισκομένων ἀδελφῶν ἡμῶν.

Ὁ Λαός· Κύριε, ἐλέησον (τρίς).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Λαός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Κύριε, ὁ Θεὸς ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, ὁ τῶν χειμαζομένων λιμήν, ῥύστης τε καὶ σωτήρ, ὁ μὴ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ὁ ποιῶν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν, πρόσδεξαι πάντας ἡμᾶς προσπίπτοντας ἐν μετανοίᾳ τοῖς οἰκτιρμοῖς Σου. Πολλαὶ γὰρ θλίψεις καὶ ὠδῖναι εὗρον ἡμᾶς καὶ πικρίᾳ πολλῇ συνεχόμεθα, ἀλλὰ μὴ παραδῷς ἡμᾶς εἰς τέλος ὁ τῶν Πατέρων Θεός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης ἀσθενείας, λοιμοῦ τε καὶ θλίψεως, ὅτι ἐπὶ σοὶ πεποίθαμεν τῷ ζῶντι Θεῷ.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Λαός· Ἀμήν.

Ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν τῆς Θείας Λειτουργίας.

(Ἐκ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Μάρτιος 2020)


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου