γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Πέμπτη 19 Ιανουαρίου 2023

Όρος Πίστεως της ενωτικής Συνόδου Φερράρας – Φλωρεντίας (1438-1439 μ.Χ.)

 


Η ΕΝΩΤΙΚΗ ΣΥΝΟΔΟΣ ΦΕΡΡΑΡΑΣ – ΦΛΩΡΕΝΤΙΑΣ

1438 – 1439 μ.Χ. 

Ἡ ἑνωτικὴ Σύνοδος Φερράρας – Φλωρεντίας, ἢ ἁπλῶς Φλωρεντίας, συνεκροτήθη ἐν ἔτεσι 1438 – 1439 μ.Χ. ἀρχικῶς ἐν Φερράρᾳ τῆς Ἰταλίας καὶ ἐν συνεχείᾳ ἐν Φλωρεντίᾳ, μὲ σκοπὸν τὴν «ἕνωσιν τῶν Ἐκκλησιῶν», ἐπὶ Αὐτοκράτορος Ἰωάννου Η΄ Παλαιολόγου (1425-1448), Πάπα Ρώμης Εὐγενίου Δ΄ (1431-1447) καὶ Πατριάρχου Κωνσταντινουπόλεως Ἰωσὴφ Β΄ (1416-1439). Ὑπῆρξε ἡ κορυφαία ἀπόπειρα ἑνώσεως τῆς Ὀρθοδόξου Ἐκκλησίας μετὰ τοῦ ἀποσχεσθέντος ἐξ αὐτῆς (1054) Ρωμαιοκαθολικισμοῦ. Μετεῖχον αὐτοπροσώπως ὁ Αὐτοκράτωρ καὶ ὁ Πατριάρχης Κωνσταντινουπόλεως, ἐπὶ κεφαλῆς πολυμελοῦς Ὀρθοδόξου ἀντιπροσωπείας, καὶ ὁ Πάπας μετὰ πλήθους συνοδικῶν ἐκ τῆς ἄλλης πλευρᾶς. Ἡ Ὀρθόδοξος ἀντιπροσωπεία, ἀποσκοποῦσα εἰς τὴν παροχὴν βοηθείας ἐκ μέρους τῆς Δύσεως πρὸς ἀποτροπὴν τοῦ τουρκικοῦ κινδύνου, κατόπιν ἀφορήτων πιέσων καὶ ἐκβιασμῶν, πλὴν ἐλαχίστων μελῶν της ἐκ συνειδήσεως λατινοφρόνων, ἠναγκάσθη νὰ ὑπογράψῃ τὸν κάτωθι Ὅρον Πίστεως, ἀπηχοῦντα τὰς λατινικὰς καινοτομίας καὶ πλάνας. Τόν Ὅρον ἠρνήθη νὰ ὑπογράψῃ ὁ Μητροπολίτης Ἐφέσου ἅγιος Μᾶρκος ὁ Εὐγενικὸς (1392-1445), ὑπέρμαχος τῆς Ὀρθοδόξου Πίστεως κατὰ τὴν πορείαν τῶν ἐργασιῶν τῆς Συνόδου (ὁ γέρων Οἰκουμενικὸς Πατριάρχης Ἰωσὴφ ἀπέθανε ὁλίγον πρὸ τῆς ὑπογραφῆς τοῦ Ὅρου καὶ ἐτάφη ἐν Φλωρεντίᾳ).

Ἡ Σύνοδος συνεκλήθη ἐξ ἀρχῆς ὡς Οἰκουμενική. Ἐκ τῶν Ρωμαιοκαθολικῶν ἀναγνωρίζεται ὡς ΙΖ΄ Οἰκουμενικὴ Σύνοδος. Ἐν τῇ Ἀνατολῇ ἡ ἐν Φλωρεντίᾳ «ἕνωσις» ἀπεκηρύχθη ἀμέσως ὑπὸ τοῦ Κλήρου καὶ τοῦ Λαοῦ. Ἀπεγνωσμέναι, ἀλλ' ὑποτονικαὶ ἀπόπειραι ἐπιβολῆς της ὑπὸ τοῦ Αὐτοκράτορος Ἰωάννου Η΄ καὶ τοῦ διαδόχου του τελευταίου Αὐτοκράτορος Κωνσταντίνου ΙΑ΄ Παλαιολόγου (1449-1453) ἀπέβησαν ἄκαρποι. Μετὰ τὴν Ἅλωσιν (1453) μεγάλη («Οἰκουμενική») Σύνοδος ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1484 μ.Χ. ἀπεκήρυξε καὶ ἐπισήμως τὴν Σύνοδον τῆς Φλωρεντίας. Βλ. τὸν Τόμον τῆς ὡς ἄνω Συνόδου τοῦ 1484 ἐν


Ὁ ἅγιος Μᾶρκος Μητροπολίτης Ἐφέσου
ὁ Εὐγενικὸς (1392-1445)
http://sathanasoulias.blogspot.com/2016/10/1484.html

Προσφάτως ἡ ἐν Κρήτῃ Ἁγία καὶ Μεγάλη Σύνοδος τῆς Ὀρθοδόξου Ἐκκλησίας (2016) ἐπεκύρωσε ἐκ νέου τὴν ἐν Κωσταντινουπόλει Σύνοδον τοῦ 1484, ὡς ἑξῆς: «Τό συνοδικόν ἔργον συνεχίζεται ἐν τῇ ἱστορίᾳ ἀδιακόπως διά τῶν μεταγενεστέρων, καθολικοῦ κύρους, συνόδων – ὡς λ.χ. τῆς ἐπί Μεγάλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, Μεγάλης συνόδου (879-880) καί τῶν ἐπί ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ συγκληθεισῶν Μεγάλων συνόδων (1341, 1351, 1368), διά τῶν ὁποίων ἐβεβαιώθη ἡ αὐτή ἀλήθεια τῆς πίστεως, ἐξαιρέτως δέ περί τῆς ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος καί περί τῆς μεθέξεως τοῦ ἀνθρώπου εἰς τάς ἀκτίστους θείας ἐνεργείας. Προσέτι δέ καί διά τῶν ἐν Κωσταντινουπόλει Ἁγίων καί Μεγάλων συνόδων τῶν ἐτῶν 1484 διά τήν ἀποκήρυξιν τῆς ἑνωτικῆς συνόδου τῆς Φλωρεντίας (1438-1439), τῶν ἐτῶν 1638, 1642, 1672 καί 1691 διά τήν ἀποκήρυξιν προτεσταντικῶν δοξασιῶν, ὡς καί τοῦ ἔτους 1872 διά τήν καταδίκην τοῦ ἐθνοφυλετισμοῦ ὡς ἐκκλησιολογικῆς αἱρέσεως» (Ἐγκύκλιος τῆς Ἁγίας καὶ Μεγάλης Συνόδου τῆς Ὀρθοδόξου Ἐκκλησίας, παρ. 3). Βλ. τὴν Ἐγκύκλιον τῆς Ἁγίας καὶ Μεγάλης Συνόδου τοῦ 2016 ἐν

http://sathanasoulias.blogspot.com/2016/07/2016.html

Κατωτέρω δημοσιεύεται ὁ Ὅρος Πίστεως τῆς ἑνωτικῆς Συνόδου Φερράρας Φλωρεντίας πρὸς χρῆσιν τῶν ἐρευνώντων τὴν ἱστορίαν αὐτῆς, ἐκ τῆς ἐκδόσεως J. Mansi, Sacrorum Conciliorum nova et amplissima collectio, τ. 31, Venetiis MDCCXCVIII, στ. 1025-1040. 

Τρίπολις 19/1/2023, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Μάρκου, Μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ.

Πρωτ. Σωτήριος Ὀ. Ἀθανασούλιας.

 

ΟΡΟΣ

ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΤΗΣ ΕΝ ΦΛΩΡΕΝΤΙᾼ ΓΕΝΟΜΕΝΗΣ 

Εὐγένιος ἐπίσκοπος δοῦλος τῶν δούλων τοῦ Θεοῦ εἰς ἀΐδιον τῶν πραγμάτων μνήμην, συναινοῦντος τοῖς ὑπογεγραμμένοις καὶ τοῦ ποθεινοτάτου υἱοῦ ἡμῶν Ἰωάννου Παλαιολόγου τοῦ περιφανοῦς βασιλέως τῶν Ῥωμαίων, καὶ τῶν τοποτηρητῶν τῶν σεβασμίων ἀδελφῶν ἡμετέρων τῶν πατριαρχῶν, καὶ τῶν λοιπῶν τῶν τὴν ἀνατολικὴν ἐκκλησίαν παριστανόντων.

Εὐφρενέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ἀφήρηται μὲν γὰρ τὸ μεσότοιχον τὸ τὴν δυτικὴν καὶ ἀνατολικὴν διαιροῦν ἐκκλησίαν, ἐπανῆλθε δὲ ἡ εἰρήνη τε καὶ ὁμόνοια τοῦ ἀκρογωνιαίου λίθου Χριστοῦ, τοῦ ποιήσαντος ἑκάτερα ἕν, τῷ τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἰσχυροτάτῳ δεσμῷ ἑκάτερον τοῖχον ζευγνυκότος, καὶ συσφίγοντός τε καὶ συνέχοντος στοργῇ ἀϊδίου ἑνότητος· καὶ μετὰ τὴν μακρὰν ἐκείνην τῆς ἀθυμίας ὁμίχλην, καὶ τὴν ἀπὸ τῆς χρονίου διαστάσεως μέλαινάν τε καὶ ἄχαριν ἀχλύν, ἡ γαληνιῶσα πᾶσιν ἀκτὶς ἐξήστραψε τῆς ποθεινοτάτης ἑνώσεως. Εὐφρενέσθω καὶ ἡ μήτηρ ἐκκλησία τὰ ἑαυτῆς τέκνα μέχρι τοῦδε πρὸς ἄλληλα στασιάζοντα, εἰς ἑνότητά τε καὶ εἰρήνην ἤδη ἐπανιόντα ὁρῶσα. Καὶ ἡ πρώην ἐπὶ τῷ χωρισμῷ αὐτῶν πικρότατα κλαίουσα, ἐκ τῆς νῦν αὐτῶν θαυμαστῆς ὁμονοίας σὺν ἀνεκφράστῳ χαρᾷ τῷ παντοδυνάμῳ εὐχαριστείτω Θεῷ. Πάντες συνευφρενέσθωσαν οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοί, καὶ οἱ τῷ ἀπὸ Χριστοῦ ὀνόματι κεκλημένοι τῇ μητρὶ τῇ καθολικῇ ἐκκλησίᾳ συναγαλλέσθωσαν. Ἰδοὺ γὰρ οἵ τε δυτικοὶ καὶ οἱ ἀνατολικοὶ πατέρες μετὰ τὸν μακρότατον τῆς διαφωνίας καὶ διαστάσεως χρόνον ἐκεῖνον πρὸς πάντα παραβαλλόμενοι κίνδυνον τὸν ἐν γῇ καὶ θαλάττῃ, καὶ πάντα πόνον ὑπερβαλλόντες, πρὸς τὴν ἱερὰν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, τῇ τε τῆς ἱερᾶς ἑνώσεως ἐφέσει, καὶ τοῦ τὴν παλαιὰν ἀγάπην ἀνακτήσασθαι ἕνεκα, γεγηθότες συνῆλθον καὶ πρόθυμοι, καὶ τοῦ σκοποῦ οὐκ ἀπέτυχον. Μετὰ γὰρ πολλὴν καὶ ἐπίπονον ἔρευναν, τέλος τῇ τοῦ παναγίου πνεύματος φιλανθρωπίᾳ τῆς εὐκταιοτάτης ταύτης καὶ ἁγίας ἑνώσεως ἔτυχον. Τίς οὖν ταῖς τοῦ Θεοῦ εὐεργεσίαις ἀξίως εὐχαριστεῖν δύναιτ’ ἄν; Τίς ἐνώπιον τοῦ πλούτου τῶν θείων οἰκτιρμῶν οὐκ ἂν ἐκπλαγείη; Τίνος οὖν ἂν καὶ σιδηροῦν στῆθος τὸ τῆς θείας εὐσπλαχνίας οὔσης τηλικαύτης μαλθάξειε μέγεθος; Ὄντως θεῖά εἰσι ταῦτα τὰ ἔργα, οὐκ ἀνθρωπίνης ἀσθενείας εὑρέματα· καὶ διὰ ταῦτα μετ’ ἐξαιρέτου μὲν εὐλαβείας ἀποδεκτέα, θείοις δὲ ὕμνοις προβιβαστέα. Σοὶ αἶνος, σοὶ δόξα, σοὶ πρέπει εὐχαριστία Χριστὲ πηγὴ οἰκτιρμῶν· ὃς τοσοῦτον ἀγαθὸν τῇ νύμφῃ σου καθολικῇ ἐκκλησίᾳ κεχάρισαι, κἂν τῇ ἡμετέρᾳ γενεᾷ τὰ τῆς εὐσπλαχνίας σου ἔδειξας θαύματα, ἵνα σου πάντες τὰ θαυμάσια διηγήσωνται. Οὕτω μέγα τῷ ὄντι καὶ θεῖον ἡμῖν ὁ Θεὸς δῶρον δεδώρηται, καὶ τοῖς ὀφθαλμοῖς εἴδομεν, ὃ πολλοὶ τῶν πρὸ ἡμῶν ἐπιθυμήσαντες ἰδεῖν οὐ δεδήλωται. Συνελθόντες γὰρ Λατῖνοί τε καὶ Γρακοὶ ἐν ταύτῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ, σπουδῇ μεγάλῃ πρὸς ἀλλήλους ἐχρήσαντο, ὅπως μετὰ τῶν ἄλλων καὶ τὸ ἄρθρον ἐκεῖνο τὸ περὶ τῆς θείας ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος μετὰ πλείστης ὅσης ἐπιμελείας καὶ συνεχοῦς συζητήσεως ἐξετασθείη. Προκομισθεισῶν δὲ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς, καὶ πλείστων χρήσεων τῶν ἁγίων διδασκάλων ἀνατολικῶν τε καὶ δυτικῶν, τοῦτο μὲν ἐκ πατρὸς καὶ υἱοῦ, τοῦτο δὲ ἐκ πατρὸς δι’ υἱοῦ λεγόντων τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, καὶ εἰς τὴν αὐτὴν ἔννοιαν ἀποβλεπόντων ἁπάντων ἐν διαφόροις ταῖς λέξεσιν, οἱ μὲν Γραικοὶ διϊσχυρίσαντο, ὅτι τοῦθ’ ὅπερ λέγουσι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, οὐ ταύτῃ τῇ διανοίᾳ προφέρουσιν, ὥστε αὐτοὺς τὸν υἱὸν ἀποκλείειν, ἀλλ’ ἐπειδήπερ αὐτοῖς ἐδόκει, φασί, τοὺς Λατίνους διαβεβαιοῦσθαι, τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὡς ἀπὸ δύο ἀρχῶν καὶ δύο πνεύσεων ἐκπορεύεσθαι, διὰ τοῦτ’ ἐφυλάξαντο λέγειν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ἐκ πατρὸς καὶ υἱοῦ. Οἱ δὲ Λατῖνοι διεβεβαιώσαντο, μὴ κατὰ ταύτην τὴν ἔννοιαν σφᾶς αὐτοὺς λέγειν τὸ πνεῦμα τὸ ἅγιον ἐκ πατρὸς καὶ υἱοῦ ἐκπορεύεσθαι, ὡς ἀποκλείειν τὸν πατέρα τοῦ εἶναι πηγὴν καὶ ἀρχὴν τῆς ὅλης θεότητος, τοῦ υἱοῦ δηλονότι καὶ τοῦ ἁγίου πνεύματος· ἢ ὅτι τὸ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον, ὁ υἱὸς οὐκ ἔχει ἀπὸ τοῦ πατρὸς ἢ ὅτι δύο τιθέασιν εἶναι ἀρχὰς ἢ δύο πνεύσεις· ἀλλ’ ἵνα μίαν μόνην δηλώσωσιν εἶναι ἀρχήν, καὶ μοναδικὴν προβολὴν τοῦ ἁγίου πνεύματος, καθώς μέχρι τοῦδε διϊσχυρίσαντο. Ἐπειδὴ δὲ ἐκ τούτων πάντων μία καὶ ἡ αὐτὴ τῆς ἀληθείας συνάγεται ἔννοια, τέλος εἰς τὴν ὑπογεγραμμένην ἁγίαν καὶ θεοφιλῆ τῇ αὐτῇ διανοίᾳ καὶ τῷ αὐτῷ νοΐ συνεφώνησαν καὶ συνῄνεσαν ὁμοθυμαδὸν ἕνωσιν. Ἐν τῷ ὀνόματι τοίνυν τῆς ἁγίας Τριάδος τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ταύτης τῆς ἱερᾶς καὶ οἰκουμενικῆς τῆς ἐν Φλωρεντίᾳ ἐπιψηφιζομένης συνόδου, ὁρίζομεν, ἵνα αὕτη ἡ τῆς πίστεως ἀλήθεια ὑπὸ πάντων πιστευθείη τε καὶ ἀποδεχθείη τῶν Χριστιανῶν, καὶ οὕτω πάντες ὁμολογῶσιν. Ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἀϊδίως ἐστί, καὶ τὴν ἑαυτοῦ οὐσίαν καὶ τὸ ὑπαρκτικὸν αὐτοῦ εἶναι ἔχειν ἐκ τοῦ πατρὸς ἅμα καὶ τοῦ υἱοῦ, καὶ ἐξ ἀμφοτέρων ἀϊδίως ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ μοναδικῆς προβολῆς ἐκπορεύεται· διασαφοῦντες, ὅτι τοῦθ’ ὅπερ οἱ ἅγιοι διδάσκαλοι καὶ πατέρες, ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐκπορεύεσθαι λέγουσι τὸ πνεῦμα τὸ ἅγιον, εἰς ταύτην φέρει τὴν ἔννοιαν, ὥστε διὰ τούτου δηλοῦσθαι, καὶ τὸν υἱὸν εἶναι κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν, κατὰ δὲ τοῦς Λατίνους ἀρχὴν τῆς ἁγίου πνεύματος ὑπάρξεως, ὥσπερ καὶ τὸν πατέρα. Καὶ ἐπεὶ πάντα, ὅσα ἐστὶ τοῦ πατρός, αὐτὸς ὁ πατὴρ τῷ μονογενεῖ αὐτοῦ υἱῷ ἐν τῷ γεννᾶν δέδωκε πλὴν τοῦ εἶναι πατέρα, τοῦτ’ αὐτὸ ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ υἱοῦ ἐκπορεύεται, αὐτὸς ὁ υἱὸς παρὰ τοῦ πατρὸς ἀϊδίως ἔχει, ἀφ’ οὗ ἀϊδίως καὶ γεγένηται. Ἔτι διοριζόμεθα τὴν τῶν ρημάτων ἐκείνων ἀνάπτυξιν τήν, καὶ ἐκ τοῦ υἱοῦ, χάριν τοῦ τὴν ἀλήθειαν σαφινισθῆναι, ἀνάγκης τε τότε ἐπικειμένης, θεμιτῶς τε καὶ εὐλόγως ἐν τῷ συμβόλῳ προστεθῆναι. Ἔτι ἐν ἀζύμῳ ἢ ἐνζύμῳ ἄρτῳ σιτίνῳ τὸ τοῦ Χριστοῦ σῶμα τελεῖσθαι ἀληθῶς, τούς τε ἱερεῖς ἐν θατέρῳ αὐτὸ τὸ σῶμα τοῦ κυρίου ὀφείλειν τελεῖν, ἕκαστον δηλονότι κατὰ τὴν τῆς ἰδίας ἐκκλησίας εἴτε δυτικῆς εἴτε ἀνατολικῆς συνήθειαν. Ἔτι ἐὰν οἱ ἀληθῶς μετανοήσαντες ἀποθάνωσιν ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, πρὶν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς ἱκανοποιῆσαι περὶ τῶν ἡμαρτημένων ὁμοῦ καὶ ἠμελημένων, τὰς τούτων ψυχὰς καθαρτικαῖς τιμωρίαις καθαίρεσθαι μετὰ θάνατον. Ὥστε δὲ ἀποκουφίζεσθαι αὐτὰς τῶν τοιύτων τιμωριῶν, λισιτελεῖν αὐταῖς τὰς τῶν ζώντων πιστῶν ἐπικουρίας, δηλονότι τὰς ἱερὰς θυσίας, καὶ εὐχάς, καὶ ἐλεημοσύνας, καὶ τἆλλα τῆς εὐσεβείας ἔργα, ἅ τινα παρὰ τῶν πιστῶν ὑπὲρ ἄλλων πιστῶν εἴωθε γίνεσθαι, κατὰ τὰ τῆς ἐκκλησίας διατάγματα. Ἐκείνων δὲ τὰς ψυχάς, οἵ τινες μετὰ τὸ βαπτισθῆναι οὐδεμιᾷ ὅλως τῆς ἁμαρτίας κηλῖδι ὑπέπεσον, καὶ ἔτι τὰς μετὰ τὸ ἐφελκύσασθαι τὴν τῆς ἁμαρτίας κηλίδα, εἴτε ἐν τοῖς αὐτῶν σώμασιν, εἴτε μετὰ τὸ τὰ σώματα ἀποδύσασθαι, ὡς προείρηται, καθαρθείσας, εἰς οὐρανὸν εὐθὺς προσλαμβάνεσθαι, καὶ καθαρῶς θεωρεῖν αὐτὸν τὸν ἕνα καὶ τρισυπόστατον Θεόν, καθώς ἐστιν, ἕτερον μὲν τοῦ ἑτέρου τελεώτερον μετὰ τὴν τῶν βεβιωμένων ἀξίαν· τὰς δὲ ψυχὰς τῶν ἐν θανασίμῳ ἁμαρτίᾳ τῇ κατ’ ἐνέργειαν, ἢ καὶ ἐν μόνῃ τῇ προπατορικῇ ἀποβιούντων εὐθέως καταβαίνειν εἰς ᾄδην, τιμωρίαις ὁμοίως ἀνίσοις τιμωρηθησομένας. Ἔτι ὁρίζομεν τὴν ἁγίαν ἀποστολικὴν καθέδραν, καὶ τὸν Ρωμαϊκὸν ἀρχιερέα εἰς πᾶσαν τὴν οἰκουμένην τὸ πρωτεῖον κατέχειν, αὐτόν τε τὸν Ρωμαϊκὸν ἀρχιερέα διάδοχον εἶναι τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, καὶ ἀληθῆ τοποτηρητὴν τοῦ Χριστοῦ, καὶ πάσης τῆς ἐκκλησίας κεφαλὴν καὶ πάντων τῶν Χριστιανῶν πατέρα τε καὶ διδάσκαλον ὑπάρχειν, καὶ αὐτῷ ἐν τῷ μακαρίῳ Πέτρῳ τοῦ ποιμαίνειν, καὶ διϊθύνειν, καὶ κυβερνᾶν τὴν καθολικὴν ἐκκλησίαν ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πλήρη ἐξουσίαν παραδεδόσθαι, καθ’ ὃν τρόπον καὶ ἐν τοῖς πρακτικοῖς τῶν οἰκουμενικῶν συνόδων, καὶ ἐν τοῖς ἱεροῖς κανόσι διαλαμβάνεται· ἀνανεοῦντες ἔτι καὶ τὴν ἐν τοῖς κανόσι παραδεδομένην τάξιν τῶν λοιπῶν σεβασμίων πατριαρχῶν, ὥστε τὸν τῆς Κωνσταντινουπόλεως πατριάρχην δεύτερον εἶναι μετὰ τὸν ἁγιώτατον πάπαν τῆς Ρώμης, τρίτον δὲ τὸν τῆς Ἀλεξανδρείας, τέταρτον δὲ τὸν τῆς Ἀντιοχείας, καὶ πέμπτον τὸν τῶν Ἱεροσολύμων, σωζομένων δηλαδὴ καὶ τῶν προνομίων ἁπάντων καὶ τῶν δικαίων αὐτῶν.

Ἐδόθη ἐν τῇ Φλωρεντίᾳ, ἐν δημοσίᾳ συνελεύσει ἑορτασίμως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τελεσθείσῃ, ἔτει ἀπὸ τῆς τοῦ Κυρίου σαρκώσεως χιλιοστῷ τετρακοσιοστῷ τριακοστῷ ἐνάτῳ, Ἰουλίου ἕκτῃ, ἡμέρᾳ, δευτέρᾳ, ἰνδικτιῶνος δευτέρας· (ἀπὸ δὲ κτίσεως κόσμου, ἔτει ἑξακισχιλιοστῷ ἐνακοσιοστῷ τεσσαρακοστῷ ἑβδόμῳ, καὶ τῆς ἀρχιερατείας ἡμῶν ἔτει ἐννάτῳ). 

Ego Eugenius catholicae ecclesiae episcopus ite definiens subscripsi 

[Ἕπονται αἱ ὑπογραφαὶ ὀκτὼ Καρδιναλίων, πρῶτον μὲν τεσσάρων Πρεσβυτέρων, ἔπειτα δύο Ἐπισκόπων καὶ μετέπειτα δύο Διακόνων, κατὰ τὸν τύπον· «Ego ... cardinalis ... subscripsi». Μεθ’ ἅς, ἕπεται ἡ ὑπογραφὴ τοῦ Βασιλέως καὶ τῶν Ὀρθοδόξων συνοδικῶν, ὡς ἑξῆς·] 

Ἰωάννης ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ρωμαίων ὁ Παλαιολόγος. 

Ὁ ταπεινὸς μητροπολίτης Ἡρακλείας, ὁ λογὰς τῶν Αἰδεσσηνῶν, καὶ ἀρχιερεὺς πάσης Θρακίας καὶ Μακεδονίας, καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου τῆς Ἀλεξανδρείας Φιλοθέου Ἀντώνιος ἀποφήνας ὑπέγραψα.

Ὁ τοποτηρητὴς τῆς αὐτῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου τῆς Ἀλεξανδρείας καὶ κυρίου μου κυρίου Φιλοθέου, καὶ πρωτοσύγκελλος πνευματικὸς Γρηγόριος ἱερομόναχος ὑπέγρ.

Ἰσίδωρος μητροπολίτης Κιαίβου καὶ πάσης Ρωσίας καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου Ἀντιοχείας κυρίου Δωροθέου, ἀρκετὸς ὑπέγρ.

Ὁ ταπεινὸς μητροπολίτης Μονεμβασίας καὶ τοποτηρητὴς τῆς ἀποστολικῆς καθέδρας τοῦ ἁγιωτάτου πατριάρχου Ἱεροσολύμων κυρίου Ἰωακείμ, Δοσίθεος, ἀρκετὸς ὑπεγρ.

Ὁ ταπεινὸς μητροπολίτης Κυζίκου, καὶ τόπον ἐπέχων τοῦ Ἀγκόρας, Μητροφάνης, ἀρκετὸς ὑπέγρ.

Ὁ ταπεινὸς μητροπολίτης Τραπεζοῦντος, καὶ τόπον ἐπέχων τοῦ Καισαρείας, Δωρόθεος, ἀρκετὸς ὑπέγρ.

Βησσαρίων ἐλέει θείῳ ἀρχιεπίσκοπος Νικαίας καὶ τόν τόπον ἐπέχων τοῦ Σάρδεων, ἀρκετὸς ὑπέγρ.

Ὁ ταπεινὸς μητροπολίτης Νικομηδείας Μακάριος, ἀρκετὸς ὑπέγρ.

Ὁ ταπεινὸς μητροπολίτης Τορνόβου, καὶ τὸν τόπον ἐπέχων τοῦ Νικομηδείας, Ἰγνάτιος, ἀρκετὸς ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Μιτυλήνης, καὶ τὸν τόπον ἐπέχων τοῦ Σίδης, Δωρόθεος, ἀρκετὸς ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Μουλδοβλαχίας, καὶ τὸν τόπον ἐπέχων τοῦ Σεβαστείας, Δαμιανός, ἀρκετὸς ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Ἀμασείας Ἰωάσαφ, ἀρκετὸς ὑπέγρ.

Ὁ ταπεινὸς μητροπολίτης Ρόδου καὶ τῶν Κυκλάδων νήσων Ναθαναήλ, ἀρκετὸς ὑπέγρ. 

[Ἕπονται αἱ ὑπογραφαὶ 106 Λατίνων συνοδικῶν. Μεθ’ ἅς, ὑπογραφαὶ ἑτέρων Ὀρθοδόξων συνοδικῶν, ὡς ἑξῆς·] 

Ὁ ταπεινὸς μητροπολίτης Δίστρας Κάλλιστος ἀρκετός, ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Γάννου Γεννάδιος ἀρκετός, ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Μελενίκου Ματθαῖος ἀρκετός, ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Δράμας Δοσίθεος ἀρκετός, ὑπέγραψα.

Ὁ ταπεινὸς μητροπολίτης Ἀγχιάλου Σοφρόνιος ἀρκετός, ὑπέγραψα.

Βησσαρίων Νικαίας δι’ ἐπιτροπῆς γεγραμμένης παρὰ τοῦ μεγάλου σακελλαρίου Μανουὴλ διακόνου τοῦ Χρυσοκούκη, ὅστις ἑαυτὸν πιτανῶς ὁμοῦ ἐσημείωσεν, ὑπὲρ ἐκείνου ἐνταῦθα, αὐτὸν ἐξηγούμενος τῆς αὐτῆς δόξης· καὶ τοῦ αὐτοῦ νοῦ καὶ αὐτὸν μεθ’ ἡμῶν ὑπάρχειν, καὶ τούτοις πᾶσιν ἀκολουθεῖν, ὑπέγρ

Ὁ μέγας σκευοφύλαξ διάκονος, Θεόδωρος ὁ Ξανθόπουλος ὑπέγρ.

Ὁ μέγας χαρτοφύλαξ καὶ ἀρχιδιάκονος Μιχαὴλ ὁ Βαλσαμών, ὑπέγρ.

Ὁ μέγας ἐκκλησιάρχης καὶ δικαιοφύλαξ διάκονος Σίλβεστρος ὁ Συρόπουλος, ὑπέγρ.

Ὁ πρωτέκδικος διάκονος Γεώρ. ὁ Καπαδόξ, ὑπέγρ.

Ὁ πρωτοπαπᾶς Κωνσταντῖνος, καὶ τοποτηρητὴς τοῦ Μουλδοβλαχίας, ὑπέγρ.

Ὁ ἐκκλησιάρχης τῆς τιμίας μονῆς ἁγίας καὶ βασιλικῆς τοῦ ἁγίου ὄρους τῆς μεγάλης Λαύρας, καὶ τοποτηρητὴς τῆς αὐτῆς μονῆς Μωσῆς ἱερομόναχος, ὑπέγρ.

Ὁ ποτὲ ἡγούμενος τῆς Περιβλέπτου Ἀθανάσιος, ὑπέγρ.

Ὁ ἡγούμενος τῆς ἁγίας μονῆς τοῦ Παντοκράτορος Γερόντιος ἱερομόναχος, ὑπέγρ.

Ὁ ποτὲ ἡγούμενος τοῦ ἁγίου Βλασίου Γερμανός, ὑπέγραψα.

Παχώμιος ἱερομόναχος καὶ ἀββᾶς τοῦ ἁγίου Παύλου, ἀρκετὸς ὑπέγρ.

 

1 σχόλιο:

  1. Ενα μικρό σχόλιο. Υπάρχουν πολλοί που διαφωνούν λιγάκι με την τόσο αθώα εκτίμιση της ψευδοσυνόδου την οποία προβάλετε, όπως οι πιο κορυφαίοι μας πανεπιστημιακοί θεολόγοι (Ζήσης, Τσελεγγίδης, Σαράντου, κοκ), η πλειοψηφία των Αγιορειτών Πατέρων και δεί των Χαριτωμένων όπως αποτυπώθηκε στα τόσα κείμενα που έχουν συντάξει επ' αυτού, πλείστοι όσοι Ιεράρχες εντός και εκτός Ελλάδος και δει Προκαθήμενοι, πάμπολλοι Πατέρες, θεολόγοι και Αρχιερείς απο όλο τον Ορθόδοξο κόσμο όπως καταγράφησαν σε πολύωρα συνέδρια σε Ελλάδα, Ρωσία, Ρουμανία, κοκ.

    Φαντάζομαι, κάτι θα γνωρίζουν όλοι αυτοί, και δει οι Χαριτωμένοι ασκητές που κοινωνούν το Άγιο Πνεύμα και μας μεταφέρουν την θλίψη του Θεού για το Κολυμπάρι.

    ΑπάντησηΔιαγραφή