γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 26 Απριλίου 2017

Δοσιθέου Ιεροσολύμων, Ομολογία πίστεως (1672 μ.Χ.)


ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ
ΔΟΣΙΘΕΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ
1672 μ.Χ.

† ΔΟΣΙΘΕΟΣ
ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων

τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς Ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοι­νῶς τῶν ὑποκειμένων τῷ καθ’ ἡμᾶς ἀποστολικῷ θρόνῳ χριστιανῶν ἁπάντων καὶ τῶν ἐπιδημούντων τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλη πόλει Ἱερουσαλὴμ ὀρθοδόξων προσκυνητῶν (οἷς πᾶσα ἐν τοῖς περὶ πίστεως ἡ Καθολικὴ Ἐκκλησία συνάδει) ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτύριον πρός τε Θεοῦ πρός τε ἀνθρώ­πων εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.


Ὅρος α΄.
Πιστεύομεν εἰς ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα ἀγέννητον· Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ· Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ παναγίαν Τριάδα προσαγορεύομεν, ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυ­νούμενην.

Ὅρος β΄.
Πιστεύομεν τὴν θείαν καὶ ἱερὰν Γραφὴν εἶναι θεοδίδακτον, καὶ διὰ τοῦτο ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, οὐκ ἄλλως μέντοι, ἀλλ’ ἢ ὡς ἡ Καθολικὴ Ἐκκλησία ταύτην ἡρμήνευσε καὶ παρέδωκεν. Πᾶσα γὰρ αἱρετικῶν βδελυρία δέχεται μὲν τὴν θείαν Γραφήν, παρεξηγεῖται δ’ αὐτὴν μεταφοραῖς καὶ ὁμωνυμίαις καὶ σοφίσμασι σοφίας ἀνθρωπίνης χρωμένη, συγχέουσα τὰ ἀσύγχυτα καὶ παίζουσα ἐν οὐ παικτοῖς. Ἄλλως γὰρ ἄν, ἄλλου ἄλλην ὁσημέραι περὶ αὐτῆς γνώμην ἐσχηκότος, οὐκ ἂν εἴη ἡ Καθολικὴ Ἐκκλησία, Χριστοῦ χάριτι, ἕως τῆς σήμερον Ἐκκλησία μίαν γνώμην ἔχουσα περὶ πίστεως καὶ ἀεὶ ὡσαύτως καὶ ἀπαρασαλεύτως πιστεύουσα, ἀλλ’ ἐσχίσθη ἂν εἰς μυρία καὶ αἱρέσεσιν ὑπέκειτο, καὶ μηδ’ ἦν ἡ Ἐκκλησία ἁγία, στύλη καὶ ἑδραίωμα τῆς ἀληθείας, ἄσπιλός τε καὶ ῥυτίδος χωρίς, ὅπερ βλάσφημον μὲν ἐννοῆσαι, τὸ δὲ καὶ φρονῆσαι ἄθεον· οἱ γὰρ τοιαῦτα πρεσβεύοντες εἰσὶν ἡ Ἐκκλησία τῶν πονηρευομένων, ὡς φαίνεται γεγονυῖα ἀναμφιβόλως ἡ τῶν αἱρετικῶν, καὶ μάλιστα τῶν ἀπὸ Καλουΐνου, (οἳ οὐκ αἰσχύνονται παρὰ τῆς Ἐκκλησίας μανθάνειν, ἔπειτα ταύτην πονηρῶς ἀποκρούεσθαι). Ὅθεν καὶ τὴν τῆς Καθολικῆς Ἐκκλησίας μαρτυρίαν οὐχ ἧττον τῆς ἣν κέκτηται ἡ θεία Γραφὴ εἶναι πιστεύομεν. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος ὄντος ἀμφοτέρων δημιουργοῦ, ἴσόν ἐστι πάντως ὑπὸ τῆς Γραφῆς καὶ ὑπὸ τῆς Καθολικῆς Ἐκκλησίας διδάσκεσθαι. Ἔπειτα ἄνθρωπον μὲν ὅντιναοῦν, λαλοῦντα ἀφ’ ἑαυτοῦ, ἐνδέχεται ἁμαρτῆσαι καὶ ἀπατῆσαι καὶ ἀπατηθῆναι, τὴν δὲ Καθολικὴν Ἐκκλησίαν, ὡς μηδέποτε λαλήσασαν ἢ λαλοῦσαν ἀφ’ ἑαυτῆς ἀλλ’ ἐκ τοῦ πνεύματος τοῦ Θεοῦ, (ὃ καὶ διδάσκαλον ἀδιαλείπτως πλουτεῖ εἰς τὸν αἰῶνα), ἀδύνατον πάντῃ ἁμαρτῆσαι ἢ ὅλως ἀπατῆσαι καὶ ἀπατηθῆναι, ἀλλ’ ἔστιν ὡσαύτως τῇ θείᾳ Γραφῇ ἀδιάπτωτος καὶ ἀενάον τὸ κῦρος ἔχουσα.

Ὅρος γ΄.
Πιστεύομεν τὸν ἄκρως ἀγαθὸν Θεὸν ἐξ ἀϊδίου οὖς ἐξελέξατο εἰς δόξαν προορίσαι, οὖς δ’ αὖ ἀπεδοκιμασεν εἰς κατάκρισιν παραχωρῆσαι· οὐχ ὅτι δὲ τού­τους οὕτως ἠβουλήθη δικαιῶσαι, τούτους δὲ ἀναιτίως παραχωρῆσαι καὶ κατακρῖναι· ἀνοίκειον γὰρ τοῦτο τῷ Πατρὶ τῶν ὅλων καὶ ἀπροσωπολήπτῃ καὶ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν Θεῷ· ἀλλ’ ὅτι τούτους μὲν προειδότα καλῶς τῷ αὐτεξουσίῳ χρησομένους, προορίσαι ὡς ἀγαθὸς καὶ πολυέλεος, τούτους δὲ κακῶς, κατακρῖναι ὡς δίκαιος.
Ἐννοοῦμεν δὲ τὴν χρῆσιν τοῦ αὐτεξουσίου οὕτως, ὥστε τῆς θείας καὶ φωτι­στικῆς χάριτος, ἣν καὶ προκαταρκτικὴν προσαγορεύομεν, οἷον φῶς τοῖς ἐν σκότει παρὰ τῆς θείας ἀγαθότητος πᾶσι χορηγουμένης τοῖς βουλομένοις ὑπεῖξαι ταύτῃ (καὶ γὰρ οὐ τοὺς μὴ θέλοντας, ἀλλὰ τοὺς θέλοντας ὠφελεῖ) καὶ συγκατατεθῆναι, ἐν οἷς ἐκείνη ἐντέλλεται, πρὸς σωτηρίαν οὖσιν ἀναγκαιοτάτοις, δωρεῖσθαι ἑπομέ­νως καὶ ἰδικὴν χάριν, ἥτις συνεργοῦσα καὶ ἐνδυναμοῦσα καὶ ἐμμόνους πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην, ταὐτὸν εἰπεῖν, πρὸς ἃ ὁ Θεὸς θέλει ἡμᾶς ἐργάζεσθαι ἀγαθὰ (ἃ καὶ ἡ προκαταρκτικὴ χάρις προσενετείλατο) ἀποτελοῦσα, δικαιοῖ καὶ προωρισμένους ποιεῖ· τοῖς δὲ μὴ θέλουσιν ὑπακοῦσαι καὶ συγκατατεθῆναι τῇ χάριτι, καὶ διὰ τοῦτο οὐδ’ ἃ Θεὸς βούλεται ἡμᾶς ἐργάζεσθαι τηροῦσι, καὶ ἐν τοῖς τοῦ σα­τανᾶ ἐπιτηδεύμασι τὴν ἣν παρὰ Θεοῦ εἰλήφασιν αὐτεξουσιότητα εἰς τὸ ἐργάζεσθαι ἑκουσίως τὸ ἀγαθόν, καταχρωμένοις, γίνεσθαι τὴν παραχώρησιν εἰς ἀΐδιον κατάκρισιν.
Τὸ δὲ λέγειν τοὺς παμμιάρους αἱρετικοὺς (ὡς κεῖται ἐν τῷδε τῷ κεφαλαίῳ τὸν Θεὸν προορίζειν ἢ κατακρίνειν μηδαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα τῶν προοριζομένων ἢ κατακρινομένων, βέβηλον καὶ ἀνόσιον οἴδαμεν. Ἐμάχετο γὰρ ἂν οὕτως ἡ Γραφὴ πρὸς ἑαυτήν, διὰ τῶν ἔργων τῷ πιστῷ διδάσκουσα τὴν σωτηρίαν, καὶ τὸν Θεὸν αἴτιον ὑποθεμένη κατὰ τὴν φωτιστικὴν χάριν, ἣν μὴ προηγησαμένων ἔργων, παρέχει κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, δεῖξαι τῷ ἀνθρώπῳ τὴν τῶν θείων πραγμάτων ἀλήθειαν, καὶ διδάξαι ὅπως οὗτος ταύτῃ συγκατατεθῇ, εἰ βούλοιτο, καὶ ποιήσῃ τὸ ἀγαθὸν καὶ εὐάρεστον, ὡς εἴρηται, καὶ οὕτω σωτηρίας τυχεῖν· οὐκ ἀναιρεῖ τὸ θέλειν ἢ μὴ θέλειν ὑπακοῦσαι ἢ μὴ ὑπακοῦσαι αὐτῷ.
Ἀλλὰ καὶ τὸ τὴν θείαν θέλησιν αἰτίαν εἶναι τῶν κατακρινομένων οὕτως ἁπλῶς καὶ ἀναιτίως, ποίαν οὐκ ἔχει μανίαν; ποίαν οὐκ ἐπιφέρει κατὰ τοῦ Θεοῦ συκοφαντίαν; καὶ ποίαν εἰς τὸ ὕψος οὐ λαλεῖ ἀδικίαν καὶ βλασφημίαν; Ἀπείραστον μὲν γὰρ κακῶν τὸ θεῖον, καὶ πάντων ἐξ ἴσου ἐθέλον τὴν σωτηρίαν, ὡς μὴ ἐχούσης χώραν τῆς προσωποληψίας παρ’ αὐτῷ οἴδαμεν, καὶ τοῖς βεβήλοις γενομένοις σκεύεσι διὰ μοχθηρὰν αὐτῶν προαίρεσιν καὶ ἀμετανόη­τον καρδίαν, ὡς δίκαιον παραχωρεῖν τὴν κατάκρισιν ὁμολογοῦμεν. Κολάσεως δ’ αἰωνίου, ὠμότητός τε καὶ ἀσπλαγχνίας καὶ μισανθρωπίας αἴτιον οὔποτέ φαμεν τὸν Θεόν, τὸν χαρὰν γίνεσθαι ἐν οὐρανῷ ἐπὶ ἑνὶ μετανοοῦντι ἁμαρτωλῷ ἀποφηνάμενον. Μὴ γένοιτο ἡμᾶς οὕτως ἢ πιστεῦσαι ἢ ἐννοῆσαι, ἕως ἂν ἑαυ­τῶν ἐσμεν. Ἀποστρεφόμεθα δὲ τοὺς τὰ τοιαῦτα καὶ λέγοντας καὶ φρονοῦντας καὶ χείρους αὐτοὺς τῶν ἐπ’ ἀσεβείᾳ διαβεβοημένων εἶναι ὁμολογουμεν.

Ὅρος δ΄.
Πιστεύομεν τὸν τρισυπόστατον Θεόν, τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ποιητὴν εἶναι ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ψυχάς τε λογικὰς καὶ δαίμονας (εἰ καὶ μὴ τοιούτους τοὺς δαίμονας, ὡς αὐτοὶ προαιρέσει ἰδίᾳ ὕστερον ἐγένοντο, ὁ Θεὸς πεποίηκει)· ὁρατὰ δέ, οὐρανὸν καὶ τὰ ὑπ’ οὐρανόν. Ὅτι δὲ φύσει ἀγαθὸς ὁ ποιητής, ἐποίησε καλὰ λίαν πάντα ὅσα ἐποίησεν. Οὐδὲ δύναταί ποτε κακοῦ ποιητὴς εἶναι. Εἰ δέ τι κακόν, ταὐτὸν εἰπεῖν ἁμάρτημα, γινόμενον ἐναντίως τῇ θείᾳ θελήσει, ἐστὶν ἐν τῷ ἀνθρώπῳ ἢ τῷ διαβόλῳ, (ἁπλῶς γὰρ ἐν τῇ φύσει κακὸν οὐκ οἴδαμεν), ἐκεῖνο ἢ τοῦ ἀνθρώπου ἢ τοῦ διαβόλου εἶναι. Κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτω­τος, κακοῦ τὸν Θεὸν μηδαμῶς εἶναι δημιουργόν, μήτε μὴν ὅλως δικαίῳ λόγῳ τοῦ Θεοῦ καταψηφίζεσθαι.

Ὅρος ε΄.
Πιστεύομεν πάντα τὰ ὄντα, εἴτε ὁρατὰ εἴτε ἀόρατα, ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνάσθαι προνοίας, τὰ δὲ κακά, ᾗ κακά, προειδέναι μὲν τὸν Θεὸν καὶ παραχωρεῖν, οὐ μὴν καὶ προνοητὴν εἶναι τούτων, ἐπεὶ μηδὲ ποιητήν· ἤδη γεγενημένα δέ, ἒσθ’ ὅτε ἐπευθύνεσθαι πρός τι χρήσιμον ὑπὸ τῆς ἄκρας ἀγαθότητος, οὐ ποιούσης μέν, ἐγκεντριζούσης δὲ πρὸς τὸ κρεῖττον, ὡς οἶόν τε ἐκείνοις. Ἐκθειάζειν δέ, ἀλλ’ οὐκ ἐξετάζειν ὀφείλομεν τὴν θείαν πρόνοιαν ἐν τοῖς ἀπορρήτοις καὶ μηδ’ ὅλως ἀποκαλυφθεῖσι κρίμασι. Τὰ μέντοι παρὰ τῇ θείᾳ Γραφῇ παραδεδομένα περὶ αὐτῆς, ὡς συντείνοντα πρὸς ζωὴν αἰώνιον, δεῖν ἡμᾶς εὐγνωμόνως ἀνερευνᾶν καὶ ἑπομένως ταῖς πρώταις περὶ Θεοῦ ἐννοίαις ἀνενδοιάστως ἐκλαμβάνειν.

Ὅρος ς΄.
Πιστεύομεν τὸν πρῶτον ἄνθρωπον, κτισθέντα παρὰ Θεοῦ, ἐν παραδείσῳ πεπτωκέναι, ὅτε παριδὼν τὴν θείαν ἐντολήν, τῇ τοῦ ὄφεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε· κάντευθεν ἀναβλῦσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ, ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέρει τοῦτο, (ὅπερ ἐστὶν ἡ ἐγκειμένη ἐν τοῖς μέλεσιν ἡμῶν κλίσις πρὸς τὸ ἁμαρτάνειν, οὐ καθ’ ἑαυτὴν ἁμαρτία, οὐ γὰρ αἱ ἀσυγκατάθετοι καὶ ἄνευ πράξεως προσβολαὶ ἁμαρτία, ἔγκειται γάρ φησιν ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος), καὶ τοὺς καρποὺς αὐτῆς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι.
Καρποὺς δέ φαμεν καὶ φορτίον οὐ τὴν θανάσιμον ἁμαρτίαν, οἷον ἀσέβειαν, βλασφημίαν, φόνον, παιδεραστείαν, μοιχείαν, πορνείαν, ἔχθος, καὶ εἴ τι ἕτερον ὑπὸ μοχθηρᾶς προαιρέσεως ἐναντίον τῇ θείᾳ θελήσει γίνεται, οὐχ ὑπὸ φύσεως· πολλοὶ γὰρ τῶν τε προπατόρων καὶ προφητῶν καὶ ἕτεροι μυρίοι, ὅσοι τῶν ἐν τῇ σκιᾷ καὶ τῇ ἀλήθεια, ὅ τε θεῖος Πρόδρομος καὶ κατ’ ἐξαίρετον λόγον ἡ τοῦ Θεοῦ Λόγου μήτηρ καὶ ἀειπάρθενος Μαρία τῶν τοιούτων καὶ τῶν ὁμοίων τούτοις πλημμελημάτων οὐκ ἐπειράθησαν παντελῶς· ἀλλ’ ἅπερ ὡς ποινὴν τῷ ἀνθρώπῳ διὰ τὴν παράβασιν δέδωκεν ἡ θεία δικαιοσύνη, οἶον ἱδρῶτας τῶν πόνων, θλίψεις, σωματικὰς ἀσθενείας, ὠδῖνας τοῦ τίκτειν, καὶ τέως τὸ ζῆν ἐν τῇ παροικίᾳ ἐπιπόνως, καὶ τελευταῖον τὸν σωματικὸν θάνατον.

Ὅρος ζ΄.
Πιστεύομεν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, κένωσιν ὑποστῆναι, τουτ’ ἔστιν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην φύσιν προσειληφέναι ἐκ Πνεύματος ἁγίου, ἐν τῇ γαστρὶ τῆς ἀειπαρθένου Μαρίας συλληφθέντα καὶ ἐνανθρωπήσαντα, γεννηθέντα χωρὶς τοῦ δοῦναι πόνον ἢ ὠδῖνας τῇ ἰδίᾳ κατὰ σάρκα μητρί, ἢ τὴν παρθενίαν αὐτῆς διασεῖσαι, παθόντα, ταφέντα, ἀναστάντα ἐν δόξῃ τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς, ἀνελθόντα εἰς τοὺς οὐρα­νοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός, ὃν καὶ προσδοκῶμεν ἐλευσόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Ὅρος η΄.
Πιστεύομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον μεσίτην γεγονέναι, καὶ δόντα ἑαυτὸν λύτρον περὶ πάντων τὴν καταλλαγὴν διὰ τοῦ ἰδίου αἵματος πεποιηκέναι ἀναμέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ αὐτὸν κηδόμενον τῶν ἰδίων εἶναι παράκλητον καὶ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἐν ταῖς πρὸς αὐτὸν μέντοι ἐντεύξεσι καὶ αἰτήσεσιν εἶναι πρεσβευτὰς τοὺς ἁγίους φαμέν, καὶ πρὸ πάντων τὴν πανάχραντον μητέρα αὐτοῦ τοῦ Θεοῦ Λόγου, τούς τε ἁγίους ἀγγέ­λους, οὓς καὶ προστατοῦντας ἡμῶν οἴδαμεν, ἀποστόλους, προφήτας, μάρτυρας, ὁσίους, καὶ πάντας οὓς ἐκεῖνος ἐδόξασεν ὡς πιστοὺς αὐτοῦ θεράποντας, οἷς συναριθμοῦμεν καὶ τοὺς ἀρχιερεῖς καὶ ἱερεῖς, ὡς παρισταμένους τῷ θείῳ θυσιαστηρίῳ, καὶ τοὺς ἀρετῇ διαφέροντας δικαίους ἄνδρας. Εὔχεσθαι γὰρ ὑπὲρ ἀλλήλων, καὶ πολὺ ἰσχύειν τὴν δέησιν τοῦ δικαίου, καὶ μᾶλλον ἀκούειν τὸν Θεὸν τῶν ἁγίων, ἤπερ τῶν ἐν ἁμαρτίαις ἐγκαλινδουμένων, ἐκ τῶν ἱερῶν διδασκόμεθα λογίων. Οὐ μόνον δ’ ἔτι ὄντας ἐν τῇ παροικίᾳ τοὺς ἁγίους μεσίτας καὶ πρεσβευ­τὰς ἡμῶν πρὸς Θεὸν ὁμολογοῦμεν, ἀλλὰ καὶ μετὰ θάνατον μάλιστα, ὅτε καὶ τῶν ἐσόπτρων λυθέντων καθαρῶς ἐποπτεύουσι τὴν ἁγίαν Τριάδα, τὸ ἄπειρον ἐκεί­νης φῶς τούτων ἐν τῷ νῷ τίθησι τὰ ἡμέτερα. Ὡς γὰρ τοὺς προφήτας ἐν αἰσθητῷ ὄντας σώματι οὐκ ἀμφιβάλλομεν εἰδέναι τὰ ἐν οὐρανῷ, δι’ ὧν τὰ μέλλοντα ἐχρησμοδότουν, οὕτω καὶ τοὺς ἀγγέλους καὶ τοὺς ὡς ἀγγέλους γεγενημένους ἁγίους εἰδέναι τὰ ἡμέτερα τῷ ἀπείρῳ τοῦ Θεοῦ φωτὶ οὐ διστάζομεν, ἀλλὰ μᾶλλον ἀνενδοιάστως πιστεύομεν καὶ ὁμολογοῦμεν.

Ὅρος θ΄.
Πιστεύομεν μηδένα σῴζεσθαι ἄνευ πίστεως. Καλοῦμεν δὲ πίστιν τὴν οὖσαν ἐν ἡμῖν ὀρθοτάτην ὑπόληψιν, εἴτουν δόξαν, περὶ Θεοῦ καὶ τῶν θείων, ὡς περιέχεται ἐν τῷ συμβόλῳ τῆς πρώτης καὶ δευτέρας τῶν οἰκουμενικῶν συνόδων, ἥτις ἐνεργουμένη διὰ τῆς ἀγάπης, ταὐτὸν εἰπεῖν, διὰ τῶν θείων ἐντολῶν, δικαιοῖ ἡμᾶς παρὰ Χριστοῦ, καὶ ταύτης ἄνευ τῷ Θεῷ εὐαρεστῆσαι ἀδύνατον.

Ὅρος ι΄.
Πιστεύομεν τὴν λεγομένην, μᾶλλον δὲ τὴν οὖσαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, εἰς ἣν καὶ πιστεύειν δεδιδάγμεθα, πάντας τοὺς ἐν Χριστῷ πιστοὺς καθόλου περιέχειν, οἵτινες εἰσὶ τὰ ἔθνη, (ἡ δοθεῖσα παρὰ τοῦ Πα­τρὸς τῷ Χριστῷ κληρονομία καὶ κατάσχεσις, ἐξηπλωμένη εἰς τὰ πέρατα τῆς γῆς), εἰ καὶ εἰσέτι καὶ νῦν ἐν τῇ παροικίᾳ ὄντες, οὐκ ἔφθασαν ἐν τῇ πατρίδι ἀποδημῆσαι. Μηδαμῶς δὲ συγχέομεν τὴν ἐν τῇ παροικίᾳ ταύτην Ἐκκλησίαν τῇ ἐν τῇ πατρίδι, διὰ τὸ εἶναι τυχόν, ὣς φασί τινες τῶν αἱρετικῶν, καὶ τῶν δύο τὰ μέλη πρόβατα τοῦ ἀρχιποίμενος Θεοῦ, καὶ καθαγιάζεσθαι ὑπὸ τοῦ αὐτοῦ ἁγίου Πνευ­ματος· ἄτοπον γὰρ ἅμα καὶ ἀδύνατον, ἐπειδὴ ἡ μὲν ἔτι πυκτεύει καὶ ἐν τῇ ὁδῷ ἐστιν, ἡ δὲ τροπαιοφορεῖ καὶ ἐν τῇ πατρίδι ἀποκατέστη καὶ τὸ βραβεῖον εἴληφεν.
Ἧστινος Καθολικῆς Ἐκκλησίας, ἐπειδὴ θνητὸς ἄνθρωπος καθόλου καὶ ἀΐδιος κεφαλὴ εἶναι οὐ δυναταί, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἐστι κεφαλή, καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς Ἐκκλησίας κυβερνήσει, πηδαλιουχεῖ διὰ τῶν ἁγίων Πατέρων. Καὶ διὰ τοῦτο ταῖς κατὰ μέρος Ἐκκλησίαις, κυ­ρίως οὔσαις Ἐκκλησίαις καὶ ὑπὸ κυρίως μελῶν συνισταμέναις, ἡγουμένους καὶ ποιμένας καὶ ὅλως οὐκ ἐν καταχρήσει, ἀλλὰ κυρίως ἀρχὰς καὶ κεφαλὰς τοὺς ἐπι­σκόπους ἔθηκε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ εἰς ἄνθρωπον θνητόν, ἀλλ’ εἷς τὸν τῆς σωτηρίας ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν ἀφορώσας, καὶ εἰς αὐτὸν τὴν ἐνέργειαν τῆς κατὰ τὴν κεφαλὴν χορηγίας ἀναβιβαζούσας δηλονότι.
Ἐπειδὴ δὲ μετὰ τῶν ἀλλων ἀσεβειῶν ἔδοξε καὶ τοῦτο τοῖς Καλουΐνοις ὅτι τυχὸν ταὐτόν ἐστιν ἱερεὺς ἁπλῶς καὶ ἀρχιερεύς, καὶ δυνατὸν μὴ εἶναι ἀρχιε­ρέα, καὶ διά τινων ἱερέων τὴν Ἐκκλησίαν κυβερνᾶσθαι, καὶ οὐκ ἀρχιερεὺς ἀλλὰ καὶ ἱερεὺς δύναται χειροτονεῖν ἱερέα, καὶ πλείονας ἱερεῖς χειροτονεῖν ἀρχιερέα, καὶ ταύτης τῆς κακεντρεχείας κοινωνὸν εἶναι μεγολορρημονοῦσι καὶ τὴν Ἀνατολικὴν Ἐκκλησίαν, οὐ ἕνεκα καὶ τὸ δέκατον κεφάλαιον συγγέγραπται Κυρίλλῳ, φαμὲν πλατύτερον κατὰ τὴν ἄνωθεν ἐπικρατήσασαν γνώμην τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ.
Ὅτι τὸ ἐπισκοπικὸν ἀξίωμα οὕτως ἐστὶν ἐν τῇ Ἐκκλησίᾳ ἀναγκαῖον, ὥστε χωρὶς αὐτοῦ μὴ δύνασθαι μήτε Ἐκκλησίαν μήτε χριστιανὸν τίνα ἢ εἶναι ἢ ὅλως λέγεσθαι. Αὐτὸς γὰρ ὁ ἀξιωθεὶς ἐπίσκοπος εἶναι, ὡς ἀποστολικὸς διάδοχος, τὴν χάριν τὴν δοθεῖσαν ἐκείνῳ παρὰ τοῦ Κυρίου εἰς τὸ δεσμεῖν τε καὶ λύειν χειρῶν ἐπιθέσει καὶ ἐπικλήσει τοῦ παναγίου Πνεύματος ἀλληλοδιαδόχως λαβών, ζῶσά ἐστιν εἰκὼν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς, καὶ μεθέξει πληρεστάτῃ ἐνεργείας τοῦ τελεταρχικοῦ Πνεύματος, πηγὴ πάντων τῶν μυστηρίων τῆς Καθολικῆς Ἐκκλησίας, δι’ ὧν σωτηρίας ἐπιτυγχάνομεν, Οὕτω δὲ αὐτοῦ τὸ ἀναγκαῖον ἐννοοῦμεν ἐν τῇ Ἐκκλησίᾳ, ὡς ἐν τῷ ἀνθρώπῳ τὴν ἀναπνοὴν καὶ ἐν τῷ αἰσθητῷ τούτῳ κόσμῳ τὸν ἥλιον. Ὅθεν καί τισι κομψῶς πρὸς ἔπαινον τοῦ ἀρχιερατι­κοῦ ἀξιώματος εἴρηται, ὅ,τι ὁ Θεὸς ἐν τῇ οὐρανίῳ τῶν πρωτοτόκων Ἐκκλησία καὶ ἥλιος ἐν τῷ κόσμῳ, τοῦτο ἕκαστος ἀρχιερεὺς ἐν τῇ κατὰ μέρος Ἐκκλησίᾶ, ὡς δι’ οὐ τὸ ποίμνιον λαμπρύνεται, θάλπει καὶ ναὸς Θεοῦ γίνεται.
Ὅτι δὲ ἀλληλοδιαδόχως τὸ τῆς ἐπισκοπῆς μέγα μυστήριον καὶ ἀξίωμα δίδοται μέχρις ἡμῶν, φανερόν. Ὁ γὰρ Κύριος, εἰπὼν εἷναι μεθ’ ἡμῶν εἰς τὸν αἰῶνα, εἰ καὶ κατ’ ἄλλους τρόπους χάριτος καὶ θείων εὐεργετημάτων ἐστὶ μεθ’ ἡμῶν, ἀλλ’ οὖν κυριώτερῳ τρόπῳ διὰ τῆς ἐπισκοπικῆς τελεταρχίας οἰκειοῦται ἡμᾶς, καὶ σύνεστιν ἡμῖν, καὶ διὰ τῶν ἱερῶν μυστηρίων ἑνοῦται ἡμῖν, ὧν πρωτουργός ἐστι καὶ τελετάρχης διὰ τοῦ Πνεύματος ὁ ἐπίσκοπος· καὶ οὐκ ἐᾷ αἱρέσει ὑποπεσεῖν. Καὶ διὰ τοῦτο καὶ Δάμασος δ΄ ἐπιστολῇ πρὸς Ἀφρικανοὺς ἔλεγε, τὴν καθόλου Ἐκκλησίαν τοῖς ἐπισκόποις γενικῶς ἐπιτετράφθαι, καὶ Κλήμης πρῶτος Ῥωμαίων ἐπίσκοπος, καὶ Εὐόδιος ἐν Ἀντιοχείᾳ, καὶ Μᾶρκος ἐν Ἀλεξανδρείᾳα, Πέτρου διάδοχοι ὁμολογοῦνται. Καὶ Στάχυν ἐν τῷ τῆς Κωνσταντινουπόλεως θρόνῳ ὁ θεῖος Ἀνδρέας ἀντ’ ἐκείνου καθίστησι, καὶ ἐν τῇ μεγάλῃ ταύτῃ καὶ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ὁ μὲν Κύριος Ἰάκωβον ποιεῖ, μετὰ δὲ Ἰάκωβον ἕτερος ἐγένετο, καὶ μετ’ ἐκεῖνον ἕτερος ἄχρις ἡμῶν. Καὶ διὰ τοῦτο καὶ ὁ Τερτουλλιανὸς ἐν τῇ πρὸς Παπιανὸν ἐπιστολῇ πάντας τοὺς ἐπισκόπους ἀποστολικοὺς διαδόχους καλεῖ. Τούτων τὴν διαδοχὴν καὶ τὴν ἀποστολικὴν ἀξίαν καὶ ἐξουσίαν καὶ Εὐσέ­βιος ὁ Παμφίλου μαρτυρεῖ, καὶ ἁπλῶς οἱ πατέρες μαρτυροῦσιν, οὓς περιττὸν ἐγκαταλέγειν, καὶ ἡ κοινὴ καὶ ἀρχαιοτάτη τῆς Καθολικῆς Ἐκκλησίας συνήθεια καὶ πρᾶξις βέβαιοῖ.
Ὅτι δὲ διαφέρει τὸ ἐπισκοπικὸν ἀξίωμα τοῦ ἁπλῶς ἱερέως, δῆλον. Ὁ γὰρ ἱερεὺς χειροτονεῖται ὑπὸ τοῦ ἐπισκόπου, ἐπίσκοπος δὲ οὐ χειροτονεῖται ὑπὸ ἱερέως, ἀλλ’ ὑπὸ δύο ἢ τριῶν ἀρχιερέων, ὡς ὁ ἀποστολικὸς βούλεται κανών. Καὶ ὁ μὲν ἱερεὺς ἐκλέγεται ὑπὸ τοῦ ἐπισκόπου, ὁ δὲ ἀρχιερεὺς οὐκ ἐκλέγεται ὑπὸ τῶν ἱερέων, εἴτουν πρεσβυτέρων, οὐτ’ ἐκλέγεται ὑπὸ πολιτικῶν ἀρχόντων, κἂν καὶ ἀρετῇ διαφέρωσιν, ἀλλ’ ὑπὸ τῆς συνόδου τῆς ἀνωτάτω Ἐκκλησίας τοῦ κλίματος ἐκείνου, ἐν ᾧ κεῖται ἡ πόλις ἡ δεξομένη τὸν χειροτονηθησόμενον, ἢ τουλάχιστον ὑπὸ τῆς συνόδου τῆς ἐπαρχίας ἐκείνης, ἐν ᾗ δεῖ γίνεσθαι τὸν ἐπίσκοπον. Εἰ δέ ποτε καὶ ἡ πόλις ἐκλέξοι, ἀλλ’ οὐχ ἁπλῶς· ἡ γὰρ ἐκλογὴ τῇ συνόδῳ ἀναφέρεται, καὶ εἰ μὲν δόξοι ταύτην κατὰ κανόνας καλῶς ἔχειν, ὁ ἐκ­λεχθεὶς προβάλλεται διὰ τῆς χειροθεσίας μὲν τῶν ἐπισκόπων, τῇ ἐπικλήσει δὲ τοῦ παναγίου Πνεύματος, εἰ δὲ μή, ὃν βούλεται ἡ σύνοδος, ἐκεῖνος καὶ προβιβάζεται. Καὶ ὁ μὲν ἱερεὺς εἰς ἑαυτὸν σῴζει τὴν ἣν εἴληφεν ἐξουσίαν καὶ χάριν τῆς ἱερωσύνης, ὁ ἐπίσκοπος δὲ καὶ ἑτέροις μεταδίδωσι. Καὶ ὁ μὲν ἤδη λαβὼν τὸ τῆς ἱερωσύνης ἀξίωμα ὑπὸ τοῦ ἐπισκόπου, βάπτισμα μόνον τελεῖ τὸ ἅγιον καὶ εὐχέλαιον, ἱερουργεῖ τὴν ἀναίμακτον θυσίαν καὶ μεταδίδωσι τῷ λαῷ τὸ πανάγιον σῶμα καὶ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χρίει τοὺς βαπτιζομένους τῷ ἁγίῳ μύρῳ, στεφανοῖ τοὺς κατὰ νόμον γαμοῦντας εὐσεβεῖς, εὔχεται ὑπὲρ τῶν ἀσθενῶν, καὶ ὑπὲρ πάσης σωτηρίας καὶ ἀληθείας ἐπιγνώσεως πάντων ἀνθρώ­πων, ἐξαιρέτως δὲ ὑπὲρ τῆς τῶν εὐσεβῶν ζώντων καὶ τεθνεώτων ἀφέσεως καὶ συγχωρήσεως τῶν ἁμαρτιῶν. Εἰ δὲ καὶ δοκιμῇ καὶ ἀρετῇ διαφέροι, λαβὼν ἐξου­σίαν παρὰ τοῦ ἐπισκόπου, διορθοῖ τοὺς πρὸς αὐτὸν ἐρχομένους εὐσεβεῖς, καὶ εἰς τὴν πρὸς κτῆσιν τῆς οὐρανίου βασιλείας ὁδὸν ποδηγετεῖ, καὶ κῆρυξ τοῦ ἱεροῦ προχειρίζεται εὐαγγελίου. Ὁ δὲ ἀρχιερεὺς καὶ τούτων ἁπάντων διάκονός ἐστιν, ἐπειδὴ αὐτός ἐστιν, ὡς εἴρηται, πηγὴ τῶν θείων μυστηρίων καὶ χαρισμάτων διὰ τοῦ ἁγίου Πνεύματος, καὶ τὸ ἅγιον μύρον μονώτατος ἐπιτελεῖ, καὶ αἱ χειροτονίαι πασῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ τάξεων καὶ βαθμῶν τούτου εἰσὶν ἴδιαι, καὶ κατὰ πρῶτον καὶ ὑπέρτερον λόγον οὗτος δεσμεῖ καὶ λύει, καὶ Θεῷ ἡ κρίσις εὐαπόδεκτος, ὡς ὁ Κύριος εἴρηκε, καὶ τὸ ἱερὸν εὐαγγέλιον διδάσκει, καὶ τῆς εὐσεβοῦς ὑπερμαχεῖ πίστεως, καὶ τοὺς παρακούοντας ὡς ἐθνικοὺς καὶ τελώνας τῆς Ἐκ­κλησίας ἀποδιΐστησι, καὶ τοὺς αἱρετικοὺς ἀφορισμῷ καὶ ἀναθέματι καθυποβάλλει, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐξ ὧν καταφανές ἐστιν, ἀναντιρρήτως διαφέρειν τὸν ἐπίσκοπον τοῦ ἁπλῶς ἱερέως, καὶ πλὴν αὐτοῦ μὴ δύνασθαι πάντας τοὺς ἐν τῷ κόσμῳ ἱερεῖς Ἐκκκλησίαν Θεοῦ ποιμάναι ἢ ὅλως κυβερνῆσαι.
Ἀλλὰ καλῶς λέγεταί τινι τῶν πατέρων, οὐ ῥᾴδιον αἱρετικὸν ἄνδρα συνετὸν εὑρεῖν. Καταλιπόντες γὰρ οὗτοι τὴν Ἐκκλησίαν, ἐγκατελείφθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἔμεινεν ἑαυτοῖς σύνεσις, οὔτε φῶς, ἀλλὰ σκότος καὶ πώρωσις. Εἰ γὰρ μὴ τοιαῦτα πεπόνθασιν, οὐκ ἂν πρὸς τὰ φανερώτατα ἀντιτείναιντο, ἐξ ὧν ἐστι καὶ τὸ τῆς ἐπισκοπῆς μέγα ὄντως μυστήριον, ὑπὸ τῆς Γρα­φῆς διδασκόμενον, ὑπό τε πάσης Ἐκκλησιαστικῆς ἱστορίας καὶ συγγραφῆς ἁγίων συγγραφόμενόν τε καὶ μαρτυρούμενον, καὶ ὑπὸ τῆς Καθολικῆς Ἐκκλησίας ἀεὶ γινόμενόν τε καὶ ὁμολογούμενον.

Ὅρος ια΄.
Πιστεύομεν μέλη τῆς Καθολικῆς Ἐκκλησίας εἶναι πάντας καὶ μόνους τοὺς πιστούς, τοὺς τὴν τοῦ Σωτῆρος Χριστοῦ δηλαδὴ ἀμώμητον πίστιν (ὑπό τε ἐκείνου τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων καὶ τῶν ἁγίων οἰκουμενικῶν συνόδων παραδοθεῖσαν, κηρυχθεῖσαν καὶ ἑρμηνευθεῖσαν ἀδιστάκτως πρεσβεύοντας, κἂν καί τινες ἐξ αὐτῶν ἁμαρτίαις παντοίαις ὑπεύθυνοι εἶεν. Εἰ γὰρ μὴ ἦν μέλη τῆς Ἐκκλησίας οἱ πιστοὶ μέν, ἁμαρτίαις δὲ συζῶντες, οὐκ ἂν ὑπὸ τῆς Ἐκκλησίας ἐκρίνοντο. Νῦν δὲ κρινόμενοι ὑπ’ αὐτῆς, εἴς τε μετάνοιαν προσκαλούμενοι, καὶ εἰς τὴν τρίβον τῶν σωτηρίων ἐντολῶν ποδηγετούμενοι, κἂν καὶ ἔτι ἁμαρτίαις ῥυπαίνοιντο, μόνον δι’ αὐτὸ τοῦτο, ὅτι οὐ πεπτώκασιν εἰς ἀπόγνωσιν, καὶ ὅτι τῆς καθολικῆς καὶ εὐσεβοῦς ἀντέχονται πίστεως, μέλη τῆς Καθολικῆς Ἐκκλησίας εἰσὶ καὶ γινώσκονται.

Ὅρος ιβ΄.
Πιστεύομεν ὑπὸ τοῦ ἁγίου Πνεύματος διδάσκεσθαι τὴν Καθολικὴν Ἐκκλη­σίαν. Αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς Παράκλητος, ὃν πέμπει παρὰ τοῦ Πατρὸς ὁ Χρι­στὸς τοῦ διδάσκειν ἕνεκα τὴν ἀλήθειαν καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν δια­νοίας ἀποδιώκειν. Ἡ τοῦ ἁγίου Πνεύματος ὅμως διδαχὴ οὐκ ἀμέσως, ἀλλὰ διὰ τῶν ἁγίων πατέρων καὶ καθηγεμόνων τῆς Καθολικῆς Ἐκκλησίας καταγλαΐζει τὴν Ἐκκλησίαν. Ὡς γὰρ ἡ πᾶσα Γραφή ἐστί τε καὶ λέγεται λόγος τοῦ ἁγίου Πνεύματος, οὐχ ὅτι ἀμέσως ὑπ’ αὐτοῦ ἐλαλήθη, ἀλλ’ ὅτι ὑπ’ αὐτοῦ διὰ τῶν ἀπο­στόλων καὶ προφητῶν, οὕτω καὶ ἡ Ἐκκλησία διδάσκεται μὲν ὑπὸ τοῦ ζωαρχικοῦ Πνεύματος, ἀλλὰ διὰ μέσου τῶν ἁγίων πατέρων καὶ διδασκάλων (ὧν κανὼν μετὰ τῆς Γραφῆς καὶ ἔσχατον κριτήριον αἱ οἰκουμενικαὶ ἅγιαι σύνοδοι) καὶ διὰ τοῦτο οὐ μόνον πεπείσμεθα, ἀλλὰ καὶ ἀληθὲς καὶ βέβαιον ἀναμφιβόλως εἶναι ὁμολογοῦμεν, τὴν Καθολικὴν Ἐκκλησίαν ἀδύνατον ἁμαρτῆσαι ἢ ὅλως πλανηθῆναι ἤ ποτε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐκλέξαι. Τὸ γὰρ πανάγιον Πνεῦμα, ἀείποτε ἐνεργοῦν διὰ τῶν πιστῶς διακονούντων ἁγίων πατέρων καὶ καθηγεμόνων, πά­σης ὁποιασοῦν πλάνης τὴν Ἐκκλησίαν ἀπαλλάττει.

Ὅρος ιγ΄.
Πιστεύομεν οὐ διὰ πίστεως ἁπλῶς μόνης δικαιοῦσθαι τὸν ἄνθρωπον, ἀλλὰ διὰ πίστεως ἐνεργουμένης διὰ τῆς ἀγάπης, ταὐτὸν εἰπεῖν, διὰ τῆς πίστεως καὶ τῶν ἔργων. Τὸ δὲ τὴν πίστιν χειρὸς ἔργον ἀποπληροῦσαν ἀντιλαμβάνεσθαι τῆς ἐν Χριστῷ δικαιοσύνης καὶ προσάπτειν ἡμῖν εἰς σωτηρίαν, πόρρῳ πάσης εὐσεβείας γινώσκομεν. Οὕτω γὰρ ἐννοούμενη ἡ πίστις πᾶσιν ἐφαρμοσθείη, καὶ οὐκ ἂν εἴη ὁ μὴ σῳζόμενος, ὅπερ ἄντικρυς ψεῦδός ἐστιν. Τοὐναντίον δὲ μᾶλλον πιστεύομεν, ὅτι οὐ τὸ τῆς πίστεως ἀναφορικόν, ἀλλὰ τὴν οὖσαν ἐν ἡμῖν πίστιν διὰ τῶν ἔργων δικαιοῦν ἡμᾶς παρὰ Χριστοῦ. Ἐννοοῦμεν δὲ τὰ ἔργα οὐ μάρτυρας τὴν ἡμετέραν κλῆσιν ἐπιβεβαιοῦντας, ἀλλὰ καρποὺς καθ’ ἑαυτοὺς ὄντας, δι’ ὧν ἡ πίστις λαμ­βάνει τὸ ἔμπρακτον, καὶ καθ’ ἑαυτὰ ἄξια διὰ τῆς θείας ἐπαγγελίας τοῦ κομίσασθαι ἕκαστον τῶν πιστῶν τὰ διὰ τοῦ σώματος αὐτῷ πεπραγμένα, εἴτε ἀγα­θὸν εἴτε κακὸν δηλονότι.

Ὅρος ιδ΄.
Πιστεύομεν τὸν ἄνθρωπον κατολισθήσαντα τῇ παραβάσει παρασυμβληθῆναι καὶ ὁμοιωθῆναι τοῖς κτήνεσι, τουτ’ ἔστιν, ἀμαυρωθῆναι καὶ τῆς τελειότητος καὶ ἀπαθείας ἐκπεσεῖν, οὐ μὴν δὲ καὶ τῆς ἧς ἔτυχε παρὰ τοῦ ἄκρως ἀγαθοῦ Θεοῦ φύσεως καὶ ἐνεργείας ἐξεστηκέναι· οὕτω γὰρ οὐκ ἂν ἦν λογικός, καὶ ἐπο­μένως οὐδ’ ἄνθρωπος· ἀλλ’ ἔχειν τὴν φύσιν αὐτήν, ᾗ ἔκτισται, καὶ τὴν τῆς φύσεως ἐνέργειαν, ἥτις ἐστὶ τὸ αὐτεξούσιον, ζῶσαν καὶ ἐνεργόν· ὥστε κατὰ φύσιν δύνασθαι αἱρεῖσθαι μὲν καὶ ἐργάζεσθαι τὸ καλόν, φεύγειν δὲ καὶ μυσάττεσθαι τὸ κακόν. Ἄτοπον γὰρ τὸ τὴν καλὴν παρὰ τοῦ ἄκρως ἀγαθοῦ δημιουργηθεῖσαν φύσιν ἄμοιρον ἀγαθῆς ἐνεργείας ὁμολογεῖν· τοῦτο γὰρ κακὴν εἶναι τὴν φύσιν λέγειν ἐστὶν (οὗ τί ἀσεβεστερον;)· ἡ γὰρ ἐνέργεια τῆς φύσεως ἤρτηται, ἡ φύσις δὲ τοῦ δημιουργοῦ· εἰ καὶ ὁ τρόπος διαφέρει. Ὅτι δὲ δύναται ὁ ἄνθρωπος φύσει ἐργάζεσθαι τὸ ἀγαθόν, ὑπαινίττεται μὲν καὶ ὁ Κύριος λέγων, καὶ τοὺς ἐθνικοὺς ἀγαπᾶν τοὺς ἀγαπῶντας αὐτούς, διδάσκεται δὲ σαφέστατα καὶ ὑπὸ τοῦ Παύλου: Ρωμ. α΄ κεφ. ιθ΄, καὶ ἀλλαχοῦ ῥητῶς, ἐν οἷς φησι, τὰ μὴ νόμον ἔχοντα ἔθνη φύσει τὰ τοῦ νόμου ποιεῖν. Ἐξ ὧν φανερὸν καὶ τοῦτο, ὅτι δηλαδὴ ἀδύνατον, ὅ,τι ποιήσει ὁ ἄνθρωπος ἀγαθόν, ἁμαρτίαν εἶναι. Τὸ γὰρ καλὸν ἀδύνατον κακὸν εἶναι. Γινόμενον μέντοι φύσει μόνῃ καὶ ψυχικὸν ἐῶν, οὐχὶ δὲ καὶ πνευματικὸν ποιοῦν τὸν μετερχόμενον, οὐ συμβάλλεται πρὸς σωτηρίαν ἁπλῶς ἄνευ πίστεως. Πρὸς γὰρ τὸ ἀτελὲς εἶναι, καὶ ὅλως ἀδύνατόν ἐστιν· ἀτελὲς μέν, ὅτι ἄνευ τῆς γνώσεως καὶ ἐργασίας τῶν τιμίων καὶ μεγίστων παραγγελμάτων, οἷον μὴ ἐλεεῖν πρὸς τὸ θεαθῆναι, ἀγαπᾶν καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἀγαθοποιοῦντας λέγειν ἀχρείους εἶναι, ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν τῷ Θεῷ, καὶ τῶν παραπλησίων δεδωρημένων διὰ τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, οὐ συμβάλλεται τὰ φύσει ἐνεργούμενα καλὰ πρὸς σωτηρίαν. Ὅλως δὲ ἀδύνατόν ἐστιν, ὅτι τῆς ὀρθῆς καὶ καθολικῆς περὶ τῆς ἁγίας τριάδος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πίστεως, τοῦ θείου ἐλέους, καὶ τῆς θείας σαρκώσεως, καὶ τῶν παθημάτων τοῦ Κυρίου, καὶ τῶν μυστηρίων ὑστέρηται· ἀλλ’ οὐδὲ μὴν πρὸς κατάκρισιν· οὐδὲ γὰρ ἐνδέχεται τὸ καλόν, ᾖ τοιοῦτον, κακοῦ γενέσθαι αἰτίαν. Ἐν τοῖς ἀναγεννηθεῖσι δέ, ὑπὸ τῆς χάριτος καὶ μετὰ τῆς χάριτος ἐνεργούμενον, τέλειον ἀπεργάζεται καὶ σωτηρίας ἄξιον ποιεῖται τὸν ἐνεργοῦντα.
Ὁ ἄνθρωπος τοιγαροῦν πρὸ τῆς ἀναγεννήσεως δύναται φύσει κλίνειν πρὸς τὸ καλὸν καὶ αἱρεῖσθαι καὶ ἐργάζεσθαι τὸ ἠθικὸν καλόν, οὐκ ἀπευθύνεται δὲ πρὸς τὴν μακαριότητα· ἡ γὰρ φυσικὴ ἐνέργεια φυσικὸν ἔχει τέλος, οὐ θεῖον καὶ μακάριον. Ἀναγεννηθεὶς δέ, ἵνα ποιῇ τὸ πνευματικὸν καλόν, (σωτηρίας γὰρ ὄντα παραίτια τοῦ πιστοῦ τὰ ἔργα καὶ ὑπὸ χάριτος ὑπερφυοῦς ἐνεργούμενα, καὶ πνευματικὰ εἰκότως ὀνομάζεται), ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χά­ριν, ὃν τρόπον εἴρηται ἐν τοῖς περὶ προορισμοῦ, ὥστε μηδὲν δύνασθαι ἐξ ἑαυτοῦ τῆς κατὰ Χριστὸν ζωῆς ἄξιον ἔργον ἐκτελέσαι, ἐξ ἑαυτοῦ μέντοι ἔχειν τὸ θελῆσαι ἢ μὴ θελῆσαι τῇ χάριτι συγκατατεθῆναι.

Ὅρος ιε΄.
Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ Ἐκκλησίᾳ εἶναι, κἀκεῖνα εἶναι ἑπτά. Ἐλάττονα γὰρ ἢ μείζονα ἀριθμὸν μυστηρίων ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἔχομεν· ἐπειδὴ ὁ παρὰ τὸν ἑπτὰ τῶν μυστηρίων ἀριθμὸς αἱρετικῆς φρενοβλαβείας ἐστὶν ἀποκύημα. Ὁ δὲ τῶν ἑπτὰ παρὰ τοῦ ἱεροῦ εὐαγγελίου νομοθετεῖται καὶ συνά­γεται, ὡς καί τὰ λοιπὰ τῆς καθολικῆς πίστεως δόγματα. Αὐτίκα γὰρ ὁ Κύριος τὸ μὲν ἅγιον βάπτισμα διὰ τοῦ, «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνευμα­τος», καὶ τοῦ, «ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται», παρέδωκεν.
Τὸ δὲ τῆς βεβαιώσεως, ταὐτὸν εἰπεῖν, τοῦ ἁγίου μύρου καὶ ἁγίου χρισμα­τος, διὰ τοῦ, «ὑμεῖς δὲ καθήσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους», ἣν ἐνεδύσαντο τῇ ἐπιδημίᾳ τοῦ ἁγίου Πνεύματος, καὶ ταύ­την δηλοῖ τὸ τῆς βεβαιώσεως μυστήριον, περὶ οὗ καὶ Παῦλος: β΄ πρὸς Κοριν. κεφ. α΄, καὶ τρανότερον διὰ τοῦ Ἀρεοπαγίτου Διονυσίου διαλέγεται.
Τὴν δὲ ἱερωσύνην διὰ τοῦ, «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καὶ διὰ τοῦ, «ὅσα δήσητε καὶ λύσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ λελυμένα ἐν τοῖς οὐρανοῖς».
Τὴν δὲ ἀναίμακτον θυσίαν διὰ τοῦ, «λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου», καὶ «πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης», καὶ τοῦ, «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς».
Τὸν δὲ γάμον μετὰ τὸ εἰπεῖν τὰ ἐν τῇ παλαιᾷ περὶ αὐτοῦ εἰρημένα διὰ τῆς οἷον ἐπισφραγίσεως τοῦ, «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὃν καὶ ὁ θεῖος ἀπόστολος μέγα ἀποκαλεῖ μυστήριον.
Τὴν δὲ μετάνοιαν, ᾗ τινί ἐστι σύμμικτος ἡ μυστηριακὴ ἐξομολόγησις, διὰ τοῦ, «ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται», καὶ τοῦ, «ἐὰν μὴ μετανοήσητε, ὡσαύτως ἀπολεῖσθε».
Τὸ δὲ ἅγιον ἔλαιον, εἰτουν εὐχέλαιον, λέγεται μὲν παρὰ τῷ Μάρκῳ, μαρτυρεῖται δὲ ῥητῶς ὑπὸ τοῦ ἀδελφοθέου.
Σύγκειται δὲ τὰ μυστήρια ἔκ τε φυσικοῦ καὶ ὑπερφυοῦς. Οὐκ εἰσὶ δὲ ψιλὰ σημεῖα τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ· οὕτω γὰρ οὐκ ἂν διενήνοχε τῆς περιτομῆς, οὗ τί ἀθλιώτερον; Ὁμολογοῦμεν δ’ αὐτὰ εἶναι ὄργανα δραστικὰ τοῖς μυουμένοις χάριτος ἐξ ἀνάγκης. Ἀποπτύομεν δὲ ὡς ἀλλότριον τῆς χριστιανικῆς διδασκαλίας τὸ τὴν ἀκεραιότητα τῶν μυστηρίων ἁπλῶς ἀπαιτεῖν τὴν χρῆσιν τοῦ γηίνου πράγματος· ἀντίκειται γὰρ τῷ μυστηρίῳ τῆς προσφορᾶς, ὅ, ῥήματι ὑπαρκτικῷ νομοθετηθὲν καὶ τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος ἁγιασθέν, τελειοῦται τῇ ὑπάρξει τοῦ σημαινομένου, τοῦ σώματος δηλαδὴ καὶ αἵματος τοῦ Χριστοῦ. Καὶ προηγεῖται ἡ τούτου τελείωσις ἀναγκαίως τῆς χρήσεως· εἰ γὰρ πρὸ τῆς χρήσεως μὴ ἦν τέλειον, οὐκ ἂν ὁ κακῶς χρώμενος κρῖμα ἑαυτῷ ἤσθιε καὶ ἔπινεν, ἐπεὶ ψιλοῦ ἄρτου καὶ οἴνου ἦν μετεσχηκώς· νῦν δ’ ἀναξίως μετέχων, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ὥστε οὐκ ἐν τῇ χρήσει, ἀλλὰ πρὸ τῆς χρήσεως ἔχει τὸ τῆς εὐχαριστίας μυστήριον τὴν τελείωσιν. Ἔτι ἀπορρίπτομεν ὡς κάθαρμά τι καὶ μίασμα τό, ἐλλιπῶς γὰρ ἐχούσης τῆς πίστεως ζημιοῦται ἡ ὁλοκληρία τοῦ μυ­στηρίου. Οἱ γὰρ αἱρετικοί, οὓς τὴν αἵρεσιν ἀποσεισαμένους καὶ προστεθέντας τῇ Καθολικῇ Ἐκκλησίᾳ, δέχεται ἡ Ἐκκλησία, καίτοι ἐλλιπῆ ἐσχηκότες τὴν πίστιν, τέλειον ἔλαβον τὸ βάπτισμα· ὅθεν τελείαν ὕστερον τὴν πίστιν κεκτημένοι, οὐκ ἀναβαπτίζονται.

Ὅρος ις΄.
Πιστεύομεν τὸ ἅγιον βάπτισμα, τὸ διαταγὲν μὲν παρὰ τοῦ Κυρίου, γινόμενον δὲ ἐν ὀνόματι τῆς ἁγίας Τριάδος, εἶναι τῶν ἀναγκαιότατων. Χωρὶς γὰρ αὐτοῦ οὐδεὶς δύναται σωθῆναι, ὡς ὁ Κύριος φησίν, ὅστις οὐ μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, Καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον καὶ τοῖς νηπίοις, ἐπειδὴ κἀκεῖνα ὑπόκειται τῇ ἀρχεγόνῳ ἁμαρτίᾳ, καὶ χωρὶς τοῦ βαπτίσματος οὐ δύναται τυχεῖν τῆς ἀφέσεως. Ὅπερ ὁ Κύριος δεικνύων οὐκ ἔφη μερικῶς, ἀλλ’ ἁπλῶς καὶ καθόλου, «ὅστις οὐ μὴ γεννηθῇ», ὃ ταὐτόν ἐστι τῷ, πάντας τοὺς μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος Χριστοῦ εἰσελευσομένους ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν δεῖ ἀναγεννηθῆναι. Εἰ δὲ τὰ νήπια ἄνθρωποι, εἴπερ καὶ ταῦτα δεῖται σωτηρίας, δεῖται καὶ τοῦ βαπτίσματος· καὶ τὰ μὴ ἀναγεννηθέντα, ὡς μὴ τὴν ἄφεσιν τῆς προπατορικῆς ἁμαρτίας λαβόντα, ὑπόκειται τῇ ἀϊδίῳ τῆς ἁμαρτίας ἐκείνης ποινῇ, καὶ ἑπομένως οὐ σῴζεται χωρὶς τοῦ βαπτίσματος. Ὥστε δεῖ ἀναγκαίως καὶ τὰ νήπια βαπτίζεσθαι. Ἔτι τὰ νήπια σῴζεται, ὡς λέγεται παρὰ τῷ Ματθαίῳ, ὁ δὲ μὴ βαπτισθεὶς οὐ σῴζεται· καὶ τὰ νήπια ἄρα ἀναγκαίως βαπτισθήσεται. Καὶ ἐν ταῖς Πράξεσι λέγεται, ὅτι πᾶσαι αἱ οἰκίαι ἐβαπτίζοντο, ἄρα καὶ τὰ νήπια. Τοῦτο καὶ οἱ πάλαι πατέρες μαρτυροῦσι σαφῶς, ἐν οἷς καὶ Διονύσιος ἐν τῷ περὶ Ἐκκλησιαστικῆς Ἱεραρχίας καὶ Ἰουστῖ­νος: νζ΄ ζητήματι, ὃς λέγει ῥητῶς: «ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγα­θῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι»· καὶ Αὐγουστῖνος παράδοσιν εἶναί φησιν ἀποστολικήν, τὰ παιδία διὰ τοῦ βαπτίσματος σῴζεσθαι· καὶ ἀλλαχόσε ἡ Ἐκκλησία τοῖς βρέφεσιν ἑτέρων πόδας ἐντίθησιν ὅπως ἔρχωνται, ἑτέρων καρδίας ὅπως πιστεύωσιν, ἑτέρων γλῶσσαν ὅπως ἐπαγγέλλωνται· καὶ ἀλλαχοῦ ἡ μήτηρ Ἐκκλησία μερικὴν καρδίαν ἐκείνοις χαρίζεται.
Γίνεται δὲ τὸ βάπτισμα δι’ ὕλης μὲν ὕδατος καθαροῦ καὶ οὐδενὸς ἑτέρου ὑγροῦ. Ἀποτελεῖται δὲ διὰ μόνου τοῦ ἱερέως, καὶ κατ’ ἀνάγκην ἀπροφάσιστον ἔχει γίνεσθαι καὶ δι’ ἑτέρου ἀνθρώπου, πλὴν ὀρθοδόξου καὶ σκοπὸν ἔχοντος τὸν ἁρμόδιον τῷ θείῳ βαπτίσματι. Ἀποτελέσματα δὲ τοῦ βαπτίσματος, συνελόντι φάναι, πρῶτον, ἡ ἄφεσις τοῦ προπατορικοῦ πλημμελήματος καὶ ὅσων ἄλλων ἁμαρτιῶν πεπραχὼς ἦν ὁ βαπτισθείς· δεύτερον, ῥύεται ἐκεῖνον τῆς ἀϊδίου ποινῆς, ᾗτινι ὑπέκειτο, εἴτε διὰ τὸ ἀρχεγονον ἁμάρτημα, εἴτε δι’ ἃ ἰδικῶς ἔπραξε θανασίμως· τρίτον, δίδωσιν αὐτῷ τὴν ἀθανασίαν· δικαιοῦν γὰρ αὐτὸν τῶν προημαρτημένων, ναὸν Θεοῦ ἀποκαθίστησιν.
Οὐκ ἐστι δ’ εἰπεῖν, μὴ λύεσθαι διὰ τοῦ βαπτίσματος πάσας τὰς ὁπωσοῦν πρὸ τούτου ἁμαρτίας, ἀλλὰ μένειν μέν, οὐκ ἰσχύειν δέ· τοῦτο γὰρ ἀσεβείας τῆς ἐσχάτης ἐστὶ γέμον καὶ ἄρνησις μᾶλλον ἢ ὅλως ὁμολογία εὐσεβείας· ἀλλ’ ὅτι πᾶσα ἁμαρτία πρὸ τοῦ βαπτίσματος οὖσα ἢ γεγονυῖα ἀφανίζεται, καὶ ὡς μὴ οὖσα πότε ἢ γεγονυῖα λογίζεται. Οἱ γὰρ τύποι τοῦ βαπτίσματος πάσας ἐκάθηρον καὶ αἱ προμηνύουσαι καὶ τελειοῦσαι ῥήσεις τὸ βάπτισμα τὴν τελείαν ὑπαινίττουσι κάθαρσιν. Τοῦτ’ αὐτὸ καὶ αὐτὰ τὰ τοῦ βαπτίσματος ὀνόματα παριστῶσιν. Εἰ γὰρ βάπτισμα διὰ πνεύματος καὶ πυρός, εἰ δῆλον ὅτι καὶ τελεία πᾶσιν ἡ κάθαρσις· τὸ γὰρ πνεῦμα τελείως καθαίρει. Εἰ φῶς, τὸ σκότος ἔλυσεν. Εἰ ἀναγέννησις, παρῆλθε τὰ ἀρχαῖα. Τίνα δὲ ταῦτα, εἰ μὴ τὰ ἁμαρτήματα; Εἰ ἀπεκδύεται ὁ βαπτιζόμενος τὸν παλαιὸν ἄνθρωπον, ἄρα καὶ τὴν ἁμαρτίαν. Εἰ ἐνδύεται τὸν Χριστόν, ἄρα ἀναμάρτητος γίνεται ἐνεργείᾳ διὰ τοῦ βαπτίσματος. Μακρὰν γὰρ ἀπὸ ἁμαρτωλῶν ὁ Θεός. Τοῦτο καὶ ὁ Παῦλος διδάσκει τρανότερον λέγων: ὥσπερ διὰ τοῦ ἑνὸς ἁμαρτωλοὶ κατεστάθημεν οἱ πολλοί, οὕτω διὰ τοῦ ἑνὸς δίκαιοι. Εἰ δὲ δίκαιοι, ἄρα ἁμαρτίας ἐλεύθεροι. Οὐ γὰρ δύναται ἐν ταὐτῷ εἶναι τὴν ζωὴν καὶ τὸν θάνατον. Εἰ ἀληθῶς ἀπέθανεν ὁ Χριστός, ἄρα καὶ ἀλη­θὴς ἡ διὰ τοῦ πνεύματος ἄφεσις.
Ἐντεῦθεν δὲ δῆλον, πάντα τὰ βαπτισθέντα καὶ κοιμηθέντα βρέφη ἀναμφιβόλως σῴζεσθαι, προορισθέντα διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. Εἰ γὰρ ἐκτὸς πάσης ἦν ἁμαρτίας, κοινῆς μέν, ὅτι ἐλυτρώθησαν τῷ θείῳ λουτρῷ, ἰδικῆς δὲ ὅτι τὰ βρέφη μὴ ἔχοντα ἐνεργείᾳ προαίρεσιν οὐχ ἁμαρτάνει, ἄρα καὶ σῴζεται.
Ἐντίθησι δὲ τὸ βάπτισμα καὶ χαρακτῆρα ἀνεξάλειπτον, ὥσπερ καὶ ἡ ἱερωσύνη. Καθὼς γὰρ ἀδύνατον τὸν αὐτὸν δὶς ἱερωσύνης τυχεῖν τῆς αὐτῆς, οὕτως ἀδύνατον ἀναβαπτισθῆναι τὸν ἅπαξ ὀρθῶς βαπτισθέντα, κἂν καὶ μυρίαις συμβέβηκεν αὐτὸν ὑποπεσεῖν ἁμαρτίαις, ἢ καὶ αὐτῇ ἐξομώσει τῆς πίστεως. Θέλων γὰρ ἐπιστρέψαι πρὸς Κύριον ἀναλαμβάνει τὴν ἣν ἀπώλεσεν υἱοθεσίαν, διὰ τοῦ μυστηρίου τῆς μετανοίας.

Ὅρος ιζ΄.
Πιστεύομεν τὸ πανάγιον μυστήριον τῆς ἱερᾶς εὐχαριστίας, ὅπερ ἀνωτέρω κατὰ τάξιν τέταρτον ἐθέμεθα, ἐκεῖνο εἶναι, ὅπερ ὁ Κύριος παρέδωκε τῇ νυκτί, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Λαβὼν γὰρ ἄρτον καὶ εὐλόγησας ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών: λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, καὶ λαβὼν ποτήριον, εὐχαριστήσας εἴρηκε: πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Τούτου ἐν τῇ ἱερουργίᾳ πιστεύομεν παρεῖναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐ τυπικῶς, οὐδ’ εἰκονικῶς, οὐδὲ χάριτι ὑπερβαλλούσῃ, ὡς ἐν τοῖς λοιποῖς μυστηρίοις, οὐδὲ κατὰ μόνην παρουσίαν, καθώς τινες τῶν Πατέρων εἰρήκασι περὶ τοῦ βαπτίσματος, οὐδὲ κατ’ ἐναρτισμόν, ὥστε ἑνοῦσθαι τὴν θεότητα τοῦ Λόγου τῷ προκειμένῳ τῆς εὐχαριστίας ἄρτῳ ὑποστατικῶς, καθὼς οἱ ἀπὸ Λουθήρου λίαν ἀμαθῶς καὶ ἀθλίως δοξάζουσιν, ἀλλ’ ἀληθῶς καὶ πραγματικῶς, ὥστε μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου μεταβάλλεσθαι, μετουσιοῦσθαι, μεταποιεῖσθαι, μεταρρυθμίζεσθαι τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ Κυρίου σῶμα, ὅπερ ἐγεννήθη ἐν Βηθλεὲμ ἐκ τῆς ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας, ἐβαπτίσθη ἐν Ἰορδάνῃ, ἔπαθεν, ἐτάφη, ἀνέστη, ἀνελήφθη, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός, μέλλει ἐλθεῖν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ· τὸν δὲ οἶνον μεταποιεῖσθαι καὶ μετουσιοῦσθαι εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ Κυρίου αἷμα, ὅπερ κρεμαμένου ἐπὶ τοῦ σταυροῦ ἐχύθη ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Ἔτι μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου οὐκ ἔτι μένειν τὴν οὐσίαν τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἀλλ’ αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου ἐν τῷ τοῦ ἄρτου καὶ τοῦ οἴνου εἴδει καὶ τύπῳ, ταὐτόν εἰπειν, ὑπὸ τοῖς τοῦ ἄρτου καὶ τοῦ οἴνου συμβεβηκόσιν.
Ἔτι αὐτὸ τὸ πανακήρατον τοῦ Κυρίου σῶμα καὶ αἷμα μεταδίδοσθαι τὸν ὅμοιον τρόπον καὶ ἱερεῦσι καὶ λαϊκοῖς, δι’ ἀμφοτέρων τῶν εἰδῶν δηλονότι, καὶ εἰσδύειν εἰς τὸ στόμα καὶ τὸν στόμαχον τῶν μετεχόντων εὐσεβῶν τε καὶ ἀσεβῶν· πλὴν τοῖς μὲν εὐσεβέσι καὶ ἀξίοις ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον προξενεῖν, τοῖς δὲ ἀσεβέσι καὶ ἀναξίοις κατάκρισιν καὶ κόλασιν αἰώνιον παραχωρεῖν.
Ἔτι τέμνεσθαι μὲν καὶ διαιρεῖσθαι εἴτε χερσὶν εἴτε καὶ ὀδοῦσι τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου, κατὰ συμβεβηκὸς μέντοι, ἤτοι κατὰ τὰ συμβεβηκότα τοῦ ἄρτου καὶ τοῦ οἴνου, καθ’ ἃ καὶ ὁρατὰ καὶ ἁπτὰ εἶναι ὁμολογεῖται, καθ’ ἑαυτὰ δὲ μένειν ἄτμητα πάντῃ καὶ ἀδιαίρετα. «Μελίζεται» γάρ, φησί, «καὶ διαμερίζεται, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας (δηλονότι ἀξίως) ἁγιάζων».
Ἔτι ἐν ἑκάστῳ μέρει καὶ τμήματι ἐλαχίστῳ τοῦ μεταβληθέντος ἄρτου καὶ οἴνου οὐκ εἶναι μέρος τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, ἀλλ’ ὅλον ὁλικῶς τὸν δεσπότην Χριστὸν κατ’ οὐσίαν, μετὰ ψυχῆς δηλονότι καὶ θεότητος, ἤτοι τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον. Τὸ γὰρ σῶμα τοῦ Χριστοῦ, μὴ ὑπάρχον μυστηριῶδες, ἀλλὰ κατὰ τὴν φυσικὴν ἀκολουθίαν καὶ τὸν διορισμὸν τοῦ σώματος καὶ τῶν μερῶν ὑπάρχον ἐν τῷ οὐρανῷ, τὸ αὐτὸ ὑπάρχει καὶ ἐν τῷ μυστηρίῳ τῆς εὐχαριστίας, οὐχ ὅτι κάτεισιν, ἀλλ’ ὅτι αὐτὸ ἐκεῖνο ὑπερφυῶς καὶ μυστηριωδῶς πάρεστιν ἐν τῷ μυστηρίῳ. Ὅθεν καὶ πολλῶν γινομένων ἐν τῇ οἰκουμένῃ, μιᾷ καὶ τῇ αὐτῇ ὥρᾳ, ἱερουργιῶν, μὴ γίνεσθαι πολλοὺς Χριστοὺς ἢ πολλὰ σώματα Χριστοῦ, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν παρεῖναι ἀληθῶς καὶ πραγματικῶς ἐν πάσαις ταῖς κατὰ μέρος τῶν πιστῶν ἐκκλησίαις, καὶ ἓν εἶναι αὐτοῦ τὸ σῶμα καὶ τὸ αἷμα ἐν πολλοῖς τόποις καὶ οὐ πολλά. Καὶ τοῦτο οὐχ ὅτι τὸ ἐν οὐρανοῖς τοῦ δεσπότου ἐν τοῖς θυσιαστηρίοις κάτεισι σῶμα, ἀλλ’ ὅτι ὁ τῆς προθέσεως ἐν πάσαις ταῖς κατὰ μέρος ἐκκλησίαις προκείμενος ἄρτος μεταποιού­μενος καὶ μετουσιούμενος μετὰ τὸν ἁγιασμὸν γίνεται καὶ ἔστιν ἓν καὶ τὸ αὐτὸ τῷ ἐν οὐρανοῖς. Ἓν γὰρ τὸ σῶμα τοῦ Κυρίου ἐν πολλοῖς τόποις καὶ οὐ πολλά, καὶ διὰ τοῦτο τὸ μυστήριον τοῦτο μάλιστά ἐστι καὶ λέγεται θαυμαστὸν καὶ πίστει μόνῃ καταληπτόν, οὐ σοφίσμασι σοφίας ἀνθρωπίνης, ἧς τὴν ματαίαν καὶ ἀνόητον ἐν τοῖς θείοις περιέργειαν ἀποσείεται ἡ εὐσεβὴς καὶ θεοπαράδοτος ἡμῶν θρησκεία.
Ἔτι αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου τὸ ἐν τῷ τῆς εὐχαριστίας μυστηρίῳ ὀφείλειν τιμᾶσθαι ὑπερβαλλόντως καὶ προσκυνεῖσθαι λατρευτικῶς· μία γὰρ ἡ προσκύνησις τοῦ μονογενοῦς καὶ τοῦ τιμίου σώματος καὶ αἵματος αὐτοῦ.
Ἔτι εἶναι θυσίαν ἀληθῆ καὶ ἱλαστικήν, προσφερομένην ὑπὲρ πάντων τῶν εὐσεβῶν, ζώντων καὶ τεθνεώτων, καὶ ὑπὲρ ὠφελείας πάντων, ὡς κεῖται ῥητῶς ἐν ταῖς τοῦ μυστηρίου τούτου εὐχαῖς, ὑπὸ τῶν ἀποστόλων τῇ Ἐκκλησίᾳ παραδοθείσαις, κατὰ τὴν πρὸς αὐτοὺς τοῦ Κυρίου διαταγήν.
Ἔτι καὶ πρὸ τῆς χρήσεως εὐθὺς μετὰ τὸν ἁγιασμὸν καὶ μετὰ τὴν χρῆσιν τὸ φυλαττόμενον ἐν ταῖς ἱεραῖς θήκαις πρὸς μετάληψιν τῶν ἀποδημῆσαι μελλόντων ἀληθὲς εἶναι τοῦ Κυρίου σῶμα καὶ κατὰ μηδὲν διαφέρον ἑαυτοῦ, ὥστε πρὸ τῆς χρήσεως μετὰ τὸν ἁγιασμόν, ἐν τῇ χρήσει, καὶ μετὰ τὴν χρῆσιν εἶναι κατὰ πάντα τὸ ἀληθὲς τοῦ Κυρίου σῶμα.
Ἔτι μὴ γίνεσθαι ὑπό τινος ἄλλου τὸ τῆς ἱερᾶς εὐχαριστίας τοῦτο μυστήριον, εἰ μὴ μόνον ὑπὸ ἱερέως εὐσεβοῦς καὶ ἀπὸ εὐσεβοῦς καὶ νομίμου ἐπισκό­που τὴν ἱερωσύνην λαβόντος, καθ’ ὃν τρόπον ἡ Καθολικὴ Ἐκκλησία διδάσκει.
Ἔτι τῇ μετουσίωσις λέξει οὐ τὸν τρόπον πιστεύομεν δηλοῦσθαι, καθ’ ὃν ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιοῦνται εἰς τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου —τοῦτο γὰρ ἄληπτον παντὶ καὶ ἀδύνατον, πλὴν αὐτοῦ τοῦ Θεοῦ, καὶ τοῖς συκοφαντοῦσι τὴν Καθολικὴν Ἐκκλησίαν φρονεῖν οὕτως ἀμάθειαν ἅμα καὶ ἀσέ­βειαν ἐπιφέρει—, ἀλλ’ ὅτι ὁ ἄρτος καὶ ὁ οἶνος μετὰ τὸν ἁγιασμὸν οὐ τυπικῶς, οὐδ’ εἰκονικῶς, οὐδὲ πνευματικῶς, καθ’ ὃν τρόπον πνευματικὰ λέγονται τὰ τῆς ἀρχαίας διαθήκης μυστήρια, τυπικὰ καὶ σκιώδη ὄντα, καὶ μυστήρια λεγόμενα μά­λιστα, καθόσον ἐσήμαινον τὰ τῆς νέας διαθήκης μυστήρια, ἀλήθεια ὑπάρχοντα, (ἐπειδὴ ἐκεῖνοι ἐσθίοντες τὸ μάννα καὶ πίνοντες ἐκ τῆς ἀκολουθούσης πέτρας, ἤσθιον καὶ ἔπινον τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου, ἀλλὰ τυπικῶς, ἡμεῖς δὲ ἐσθίομεν καὶ πίνομεν ἀληθῶς, κἀκεῖνοι μὲν τὰ μὴ ὄντα, ἀλλ’ ἐσόμενα, ἡμεῖς δὲ τὰ ὄντα, καὶ οἱ μὲν κατὰ ἀπουσίαν, ἡμεῖς δὲ κατὰ παρουσίαν, καὶ οἱ μὲν τὰ δη­λωτικὰ τούτων, ἡμεῖς δὲ τὰ ὑπάρχοντα), οὐδὲ χάριτι ὑπερβαλλούσῃ, ἣν τὰ λοιπὰ πλουτοῦσι μυστήρια, οὐδὲ τῇ κοινωνίᾳ ἢ τῇ παρουσίᾳ τῆς θεότητος μόνης τοῦ μονογενοῦς, καθώς τινες τῶν πατέρων εἰρήκασι περὶ τοῦ θείου βαπτίσματος, οὐδὲ κατὰ τὴν ἀληθῆ καὶ βεβαίαν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν δηλονότι ἡ πίστις μόνη προσφέρει, ὡς ἡ Καλουΐνου ἀσέβεια καινοτομεῖ, ἐπειδὴ ἡ τοιαύτη παρουσία οὐκ ἔστιν ἀληθὴς καὶ βεβαία, ἀλλὰ φαντασιώδης καὶ ὅλως διανοίας ἀνάπλασμα, ὡς μὴ οὖσα οὐσιώδης καὶ πραγματική, οὐδὲ κατ’ ἐναρτισμόν, ὥστε τὸ σῶμα τοῦ Κυρίου ὑπάρχον ἄπειρον διὰ τὸ συνηνῶσθαι τυχὸν τῇ θεότητι τοῦ μονογενοῦς εἶναι καὶ τῷ προκειμένῳ τῆς εὐχαριστίας ἄρτῳ ἡνωμένον, καὶ κατὰ μετωνυμίαν εἶναι τὸν ἄρτον σῶμα καὶ τὸν οἶνον αἷμα καὶ μὴ κατὰ μεταβολήν, ὡς ἡ Λουθήρου μανία βούλεται· οὐδὲ συμβεβηκός τι τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς συμβεβηκός τι τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ κατά τινα τροπὴν ἢ ἀλλοίωσιν μεταποιεῖται, ἀλλ’ ἀληθῶς καὶ πραγματικῶς καὶ οὐσιωδῶς γίνεται ὁ μὲν ἄρτος αὐτὸ τὸ ἀληθὲς τοῦ Κυρίου σῶμα, ὁ δὲ οἶνος αὐτὸ τὸ ἀλη­θὲς τοῦ Κυρίου αἷμα, ὡς εἴρηται ἀνωτέρω.
Αὕτη ἐστὶν ἐν συντόμῳ ἡ τῆς Καθολικῆς Ἐκκλησίας καὶ περὶ τοῦ μυστη­ρίου τούτου δόξα καὶ ἀληθὴς ὁμολογία καὶ ἀρχαιοτάτη παράδοσις, ὅσον πρὸς τοὺς ἀπαναινομένους τὴν μετουσίωσιν, ἣν οὐ δεῖ κολοβοῦσθαι κατ’ οὐδένα τρό­πον ὑπὸ τῶν εὐσεβεῖν βουλομένων καὶ ἀποσειομένων τοὺς νεωτερισμοὺς καὶ τὰς βεβήλους τῶν αἱρετικῶν κενοφωνίας, ἀλλ’ ἀναγκαίως σώαν καὶ ἀδιάσειστον τηρεῖσθαι τὴν νομοθετηθεῖσαν παράδοσιν. Τοὺς γὰρ παραβαίνοντας ἀποποιεῖται καὶ ἀναθεματίζει ἡ Καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία.

Ὅρος ιη΄.
Πιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶναι ἢ ἐν ἀνέσει ἢ ἐν ὀδύνῃ, καθ’ ὅτι ἕκαστος ἔπραξεν· χωριζομένας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς εὐφροσύνην ἢ πρὸς λύπην καὶ στεναγμὸν ἐκδημεῖν, ὁμολογουμένης μέντοι μήτε τῆς ἀπολαύσεως μήτε τῆς κατακρίσεως τελείας. Μετὰ γὰρ τὴν κοινὴν ἀνάστασιν, ὅτε ἡ ψυχὴ ἑνωθείη τῷ σώματι, μεθ’ οὗ καλῶς ἢ πονηρῶς ἐπολιτεύσατο, ἀπολήψεται ἕκαστος τὸ τέλειον ἢ τῆς ἀπολαύσεως ἢ τῆς κατακρίσεως δηλονότι.
Ἐπειδὴ δὲ ἐν τῷ παρόντι κεφαλαίῳ ἐμνήσθη ὁ συγγραφεὺς μνημοσύνων περὶ τῶν κεκοιμημένων καὶ καθαρτηρίου πυρός, φαμὲν ὅτι ἡ ἅγια καθολικὴ καὶ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία δοξάζει καὶ μετὰ θάνατον κάθαρσιν τὴν διὰ τῆς φρικτῆς θυσίας καὶ ἑτέρων ἱερῶν εὐχῶν, δεήσεων, ἐλεημοσυνῶν τε καὶ ἄλλων θεοφιλῶν ἔργων, ὑπὸ τῶν πιστῶν ἐπὶ τοῖς ἀποιχομένοις τελουμένων. Καθαρτικαῖς δὲ τιμωρίαις καὶ διὰ καθαρτηρίου πυρὸς ἀποκαθαίρεσθαι, καὶ ὅλως πῦρ τιμωρητικὸν ἢ καθαρτικόν, ἀσωμάτου ψυχῆς δραττόμενον, πρὸ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν ἐν τῇ μελλούσῃ κρίσει καὶ ἀποφάσει τῶν βεβιωμένων ἡμῖν ἀνταπόδοσιν, οὔτε φρονεῖν οὔτε λέγειν ἀνεχόμεθα.
Ὅθεν καὶ τέσσαρσι διαφοραῖς τῶν ὑποτιθεμένων τὸ τοιαῦτον καθαρτήριον πῦρ διαφέρομεν. Ἡ πρώτη ἐστίν, ὅτι πρεσβεύομεν μὴ εἶναι τὸν τοιοῦτον τόπον τῆς λυτρώσεως ἔξωθεν ἢ ἐγγὺς τοῦ ᾅδου, ἀλλ’ ἔνδον τοῦ ᾅδου. Οὐ γὰρ δίδοται τρίτος τόπος οὔτε ὑπὸ τῆς Γραφῆς οὔτε ὑπὸ τῆς κοινῆς δόξης τῆς Καθολικῆς Ἐκκλησίας, καὶ ὅσα ῥητὰ προσφέρουσιν οἱ τοῦ καθαρτηρίου γεννήτορες παρεξηγοῦνται, διαστρέφονται καὶ βίᾳ ἕλκονται εἰς ἀλλότριον καὶ ἀπᾷδον σημαινόμενον. Ὅτι δὲ ἐν ᾅδου γίνεται ἡ λύτρωσις (καθότι οὐ γέγονεν ἕως ἄρτι ἡ τελεία καὶ καθόλου ἀπόφασις τοῦ Σωτῆρος κατὰ τῶν ἀποβεβλημένων, ὅταν γὰρ αὕτη γένηται, ἐν τῇ δευτέρᾳ παρουσίᾳ δηλονότι, οὐκ ἔτι ἀπολείπεται ἧστινοσοῦν ἀνέσεως ἢ ἀπολυτρώσεως ἐλπὶς ἐκ τοῦ ᾅδου), δῆλον ἀπό τε τῆς Γραφῆς καὶ τῶν Πατέρων. Οὐκ ἄδηλον, ὅτι ὁ ᾅδης ἐστὶν ὁ τόπος τοῦ δεσμοῦ καὶ τῆς λυτρώσεως, καὶ οὐ δίδοται τρίτος τόπος.
Ἡ δὲ δεύτερα ἐστὶ μὴ λέγεσθαι πῦρ καθαρτήριον πλὴν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, τὴν ἐν τῷ ᾅδῃ δὲ τῶν τοιούτων λύπην καὶ στεναγμὸν λέγεσθαι ἀκύρως καθάρσιον, καὶ μὴ ἁπλῶς καὶ ἀπολύτως, ἀλλὰ συνεκδοχικῶς, ἧ διὰ τῆς ἐν τῷ ᾅδῃ ὡς ἐν δεσμωτηρίῳ κατοχῆς συγχωρεῖ τοῖς αἰχμαλώτοις ὁ Θεός. Ὁ δὲ Θεός ἐστι τὸ κυρίως καὶ πρώτως καὶ καθαυτὸ καθαρτήριον πῦρ, τὸ πάντῃ καὶ πάντως τελείαν ποιούμενον εἴτε λύτρωσιν εἴτε καὶ ἀναψυχὴν καὶ κάθαρσιν κατὰ τὴν Ἐκκλησίαν, εἴτε ἄνεσιν κατὰ τὸν μέγαν Βασίλειον, εἴτε καταλλαγὴν κατὰ τὸν Χρυσόστομον.
Τρίτη ἐστὶ μὴ καλῶς λέγεσθαι διὰ τὰ ἀθανάσιμα τῶν πλημμελημάτων τιμωρεῖσθαί τινας μετὰ θάνατον. Ταύτῃ γὰρ ἂν πάντες τῇ τοιαύτῃ τιμωρίᾳ ὑποπέσειεν, καὶ οὐδεὶς μετὰ θάνατον εἰς οὐρανοὺς ἀναβαίνοι. Οὐδεὶς γὰρ ἀναμάρτητος, κατά γε τὸν ἀδελφόθεον καὶ τὸν ἐπιστήθιον ἐν ταῖς ἐπιστολαῖς καὶ τὴν ἐν Καρθαγένῃ σύνοδον· καὶ ἀλλαχοῦ ἡ Γραφὴ λέγει, ὅτι ἑπτάκις ὁ δίκαιος τῆς ἡμέρας ἁμαρτήσεται. Τὸ τοιοῦτον δὲ ἁμάρτημα οὔτε τοῦ Θεοῦ ἐξίστησι τὸν ἄνθρωπον, οὔτε τῇ ἀγάπῃ ἀντιφέρεται, οὔτε ἔνοχον ποιεῖ τὸν τοῦτο ἐργαζόμενον παντοία ἁμαρτία· εἶτα ἐξ ἀσθενείας τῆς ἀνθρωπίνης προερχόμενον οὐκ ἀπὸ μιαρᾶς προαιρέσεως τῇ καθημερινῇ τῶν πιστῶν εὐχῇ ἀφανιζόμενον εἰς οὐδὲν λογίζεται. Πρὸς τούτοις ῥητέον, ὅτι «προσήκει τῇ ἀγαθότητι τοῦ Θεοῦ τὸ ὀλίγον ἀγαθὸν μὴ παριδεῖν ἢ τὴν σμικρὰν ἁμαρτίαν δίκης ἀξιοῦν· ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν οὐδὲ μιᾶς ἀμοιβῆς ἐπιτυγχάνει, διὰ τὴν τῆς πονηρίας πλεονεξίαν· οὐδ’ ἄρα τὸ ὀλίγον κακὸν ἐν τοῖς τὰ μεγάλα κατωρθωκόσι προσήκει δίκης τυχεῖν, διὰ τὸ τὰ βελτίω νικᾶν· εἰ γὰρ τὸ μᾶλλον δοκοῦν οὐκ ἔστι, σχολὴ τό γε ἧττον ἂν εἴη. Ἔτι, ὡς ἔχει τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τἆλλα φαύλοις, οὕτω τὸ ὀλίγον κακὸν ἐν τοῖς τἆλλα ἀγαθοῖς. Ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν ἐκείνοις οὐ δύναται ἀγαθῶν ἀνταπόδοσιν ποιεῖν, ἀλλὰ μόνον διαφορὰν κολάσεως. καὶ τὸ ὀλίγον ἄρα κακὸν οὐ ποιήσει κόλασιν, ἀλλὰ μόνον διαφορὰν ἀπολαύσεως». Οὐκ ἄρα διὰ τὰ ἀθανάσιμα ἁμαρτήματα, τὰ καὶ σμικρὰ λεγόμενα, τοὺς τούτων ἐνόχους καὶ κοιμηθέντας διὰ πυρὸς καθαίρεσθαι ἢ ἄλλως πως τιμωρεῖσθαι νομιστέον. Μήτε μὴν τιμωρεῖσθαι τοὺς μετανοήσαντας μὲν γνησίως καὶ τελείως προαρπασθέντας δὲ ὑπὸ τοῦ θανάτου καὶ μὴ δυνηθέντας ποιῆσαι καρποὺς ἀξίους τῆς μετανοίας, οὓς ποιεῖν ἐν εὐαγγελίοις οἱ ζῶντες ἡμεῖς διακελευόμεθα, καὶ ὡς δι’ ἀξιοπίστων τοιούτων μαρτύρων τὸ μῖσος τῆς ἀπεγνωσμένης καὶ κατεγνωσμένης ἁμαρτίας ἐνδείκνυσθαι (ἔστι δὲ γνησία καὶ τελεία μετάνοια ἡ ἀποστροφὴ τῆς ψυχῆς πρὸς δικαιοσύνην ἀπὸ τῆς ἁμαρτίας αὐτοπροαίρετος, τ. ἔ. ἑκούσιος σὺν θερμοτάτῃ καρδίας συντριβῇ καὶ θλίψει ἐφ’ οἷς ἐπλημμέλησε μετὰ ἐλπίδος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ Πατρὸς διὰ Ἰησοῦ Χριστοῦ). Καί οἱ τοιοῦτοι γὰρ ἀπαίρουσιν ἑνούμενοι τῷ Χριστῷ, ὑφ’ οὗ δικαιοῦνται, ἁγιάζονται, δοξάζονται καὶ ἐν μακαρίοις συναγάλλονται. Τὸ δὲ λέγειν ἐπὶ τῶν τοιούτων, ὅτι ἀφείθη μὲν ἡ ἁμαρτία, μεμένηκε δὲ ἡ ποινή, παιζόντων ἐστὶ καὶ οὐκ εὖ φρονούντων, οὐ θεολογούντων καὶ σωφρονούντων. Μὴ τιμωρεῖσθαι λοιπὸν φαμὲν τοὺς καλῶς μετανοήσαντας ἐν τῷ ᾅδῃ, ἐπειδή οἱ τοιοῦτοι αὐλίζονται ἐν τῇ ἐπουρανίῳ τῶν πρωτοτόκων Ἐκ­κλησίᾳ, ἀλλὰ περὶ μεγάλων ἁμαρτημάτων γίνεσθαι εἰς ᾅδου τήν τε τιμωρίαν καὶ τὴν λύτρωσιν. Εἰσὶ δὲ τῶν τοιούτων αἱ τιμωρίαι, ὡς συνάγεται ἀπὸ τῶν ἁγίων Πατέρων καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ὑπὲρ τῶν κεκοιμημένων εὐχῶν, λύπη ἢ συνειδότος αἰσχύνη καὶ βάσανοι ἢ μετάμελος καὶ συγκλεισμὸς καὶ σκότος ἢ φόβος καὶ ἀδηλία τοῦ μέλλοντος (οὐκ οἴδασι καὶ γὰρ τὸν καιρὸν τῆς ἀπαλλαγῆς) ἢ μόνη ἀναβολὴ τῆς θείας θεωρίας καὶ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων ἢ πάντα τὰ τοιαῦτα ἢ τινὰ τούτων. Πῦρ δὲ οὐκ ἔστι τοῖς κεκοιμημένοις καὶ τιμωρουμένοις πρὸ τῆς κοινῆς κρίσεως. Τότε γὰρ τὸ αἰώνιον πῦρ καταφάγεται τοὺς κατὰ πάντα τρόπον ἀναξίους κριθέντας τοῦ τοιούτου ἐλέους.
Ἡ τελευταία δὲ διαφορά ἐστι περὶ τοῦ διορισμοῦ τῆς λυτρώσεως. Ὅτι μὲν γὰρ ἐν καιρῷ τῆς κρίσεως πολλοὺς ἐλεήσει ὁ πολυέλεος Θεός, μαρτυρεῖ αὐτὴ ἡ αὐτοαλήθεια, εἰποῦσα «ἀνεκτότερον ἔσται Σοδόμοις καὶ Γομόρροις ἐν τῇ κρίσει». Ὅτι δὲ καὶ πρὸ τῆς κοινῆς κρίσεως πολλοὺς λυτροῦται ἐκ τῶν δεσμῶν, καὶ τοῦτο ὁμολογοῦμεν κατὰ τὴν κοινὴν δόξαν τῆς Καθολικῆς Ἐκκλησίας. Τὸ πότε ὅμως τῆς λυτρώσεως ταύτης πάντῃ καὶ πάντως ἀγνοοῦμεν. Ὅθεν καὶ τό, διὰ τῶν τάδε ἢ τόσων λειτουργιῶν ἢ εὐχῶν ἢ ἐλεημοσυνῶν ἢ συγχωρητικῶν τοῦ δεινὸς ἀρχιερέως ἢ τοῦ δεινὸς πατριάρχου ἀπολύεσθαι τὴν τάδε ψυχὴν τῶν κατεχόντων αὐτὴν ἀνιαρῶν, ἀποβάλλομεν. Ὅτι μὲν γὰρ τὰ τοιαῦτα συμβάλλουσι πρὸς λύτρωσιν τῶν ἐν τῷ ᾅδῃ τοιούτων, ὑπὸ τῶν Ὀρθοδόξων ἐνεργούμενα, ὁμολογοῦμεν· ὅτι δὲ δύναμιν ἔχουσι ῥύσασθαι ἐν τῷδε τῷ ὁποιῳδήποτε χρόνῳ, γενναίως ἀποστρεφόμεθα. Ἐπὶ γὰρ τῷ Θεῷ μόνῳ, τῷ ἔχοντι ἁπλῶς τὰς κλεῖς τοῦ ᾅδου καὶ τοῦ θανάτου, κατὰ τὸ τῆς Ἀποκαλύψεως, καὶ εἰδότι τὴν ποσότητα καὶ ποιότητα τῶν ἀνθρωπίνων ἁμαρτιῶν, καὶ τὰ κινήματα καὶ ἐγκρύφια τῆς καρδίας, δι’ ὧν προ­έρχεται ἡ ἁμαρτία, κεῖται ἡ λύτρωσις καὶ ὁ διορισμὸς τῆς λυτρώσεως, τῇ Ἐκκλησίᾳ δὲ μόνον ἐφεῖται τὸ παρακαλεῖν ὑπὲρ τῶν κεκοιμημένων.

Ἐρώτησις α΄.
Εἰ δεῖ τὴν θείαν Γραφὴν κοινῶς παρὰ πάντων τῶν χριστιανῶν ἀναγινώσκεσθαι;
Ἀπόκρισις.
Οὔ. Τὴν πᾶσαν γὰρ Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον οἴδαμεν, καὶ οὕτω τὸ ἀναγκαῖον ἔχουσαν μεθ’ ἑαυτῆς, ὥστε χωρὶς αὐτῆς ἀδύνατον ὁπωσοῦν εὐσεβεῖν. Οὐ μὴν καὶ ὑπὸ πάντων ἀναγινώσκεσθαι ταύτην, ἀλλ’ ὑπὸ μόνον τῶν μετὰ τῆς πρεπούσης ἐρεύνης ἐπὶ τοῖς βάθεσιν ἐγκυπτόντων τοῦ πνεύματος, καὶ εἰδότων οἷς τρόποις ἡ θεία Γραφὴ ἐρευνᾶται καὶ διδάσκεται καὶ ὅλως ἀναγινώσκεται. Τοῖς δὲ μὴ γεγυμνασμένοις καὶ ἀδιαφόρως ἢ μόνον κατὰ τὸ γράμμα ἢ καὶ κατ’ ἄλλον τινὰ τρόπον ἀλλότριον τῆς εὐσεβείας τὰ τῆς Γραφῆς ἐκλαμβάνουσιν ἡ Καθολικὴ Ἐκκλησία, διὰ τῆς πείρας τὴν βλάβην ἐγνωκυῖα, οὐ θεμιτὴν τὴν ἀνάγνωσιν εἶναι ἐντέλλεται· ὥστε παντὶ εὐσεβεῖ ἐπιτετράφθαι μὲν ἀκούειν τὰ τῆς Γραφῆς, ἵνα πιστεύῃ μὲν τῇ καρδίᾳ εἰς δικαιοσύνην, ὁμολογῇ δὲ τῷ στόματι εἰς σωτηρίαν, ἀναγινώσκειν δὲ ἔνια τῆς Γραφῆς μέρη, καὶ μάλιστα τῆς Παλαιᾶς, ἀπηγόρευται, τῶν εἰρήμενων αἰτίων καὶ τῶν ὁμοίων τούτοις ἕνεκα. Καὶ ἔστιν ἴσον παραγγέλλειν τοῖς ἀγυμνάστοις μὴ ἀναγινώσκειν ὡσαύτως τὴν πᾶσαν ἱερὰν Γραφήν, καὶ τοῖς βρέφεσιν ἐντέλλεσθαι μὴ ἅπτεσθαι στερεᾶς τροφῆς.

Ἐρώτησις β΄.
Εἰ σαφής ἐστιν ἡ Γραφὴ πᾶσι τοῖς ἀναγινώσκουσιν αὐτὴν χριστιανοῖς;
Ἀπόκρισις.
Εἰ σαφὴς ἦν ἡ θεία Γραφὴ πᾶσι τοῖς ἀναγινώσκουσι χριστιανοῖς, οὐκ ἂν ὁ Κύριος ἐρευνᾶν ταύτην τοῖς βουλομένοις σωτηρίας τυχεῖν ἐπέτρεπε, καὶ τὸ χάρισμα τῆς διδασκαλίας ματαίως τῷ Παύλῳ ἐλέγετο τεθῆναι ὑπὸ τοῦ Θεοῦ τῇ Ἐκκλησίᾳ καὶ ὁ Πέτρος οὐκ ἂν περὶ τῶν τοῦ Παύλου ἐπιστολῶν ἔχειν τινὰ δυσνόητα ἔλεγεν. Δῆλον οὖν, ὡς πολὺ τὸ βάθος ἔχειν τὴν Γραφὴν καὶ τὸ μέγε­θος τῶν ἐννοιῶν, καὶ δεῖσθαι ἐπιστημόνων καὶ θείων ἀνδρῶν πρὸς ἔρευναν καὶ ἀληθῆ κατάληψιν καὶ γνῶσιν ὀρθὴν καὶ συνῳδὸν τῇ πάσῃ Γραφῇ καὶ τῷ δημιουργῷ ταύτης ἁγίῳ Πνεύματι. Ὥστε τοῖς ἀναγεννηθεῖσιν, εἰ καὶ γνώριμος ἁπλῶς ἡ περὶ Τριάδος πίστις καὶ ἡ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐνανθρώπησις, τὰ πάθη, ἡ ἀνάστασις, ἡ εἰς οὐρανοὺς ἄνοδος, ὁ περὶ τῆς παλιγγενεσίας καὶ κρίσεως λό­γος, ὧν ἕνεκα πολλοὶ καὶ θάνατον ὑπομεῖναι οὐκ ὤκνησαν, οὐκ ἀναγκαῖον δέ, μᾶλλον δὲ ἀδύνατον πᾶσιν εἰδέναι καὶ ἃ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς Γρα­φῆς μόνοις τοῖς γεγυμνασμένοις ἐπὶ σοφίᾳ καὶ ἁγιότητι φανεροῖ.

Ἐρώτησις γ΄.
Ἱερὰν Γραφὴν ποία βιβλία καλεῖς;
Ἀπόκρισις.
Στοιχοῦντες τῷ κανόνι τῆς Καθολικῆς Ἐκκλησίας ἱερὰν Γραφὴν καλοῦμεν ἐκεῖνα πάντα, ἅπερ ὁ Κύριλλος ἀπὸ τῆς ἐν Λαοδικείᾳ συνόδου ἐρανισάμενος ἀριθμεῖ, καὶ πρὸς τούτοις ἅπερ ἀσυνέτως καὶ ἀμαθῶς, εἴτουν ἐθελοκακούργως, ἀπόκρυφα οὕτως ἁπλῶς καὶ ἀδιορίστως κατωνόμασεν, ἤτοι τὸν Τωβίαν, τὴν Ἰουδήθ, τῆς Ἐσθὴρ πρὸς τοῖς δέκα ἕτερα κεφάλαια ἕξ, τοῦ Ἔσδρα ἕτερον βιβλίον ἕν, τὸν Βαρούχ, τὴν ᾠδὴν τῶν τριῶν παίδων περιεχομένην εἰς τὸ τρίτον κεφάλαιον τοῦ Δανιήλ, τὴν ἱστορίαν τῆς Σωσάννης, τὴν ἱστορίαν τοῦ δράκοντος, ἤτοι τοῦ Βήλ, τὴν Σοφίαν τοῦ Σολομῶντος, τὴν Σοφίαν τοῦ Σειράχ, καὶ τὰ τρία βιβλία τῶν Μακκαβαίων. Ἡμεῖς γὰρ μετὰ τῶν ἀλλῶν τῆς θείας Γρα­φῆς γνησίων βιβλίων καὶ ταῦτα γνήσια τῆς Γραφῆς μέρη κρίνομεν· ἡ γὰρ παραδόσασα Καθολικὴ Ἐκκλησία τά τε θεῖα καὶ ἱερὰ Εὐαγγέλια καὶ τἆλλα τῆς Γραφῆς μέρη ἀληθῆ εἶναι, καὶ ταῦτα γνήσια τῆς Γραφῆς μέρη εἶναι ἀναμφιβόλως παρέδωκε, καὶ τούτων ἡ ἄρνησις ἐκείνων ἐστὶν ἀθέτησις. Εἰ δέ που δοκεῖ μὴ ἀεὶ πάντα ὑπὸ πάντων συγκαταριθμεῖσθαι, οὐδὲν ἧττον ὅμως καὶ ταῦτα παρά τε συνόδων καὶ πολλῶν ὅσων τῆς Καθολικῆς Ἐκκλησίας παλαιοτάτων τε καὶ ἐγκρίτων θεολόγων ἀριθμεῖται καὶ συγκαταριθμεῖται τῇ πάσῃ Γραφῇ, ἃ πάντα καὶ ἡμεῖς κανονικὰ βιβλία κρίνομεν, καὶ ταῦτα τὴν ἱερὰν Γραφὴν εἶναι ὁμολογοῦμεν.

Ἐρώτησις δ΄.
Περὶ τῶν ἁγίων εἰκόνων καὶ τῆς προσκυνήσεως τῶν ἁγίων πῶς ὀφείλομεν φρονεῖν;
Ἀπόκρισις.
Τῶν ἁγίων ὄντων καὶ ὁμολογουμένων παρὰ τῆς Καθολικῆς Ἐκκλησίας πρε­σβευτῶν, ὃν τρόπον εἴρηται ἐν τῷ η΄ κεφ., καιρὸς εἰπεῖν ὅτι καὶ τιμῶμεν αὐτοὺς ὡς φίλους Θεοῦ καὶ ὡς ὑπὲρ ἡμῶν δεομένους τῷ τῶν ὅλων Θεῷ. Τιμῶμεν δὲ τούτους διττῶς· καθ’ ἕνα μὲν τρόπον τὴν μητέρα τοῦ Θεοῦ Λόγου, ὃν καὶ ὑπερ­δουλικὸν φαμέν. Εἰ γὰρ καὶ ἀληθῶς δούλη ἡ Θεοτόκος τοῦ μόνου Θεοῦ, ἀλλὰ καὶ μήτηρ Θεοῦ, ὡς τὸν ἕνα τῆς Τριάδος γεννήσασα σαρκικῶς, διὸ καὶ ἀσυγκρίτως ὑπερέχειν ὑμνεῖται πάντων ἀγγέλων τε καὶ ἁγίων· ὅθεν καὶ ὑπερδουλικὴν αὐτῇ ἀπονέμομεν τὴν προσκύνησιν. Κατὰ δεύτερον δὲ τρόπον, ὃν καὶ δουλικὸν ὀνομάζομεν, προσκυνοῦμεν, εἴτουν τιμῶμεν, τοὺς ἁγίους ἀγγέλους, ἀποστόλους, προ­φήτας, μάρτυρας καὶ ἁπλῶς πάντας τοὺς ἁγίους.
Πρὸς τούτοις προσκυνοῦμεν, ἤτοι τιμῶμεν, (τὸ γὰρ τὰς εἰκόνας προσκυνεῖν τιμή ἐστιν, οὐ λατρεία, κἂν καὶ σοφίζεται τὸ τῶν αἱρετικῶν σμῆνος λατρείαν τὴν τιμὴν λέγον) τὸ ξύλον τοῦ τιμίου σταυροῦ, ἐν ᾧ ὁ Σωτὴρ ἡμῶν τὸ κοσμοσω­τήριον εἰργάσατο πάθος, καὶ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ, τὴν ἐν Βηθλεὲμ μακαριωτάτην φάτνην, δι’ ἧς τῆς ἀλογίας ἐρρύσθημεν, τὸν τόπον τοῦ κρανίου, τὸν ζωηφόρον τάφον καὶ τὰ λοιπὰ ἅγια προσκυνήματα, ὡς ἡ Ἐκκλησία παρέδωκε καὶ ὁ θεῖος Δαμασκηνὸς διατρανοῖ. Τέως τιμῶμεν τά τε ἱερὰ εὐαγγέλια, καὶ τὰ ἱερὰ σκεύη, δι’ ὧν ἡ ἀναίμακτος ἐπιτελεῖται θυσία· μνήμαις τε ἐτησίαις καὶ δημοσίαις ἑορταῖς καὶ θείοις ἱδρύμασι καὶ ἀναθήμασι τοὺς ἁγίους γεραίρομεν καὶ τιμῶμεν.
Ἔπειτα δὲ καὶ τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ὑπεραγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων προσκυνοῦμεν καὶ τιμῶμεν καὶ ἀσπαζόμεθα, ναὶ μὴν καὶ τῶν ἁγίων ἀγγέλων, ὡς ὤφθησαν ἐνίοις τῶν τε προπατόρων καὶ προφητῶν. Ἱστοροῦμεν δὲ καὶ τὸ πανάγιον Πνεῦμα, ὡς ὤφθη ἐν εἴδει περιστερᾶς.
Εἰ δέ τινες εἰδωλολατρεῖν ἡμᾶς, ἁγίους καὶ εἰκόνας ἁγίων καὶ τὰ λοιπά, ἅπερ εἴρηται ἀνωτέρω, τιμῶντας λέγουσι, μάταιον ἡγούμεθα καὶ ἀδρανές· ἡμεῖς γὰρ μόνῳ τῷ ἐν τριάδι Θεῷ λατρεύομεν καὶ οὐδενὶ ἑτέρῳ. Τοὺς δὲ ἁγίους τιμῶμεν διττῶς πρῶτον μὲν κατὰ τὴν πρὸς Θεὸν ἀναφοράν, ἐπειδὴ ἐκείνου ἕνεκα τιμῶμεν αὐτούς, καὶ καθ’ ἑαυτούς, ὅτι ζῶσαί εἰσιν εἰκόνες τοῦ Θεοῦ· τὸ δὲ καθ’ ἑαυτοὺς διώρισται ὅτι δουλικόν· τὰς δὲ ἁγίας εἰκόνας σχετικῶς, ὡς τῆς πρὸς ἐκείνας τιμῆς ἐπὶ τὰ πρωτότυπα ἀναφερομένης. Ὁ γὰρ τὴν εἰκόνα τιμῶν διὰ τῆς εἰκόνος τὸ πρωτότυπον προσκυνεῖ, καὶ ἡ δόξα οὐ μερίζεται, οὐδ’ ὅλως σχίζεται, τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου, καὶ ἐν ταὐτῷ γίνεται, ὡς ἡ εἰς τὸν βασιλι­κὸν πρέσβυν γινομένη.
Ἃ δὲ πρὸς σύστασιν τῆς καινοτομίας αὐτῶν παρὰ τῆς Γραφῆς λαμβάνουσιν οἱ εἰκονομάχοι, οὐχ οὕτως αὐτοῖς βοηθεῖ, ὡς οἴονται, ἀλλὰ μάλιστα ἡμῖν συνῳδὰ φαίνεται. Ἡμεῖς γὰρ τὴν θείαν Γραφὴν ἀναγινώσκοντες ἐξετάζομεν καιρὸν καὶ πρόσωπον, παράδειγμα καὶ αἰτίαν. Ὅθεν καὶ τὸν αὐτὸν Θεόν πότε μὲν λέγοντα: οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὔτε ὁμοίωμα, οὐδὲ προσκυνήσεις, οὐδὲ λατρεύσεις αὐτοῖς, ποτὲ δὲ προστάττοντα γενέσθαι χερουβίμ, καὶ ἔτι βόας καὶ λέοντας γινόμενα ἐν τῷ ἱερῷ θεωροῦντες, οὐ πεισματικῶς τούτων τὴν ἔν­νοιαν θεωροῦμεν, -ἐν γὰρ τῇ πεισμονῇ οὐκ ἔστι πίστις-, ἀλλ’, ὡς εἴρηται, και­ρὸν καὶ τὰ λοιπὰ θεωροῦντες, τῆς ὀρθῆς περὶ τούτων δόξης ἐπιτυγχάνομεν, καὶ τὸ οὐ ποιήσεις σεαυτῷ εἴδωλον ἢ ὁμοίωμα, ταὐτὸν ἡγούμεθα τῷ, οὐ προσκυνή­σεις θεοὺς ἀλλοτρίους, εἴτουν μὴ εἰδωλολατρήσῃς. Οὕτω γὰρ καὶ ἡ ἀπὸ τοῦ καιροῦ τῶν Ἀποστόλων ἐπικρατήσασα συνήθεια τῇ Ἐκκλησίᾳ τοῦ προσκυνεῖσθαι σχετικῶς τὰς ἁγίας εἰκόνας καὶ ἡ μόνῳ τῷ Θεῷ λατρεία διασωθείη, καὶ ὁ Θεὸς οὐκ ἐναντίως λέγων ἑαυτῷ φανείη. Εἰ γὰρ ἡ Γραφή φησιν, οὐ ποιήσεις, οὐδὲ προσκυνήσεις, τίνα τρόπον ὕστερον ὁ Θεὸς τὸ μὲν ποιῆσαι ὁμοιώματα συγκεχώρηκε, τὸ δὲ προσκυνῆσαι οὔ, οὐκ ἔχομεν συνορᾶν. Ὅθεν περὶ μόνης τῆς εἰδωλολατρείας οὔσης τῆς ἐντολῆς, εὑρίσκομεν καὶ ὄφεις καὶ λέοντας καὶ βόας καὶ χε­ρουβὶμ γεγονότα καὶ τιμώμενα, καὶ εἴδη, εἴτουν ὁμοιώματα, ἐν οἷς οἱ ἄγγελοι ἐφαίνοντο, προσκυνηθέντα.
Οὓς δὲ προσφέρουσι τῶν ἁγίων λέγοντας μὴ ἐξὸν προσκυνεῖν τὰς εἰκόνας, ἡμῖν μᾶλλον βοηθεῖν ἐκείνους ἡγούμεθα, ἐπεὶ ἐκεῖνοι ἀγωνιστικῶς διαλεγόμενοι καὶ κατὰ τῶν λατρευτικῶς προσκυνούντων τὰς ἁγίας εἰκόνας καὶ κατὰ τῶν φερόντων εἰς τὰς ἐκκλησίας τὰς εἰκόνας τῶν τεθνεώτων συγγενῶν ἐκείνων καὶ τιμώντων ἐφέροντο, καὶ ἀναθέματι τοὺς οὕτω ποιοῦντας καθυποβάλλουσιν, οὐ κατὰ τῆς ὀρθῆς προσκυνήσεως τῶν τε ἁγίων καὶ ἁγίων εἰκόνων καὶ τοῦ τιμίου σταυροῦ καὶ τῶν λοιπῶν, ὧν εἴρηται, ὅπου μάλιστα καὶ ἀπὸ τοῦ καιροῦ τῶν Ἀποστόλων εἶναι τὰς ἁγίας εἰκόνας ἐν τῇ Ἐκκλησίᾳ καὶ προσκυνεῖσθαι παρὰ τῶν πιστῶν πλεῖστοι ὅσοι καὶ ἱστοροῦσι καὶ κηρύττουσι, μεθ’ ὧν καὶ μεθ’ οὓς ἡ ἁγία οἰκουμενικὴ ἑβδόμη σύνοδος καταισχύνει πᾶσαν αἱρετικῶν βδελυρίαν.
Ἐπειδὴ σαφέστατα μὲν δίδωσιν ἐννοεῖν, ὅπως δεῖ προσκυνεῖν τὰς ἁγίας εἰκόνας καὶ τὰ προειρημένα ἄνωθεν, ἀναθεματίζει δὲ καὶ ἀφορισμῷ καθυποβάλλει τοὺς ἢ προσκυνοῦντας τὰς εἰκόνας λατρευτικῶς ἢ λέγοντας τοὺς ὀρθο­δόξους εἰδωλολατρεῖν προσκυνοῦντας τὰς εἰκόνας. Ἀναθεματίζομεν οὖν καὶ ἡμεῖς μετ’ ἐκείνων τοὺς προσκυνοῦντας ἢ ἅγιον ἢ ἄγγελον ἢ εἰκόνα ἢ σταυρὸν ἢ λείψανον ἁγίων ἢ ἱερὸν σκεῦος ἢ εὐαγγέλιον ἢ ἄλλο τι, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ, λατρευτικῶς, καὶ μόνῳ τῷ ἐν Τριάδι Θεῷ τὴν λατρευτικὴν προσκύνησιν ἀπονέμομεν, Ἀναθεματίζομεν δὲ καὶ τοὺς λέγοντας τὴν προσκύνησιν τῶν εἰκόνων εἰκονολατρείαν καὶ μὴ προσκυνοῦντας αὐτὰς καὶ μὴ τιμῶντας τὸν σταυρὸν καὶ τοὺς ἁγίους, ὡς ἡ Ἐκκλησία παρέδωκεν.
Ὥστε ἡμεῖς καὶ τοὺς ἁγίους καὶ τὰς ἁγίας εἰκόνας τιμῶμεν, ὃν εἴρηται τρόπον, καὶ ἱστοροῦμεν ταύτας εἰς καλλωπισμὸν τῶν ναῶν, καὶ ἵν’ ὦσι βι­βλία τῶν ἀμαθῶν, καὶ πρὸς μίμησιν τῶν ἀρετῶν τῶν ἁγίων καὶ ἀνάμνησιν καὶ ἔρωτος αὔξησιν, καὶ πρὸς ἐγρήγορσιν τοῦ ἐπικαλεῖσθαι ἀεὶ τὸν μὲν Κύριον ὡς δεσπότην καὶ σωτῆρα, τοὺς δὲ ἁγίους ὡς δούλους μὲν ἐκείνου, βοηθοὺς δὲ καὶ μεσίτας ἡμῶν.

Καὶ ταῦτα μὲν περὶ τῶν κεφαλαίων καὶ ἐρωτήσεων τοῦ Κυρίλλου.

† ΔΟΣΙΘΕΟΣ ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης ἀποφαίνομαι καὶ ὁμολογῶ ταύτην εἶναι τὴν πίστιν τῆς Ἀνατολικῆς Ἐκκλησίας.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 746-773.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου